Humanitext Reader

亚里士多德 · 辩谬篇 §20-21

结合与分割以及重音谬误的解决方法

第 20 段,共 29 段 · 希腊语

内容简介

本章节讨论了依赖于分割与结合以及读音(音调)的谬误的解决方法。通过具体的诡辩实例(如欧绪德谟的论证),阐明了词句结合方式的不同以及读音上的微小差异是如何产生不同含义的。

§20Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον· ἂν γὰρ διαιρούμενος καὶ συντιθέμενος ὁ λόγος ἕτερον σημαίνῃ, συμπεραινομένου τοὐναντίον λεκτέον.
对于依赖于分割和结合的谬论应该如何解决,也是明显的;因为如果一个论证在分割或结合时表示不同的意思,那么在得出结论时就应当说出相反的意思。
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι παρὰ τὴν σύνθεσιν ἢ διαίρεσιν.
而所有这类论证都依赖于结合或分割。
Ἆρ᾿ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;
例如:“你看见这个人被打时所用的那个东西,他就是被那个东西打的吗?
καὶ ᾧ ἐτύπτετο, τούτῳ σὺ εἶδες;
而他被打所用的那个东西,你就是用那个东西看见的吗?
Ἔχει μὲν οὖν τι κἀκ τῶν ἀμφιβόλων ἐρωτημάτων, ἀλλ᾿ ἔστι παρὰ σύνθεσιν.
”虽然这也带有一些歧义问题的成分,但它是由于结合造成的。
Οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν· οὐ γὰρ ὁ αὐτὸς λόγος γίνεται διαιρούμενος, εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος τῇ προσῳδίᾳ λεχθὲν σημαίνει ἕτερον.
因为由于分割造成的东西并不是双重含义的;因为分割开来的表述并不会变成同一个词,除非在带音调(气息)读出时,“oros”(山)和“horos”(边界)表示不同的东西也算是同词一样。
Ἀλλ᾿ ἐν μὲν τοῖς γεγραμμένοις ταὐτὸν ὄνομα, ὅταν ἐκ τῶν αὐτῶν στοιχείων γεγραμμένον ᾖ καὶ ὡσαύτως, κἀκεῖ δ᾿ ἤδη παράσημα ποιοῦνται, τὰ δὲ φθεγγόμενα οὐ ταὐτά.
但在书面文字中,当由相同的字母并以相同的方式写出时,名称是相同的——甚至在那里,现在人们已经使用区分标记了——但读出来的声音却不相同。
Ὥστ᾿ οὐ διττὸν τὸ παρὰ διαίρεσιν.
因此,由于分割造成的并不是双重含义。
Φανερὸν δὲ καὶ ὅτι οὐ πάντες οἱ ἔλεγχοι παρὰ τὸ διττόν, καθάπερ τινές φασιν.
而且同样明显的是,并非所有的反驳都依赖于双重含义,正如某些人所说的那样。
Διαιρετέον οὖν τῷ ἀποκρινομένῳ· οὐ γὰρ ταὐτὸν ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον.
因此,回答者必须予以分割;因为用眼睛看见某人被打,与声称“用眼睛看见某人被打”并不是一回事。
Καὶ ὁ Εὐθυδήμου δὲ λόγος, ἆρ᾿ οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;
还有欧绪德谟的那个论证:“你现在人在西西里,却知道在比雷埃夫斯港的战船吗?
Καὶ πάλιν, ἆρ᾿ ἔστιν ἀγαθὸν ὄντα σκυτέα μοχθηρὸν εἶναι;
”又如:“一个好的鞋匠可能是一个坏的人吗?
εἴη δ᾿ ἄν τις ἀγαθὸς ὢν σκυτεὺς μοχθηρός· ὥστ᾿ ἔσται ἀγαθὸς σκυτεὺς μοχθηρός.
”但一个人可能身为好的鞋匠同时又是个坏人;所以他将是一个坏的好的鞋匠。
Ἆρ᾿ ὧν αἱ ἐπιστῆμαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα;
“凡是其知识是优秀的,那些学习内容也是优秀的吗?
Τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα· σπουδαῖον ἄρα μάθημα τὸ κακόν.
”“但对坏事的学习是优秀的;因此坏事是优秀的学习内容。
Ἀλλὰ μὴν καὶ κακὸν καὶ μάθημα τὸ κακόν, ὥστε κακὸν μάθημα τὸ κακόν.
” “然而,坏事既是坏的又是学习内容,所以坏事是坏的学习内容。
Ἀλλ᾿ ἐστὶ κακῶν σπουδαία ἐπιστήμη.
”“但是,存在关于坏事的优秀知识。
Ἆρ᾿ ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας;
”“现在说你已经出生了,这是真的吗?
Γέγονας ἄρα νῦν.
”“所以你现在出生了。
Ἢ ἄλλο σημαίνει διαιρεθέν· ἀληθὲς γὰρ εἰπεῖν νῦν ὅτι σὺ γέγονας, ἀλλ᾿ οὐ νῦν γέγονας.
”或者说,分割开来它表示别的意思;因为现在说你已经出生了是真的,但并不是你现在出生了。
Ἆρ᾿ ὡς δύνασαι καὶ ἃ δύνασαι, οὕτως καὶ ταῦτα ποιήσαις ἄν;
“难道你能够做的事以及你能够做的方式,你就能以这种方式做这些事吗?
Οὐ κιθαρίζων δ᾿ ἔχεις δύναμιν τοῦ κιθαρίζειν· κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων.
”“但你在不弹琴时,拥有弹琴的能力;因此你会在不弹琴时弹琴。
Ἢ οὐ τούτου ἔχει τὴν δύναμιν τοῦ οὐ κιθαρίζων κιθαρίζειν, ἀλλ᾿ ὅτε οὐ ποιεῖ, τοῦ ποιεῖν.
”或者说,他拥有的能力并不是“在不弹琴时去弹琴”的能力,而是在他不演奏的时候去演奏的能力。
Λύουσι δέ τινες τοῦτον καὶ ἄλλως.
有些人也用另一种方式来解决这个论证。
Εἰ γὰρ ἔδωκεν ὡς δύναται ποιεῖν, οὔ φασι συμβαίνειν μὴ κιθαρίζοντα κιθαρίζειν· οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν, δεδόσθαι ποιήσειν· οὐ ταὐτὸν δ᾿ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν.
因为如果他承认了自己能以自己能够的方式去做,他们说并不能得出“在不弹琴时弹琴”的结论;因为承认“能以自己能够的方式去做”,并不等同于承认“一定会以自己能够的方式去演奏”;而且“以自己能够的方式去做”与“一定会以自己能够的方式去做”并不是一回事。
Ἀλλὰ φανερὸν ὅτι οὐ καλῶς λύουσιν· τῶν γὰρ παρὰ ταὐτὸν λόγων ἡ αὐτὴ λύσις, αὕτη δ᾿ οὐχ ἁρμόσει ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένους, ἀλλ᾿ ἔστι πρὸς τὸν ἐρωτῶντα, οὐ πρὸς τὸν λόγον.
但显而易见,他们解决得并不好;因为对于依赖于相同原因的论证,其解决方法应该是相同的,而这种解决方法并不能适用于所有情况,也不能适用于以任何方式提出的提问,而只是针对提问者,而不是针对论证本身的。
§21Παρὰ δὲ τὴν προσῳδίαν λόγοι μὲν οὐκ εἰσίν, οὔτε τῶν γεγραμμένων οὔτε τῶν λεγομένων, πλὴν εἴ τινες ὀλίγοι γένοιντ᾿ ἄν, οἷον οὗτος ὁ λόγος. Ἆρά γ᾿ ἐστὶ τὸ οὗ καταλύεις οἰκία;
而依赖于读音(音调)的论证实际上并不存在,无论是书写的还是口说的,除非可能会产生极少数的例外,例如下面这个论证:“你住宿的地方(hou katalyeis)是房子吗?
Ναί.
”“是的。
Οὐκοῦν τὸ οὐ καταλύεις τοῦ καταλύεις ἀπόφασις;
”“那么,‘不住宿’(ou katalyeis)难道不是‘住宿’(katalyeis)的否定吗?
Ναί.
”“是的。
Ἔφησας δ᾿ εἶναι τὸ οὗ καταλύεις οἰκίαν· ἡ οἰκία ἄρα ἀπόφασις.
”“但你刚才说你住宿的地方(hou katalyeis)是房子;因此,房子是否定。
Ὡς δὴ λυτέον, δῆλον· οὐ γὰρ ταὐτὸ σημαίνει ὀξύτερον τὸ δὲ βαρύτερον ῥηθέν.
”这应该如何解决是显而易见的;因为用较尖锐的声调(重音)读出和用较平缓的声调读出,所表示的意思是不一样的。

词汇与语法注释

  1. §20ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον — 关系代词 ᾧ 既可以与“你看”(εἶδες)结合作为手段(用眼睛),也可以与“被打”(ἐτύπτετο)结合作为工具(用棍子等)。这种结合方式的不同导致了结合的谬误。
  2. §20ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον — 与格短语 τοῖς ὀφθαλμοῖς(用眼睛)的修饰对象具有歧义,它既可以修饰“看”(ἰδεῖν),也可以修饰“被打”(τυπτόμενον)。
  3. §20ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας — 副词 νῦν(现在)的修饰对象不同导致了分割谬误。它是修饰“说”(εἰπεῖν νῦν,即“现在说你出生了是真的”),还是修饰 ὅτι 从句中的动词(νῦν γέγονας,即“你现在出生了”)。
  4. §20κιθαρίσαις ἂν ἄρα οὐ κιθαρίζων — 带有 ἄν 的希求语气 κιθαρίσαις ἄν(潜在可能,“你能够演奏”)与否定分词短语 οὐ κιθαρίζων(在不弹琴时)的结合。谬误在于,能力是指在“不弹琴的状态下拥有弹琴的能力”,还是指在“不弹琴的同时进行演奏”。
  5. §21τὸ οὗ καταλύεις — 依赖于读音(音调/气息,προσῳδία)的谬误。此处将关系副词 οὗ(你住宿的地方,带粗气符和扬抑符)与否定副词 οὐ(不,带柔气符且无重音)混淆。

引用这一段

亚里士多德, 辩谬篇 §20-21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:20-21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。