Humanitext Reader

亚里士多德 · 辩谬篇 §22#1

基于表达形式相似的谬误及其解决

第 21 段,共 29 段 · 希腊语

内容简介

本节阐述了由于语言表达方式相似(同形性谬误)而将不同范畴的事物混淆的谬论及其具体解决方法,并结合主动与被动、数量、关系等范畴给出了具体实例说明。

§22#1Δῆλον δὲ καὶ τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταὐτὰ πῶς ἀπαντητέον, ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατηγοριῶν.
对于依赖于将不同事物用相同方式表述的谬论应该如何应对,也是显而易见的,因为我们掌握了范畴的种类。
Ὁ μὲν γὰρ ἔδωκεν ἐρωτηθεὶς μὴ ὑπάρχειν τι τούτων ὅσα τί ἐστι σημαίνει· ὁ δ᾿ ἔδειξεν ὑπάρχον τι τῶν πρός τι ἢ ποσῶν, δοκούντων δὲ τί ἐστι σημαίνειν διὰ τὴν λέξιν, οἷον ἐν τῷδε τῷ λόγῳ.
因为被提问者在回答时承认了那些表示“是什么”的东西中有些并不属于,而提问者则表明存在属于关系或数量的东西,但由于表述方式的原因,这些东西似乎表示“是什么”,就像在以下论证中那样。
Ἆρ᾿ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;
“是否可能在同一时间既做又做完了同一件事?
Οὔ.
”“不能。
Ἀλλὰ μὴν ὁρᾶν γέ τι ἅμα καὶ ἑωρακέναι τὸ αὐτὸ καὶ κατὰ ταὐτὸ ἐνδέχεται.
”“但是,在同一时间并在同一方面,看见(ὁρᾶν)并已经看见(ἑωρακέναι)同一件事显然是可能的。
Ἆρ᾿ ἐστί τι τῶν πάσχειν ποιεῖν τι;
”“在被动的事物中,有什么是主动的吗?
Οὔ.
”“没有。
Οὐκοῦν τὸ τέμνεται καίεται αἰσθάνεται ὁμοίως λέγεται, καὶ πάντα πάσχειν τι σημαίνει·
”“那么,‘被切’、‘被烧’、‘感觉’难道不是以相似的方式说的,并且都表示被动吗?
πάλιν δὲ τὸ λέγειν τρέχειν ὁρᾶν ὁμοίως ἀλλήλοις λέγεται·
反之,‘说’、‘跑’、‘看’也是以彼此相似的方式说的。
ἀλλὰ μὴν τό γ᾿ ὁρᾶν αἰσθάνεσθαί τί ἐστιν, ὥστε καὶ πάσχειν τι ἅμα καὶ ποιεῖν.
但‘看’确实是感觉某种东西,所以它同时既是被动又是主动。
Εἰ δέ τις ἐκεῖ δοὺς μὴ ἐνδέχεσθαι ἅμα ταὐτὸ ποιεῖν καὶ πεποιηκέναι, τὸ ὁρᾶν καὶ ἑωρακέναι φαίη ἐγχωρεῖν, οὔπω ἐλήλεγκται, εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν·
” 但是,如果有人在同意了不能同时既做又做完同一件事之后,却说看见(ὁρᾶν)和已经看见(ἑωρακέναι)是可能的,他还没有被反驳,除非他说“看”是主动而不是被动。
προσδεῖ γὰρ τούτου τοῦ ἐρωτήματος·
因为这还需要进一步的提问。
ἀλλ᾿ ὑπὸ τοῦ ἀκούοντος ὑπολαμβάνεται δεδωκέναι, ὅτε τὸ τέμνειν ποιεῖν τι καὶ τὸ τετμηκέναι πεποιηκέναι ἔδωκε, καὶ ὅσα ἄλλα ὁμοίως λέγεται.
但是,听者却设定了他已经承认了这一点,当他承认“切”是主动而“已切”是做完,以及其他所有以类似方式表述的事情时。
Τὸ γὰρ λοιπὸν αὐτὸς προστίθησιν ὁ ἀκούων ὡς ὁμοίως λεγόμενον·
因为对于其余的事情,听者自己把它们作为以类似方式说出的东西添加了进去。
τὸ δὲ λέγεται μὲν οὐχ ὁμοίως, φαίνεται δὲ διὰ τὴν λέξιν.
但是,它们并不是以类似的方式说出的,只是由于表述方式而显得如此。
Τὸ αὐτὸ δὲ συμβαίνει ὅπερ ἐν ταῖς ὁμωνυμίαις·
这与同音异义词(同名异义词)中发生的情况相同。
οἴεται γὰρ ἐν τοῖς ὁμωνύμοις ὁ ἀγνὼς τῶν λόγων ὃ ἔφησεν ἀποφῆσαι πρᾶγμα, οὐκ ὄνομα·
因为在同名异义词中,不熟悉论证的人认为自己否定了对方所肯定的事物,而不是名称。
τὸ δὲ ἔτι προσδεῖ ἐρωτήματος, εἰ ἐφ᾿ ἓν βλέπων λέγει τὸ ὁμώνυμον·
但这也还需要进一步的提问,即他是否针对同一个事物来说这个同名异义词。
οὕτως γὰρ δόντος ἔσται ἔλεγχος.
因为只有这样承认了,反驳才会成立。
Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι τούτοις, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει ἀπέβαλεν·
还有这些论证也与上述情况相似:一个人以前拥有而后来没有的东西,他是否丢掉了?
ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἕξει δέκα ἀστραγάλους.
因为一个仅仅丢掉了一颗骰子的人,将不再拥有十颗骰子。
Ἢ ὃ μὲν μὴ ἔχει πρότερον ἔχων, ἀποβέβληκεν, ὅσον δὲ μὴ ἔχει ἢ ὅσα, οὐκ ἀνάγκη τοσαῦτα ἀποβαλεῖν.
或者说,以前拥有而现在没有的东西,他是丢掉了,但是对于他没有“多少”或“几颗”东西,并不必然意味着他丢掉了那么多的东西。
Ἐρωτήσας οὖν ὃ ἔχει, συνάγει ἐπὶ τοῦ ὅσα·
因此,提问者在询问了关于他拥有的“什么(ὃ)”之后,却在结论中针对“多少(ὅσα)”进行推论。
τὰ γὰρ δέκα ποσά.
因为十是一个数量。
Εἰ οὖν ἤρετο ἐξ ἀρχῆς εἰ ὅσα τις μὴ ἔχει πρότερον ἔχων, ἆρά γε ἀποβέβληκε τοσαῦτα, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ᾿ ἢ τοσαῦτα ἢ τούτων τι.
因此,如果他从一开始就问,一个人以前拥有而现在没有的“多少”东西,他是否丢掉了“这么多”东西,那就没有人会承认,而会说“要么是这么多,要么是这些中的一部分”。
Καὶ ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει.
还有,“一个人会给出他所没有的东西”这个论证也是如此。
Οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον.
因为他并没有“仅仅一颗”骰子。
Ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ᾿ ὡς οὐκ εἶχε, τὸν ἕνα.
或者说,他并没有给出他所没有的“东西”,而是以他所没有的“方式”给出了那一颗。
Τὸ γὰρ μόνον οὐ τόδε σημαίνει οὐδὲ τοιόνδε οὐδὲ τοσόνδε, ἀλλ᾿ ὡς ἔχει πρός τι, οἷον ὅτι οὐ μετ᾿ ἄλλου.
因为“仅仅”既不表示“这个”(实体),也不表示性质或数量,而是表示它与某物的关系,例如它不与别的东西在一起。
Ὥσπερ οὖν εἰ ἤρετο ἆρ᾿ ὃ μή τις ἔχει δοίη ἄν, μὴ φάντος δὲ ἔροιτο εἰ δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως, φήσαντος δὲ συλλογίζοιτο ὅτι δοίη ἄν τις ὃ μὴ ἔχει.
这正如如果他问一个人是否会给出他没有的东西,在遭到否定后,又问一个没有“迅速” 拥有的人是否会迅速给出某物,在得到肯定后,便推论出一个人会给出他所没有的东西。
Καὶ φανερὸν ὅτι οὐ συλλελόγισται·
这显而易见是没有进行推论。
τὸ γὰρ ταχέως οὐ τόδε διδόναι ἀλλ᾿ ὧδε διδόναι ἐστίν·
因为“迅速”并不是给出“这个”,而是“以这种方式”给出。
ὡς δὲ μὴ ἔχει τις, δοίη ἄν, οἷον ἡδέως ἔχων δοίη ἂν λυπηρῶς.
而以一个人不拥有的方式,他是可以给出的。 例如,愉快地拥有它,却痛苦地给出它。

词汇与语法注释

  1. ¦1¦ἐπείπερ ἔχομεν τὰ γένη τῶν κατηγοριῶν — 基于亚里士多德的范畴论,明确区分事物的不同述说方式(实体、数量、性质、关系、主动、被动等)是识破并解决这种“同形性谬误”的理论基盘。
  2. ¦3¦εἰ μὴ λέγοι τὸ ὁρᾶν ποιεῖν τι ἀλλὰ πάσχειν — 在带希求法的条件从句中,带冠词的不定式 τὸ ὁρᾶν 作为后续不定式结构 ποιεῖν 和 πάσχειν 的主语。连词 εἰ μὴ 表示“除非”,指出除非提问者明确让对方承认“看是被动而非主动”这一特定主张,否则反驳并未完成。
  3. ¦6¦Ἢ οὐ δέδωκεν ὃ οὐκ εἶχεν, ἀλλ᾿ ὡς οὐκ εἶχε — 通过对比宾格关系代词 ὃ(自己所没有的“东西”)与表示样态的关系副词 ὡς(以自己所没有的“状态/方式”),亚里士多德揭示了“给出自己所没有之物”这一悖论的构造。给出的具体物品(一颗骰子)本身此前确实拥有,但并不是以“仅拥有一颗”这一特定的关系或状态(ὡς)拥有的,从而产生了误谬。

引用这一段

亚里士多德, 辩谬篇 §22#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:22%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。