Humanitext Reader

亚里士多德 · 辩谬篇 §18-19

正确解答的定义与应对同音异义的方法

第 19 段,共 29 段 · 希腊语

内容简介

第18章定义了推论的正确解答,并根据推论的有效性及结论的真假提出了解决论证的方法。第19章阐述了针对同音异义和歧义谬误的解决方法,详细说明了当多重含义存在于结论或前提中时应如何进行应对。

§18Ἐπεὶ δ᾿ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ, παρ᾿ ὁποίαν ἐρώτησιν συμβαίνει τὸ ψεῦδος, ὁ δὲ ψευδὴς συλλογισμὸς λέγεται διχῶς (ἢ γὰρ εἰ συλλελόγισται ψεῦδος, ἢ εἰ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι συλλογισμός), εἴη ἂν ἥ τε εἰρημένη νῦν λύσις καὶ ἡ τοῦ φαινομένου συλλογισμοῦ παρὰ τί φαίνεται τῶν ἐρωτημάτων διόρθωσις.
既然正确的解答是揭示虚假的推论,指明虚假是因哪一个提问而产生的,而虚假的推论有两种含义(因为要么是推论出了虚假,要么是实际上不是推论却显得是推论),那么刚才所说的解答,以及对表象推论(纠正其因哪一个提问而显得是推论)的纠正,都将是解答。
Ὥστε συμβαίνει τῶν λόγων τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα λύειν.
因此,解决论证的方法就是:对于那些已经过有效推论的论证予以驳倒,而对于那些表象的论证则予以区分。
Πάλιν δ᾿ ἐπεὶ τῶν συλλελογισμένων λόγων οἱ μὲν ἀληθὲς οἱ δὲ ψεῦδος ἔχουσι τὸ συμπέρασμα, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδεῖς διχῶς ἐνδέχεται λύειν· καὶ γὰρ τῷ ἀνελεῖν τι τῶν ἠρωτημένων, καὶ τῷ δεῖξαι τὸ συμπέρασμα ἔχον οὐχ οὕτως· τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον· τὸ γὰρ συμπέρασμα ἀληθές.
再次,既然在有效推论的论证中,有些具有真实的结论,有些具有虚假的结论,那么对于那些结论虚假的论证,可以通过两种方式来解决:既可以通过否定所提问题中的某一项,也可以通过证明其结论并非如此;而对于那些前提虚假的论证,则只能通过否定某些前提来解决,因为其结论是真实的。
Ὥστε τοῖς βουλομένοις λύειν λόγον πρῶτον μὲν σκεπτέον εἰ συλλελόγισται ἢ ἀσυλλόγιστος, εἶτα πότερον ἀληθὲς τὸ συμπέρασμα ἢ ψεῦδος, ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, καὶ ἀναιροῦντες ἢ ὧδε ἢ ὧδε, καθάπερ ἐλέχθη πρότερον.
因此,对于想要解决论证的人,首先必须考察它是已经过推论还是未经推论的,然后考察结论是真实的还是虚假的,以便我们或者通过区分,或者通过否定来进行解决,而如果通过否定,正如前面所说,或者是这样否定,或者是那样否定。
Διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον· τὸ μὲν γὰρ προϊδεῖν χαλεπόν, τὸ δὲ κατὰ σχολὴν ἰδεῖν ῥᾷον.
而在被提问时解决论证与不在被提问时解决论证,这二者之间有着极大的差别;因为预先察觉是困难的,而闲暇时看清则比较容易。
§19Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐλέγχων οἱ μὲν ἔχουσι τῶν ἐρωτημάτων τι πλείω σημαῖνον, οἱ δὲ τὸ συμπέρασμα πολλαχῶς λεγόμενον, οἷον ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέρασμα διττόν, ἐν δὲ τῷ συνεπίστασθαι τὸν ἐπιστάμενον ἓν τῶν ἐρωτημάτων ἀμφίβολον.
在依赖于同音异义和歧义的驳诘中,有些是提问中含有表示多种含义的词,有些则是结论有多重含义;例如,在“沉默者说话”中,结论是双重的,而在“知者共同知道”中,提问之一是歧义的。
Καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν, ὁτὲ δ᾿ οὐκ ἔστιν ἀλλὰ σημαίνει τὸ διττὸν τὸ μὲν ὂν τὸ δ᾿ οὐκ ὄν.
而这种双重含义有时是成立的,有时则不成立,而是双重含义中一个存在而另一个不存在。
Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς, ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τὸν τυφλὸν ὁρᾶν· ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος.
因此,凡是在结尾处具有多重含义的,除非引入了矛盾,否则不能构成反驳,例如在“瞎子看”中;因为没有矛盾就不能构成反驳。
Ὅσοις δ᾿ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν· οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος.
而凡是多重含义在提问之中的,则没有必要预先否定该双重含义;因为论证不是针对这一点,而是通过这一点来进行的。
Ἐν ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ. ὄνομα καὶ λόγον οὕτως ἀποκριτέον, ὅτι ἔστιν ὡς, ἔστι δ᾿ ὡς οὔ, ὥσπερ τὸ σιγῶντα λέγειν, ὅτι ἔστιν ὡς, ἔστι δ᾿ ὡς οὔ.
因此,在开始时,当双重含义的名称或表述被提出时,应当这样回答:“在某种意义上是,在某种意义上则不然”,正如对“沉默者说话”一样,应当回答说“在某种意义上是,在某种意义上则不然”。
Καὶ τὰ δέοντα πρακτέον ἔστιν ἅ, ἔστι δ᾿ ἃ οὔ· τὰ γὰρ δέοντα λέγεται πολλαχῶς.
并且,“应该做应当做的事”——有些应该,有些则不应该;因为“应当做的事”有多重含义。
Ἐὰν δὲ λάθῃ, ἐπὶ τέλει προστιθέντα τῇ ἐρωτήσει διορθωτέον· ἆρ᾿ ἔστι σιγῶντα λέγειν;
但是,如果未加注意而漏过了,就必须在结尾处通过在提问中增加限制来予以纠正:“难道沉默者能说话吗?
Οὔ, ἀλλὰ τόνδε σιγῶντα.
”“不能,但这个人在沉默时[可以说话]”。
Καὶ ἐν τοῖς ἔχουσι δὲ τὸ πλεοναχῶς ἐν ταῖς προτάσεσιν ὁμοίως.
对于那些在前提中含有多重含义的论证,情况也是类似的。
Οὐκ ἄρα συνεπίστανται ὅτι ἐπίστανται;
“难道他们不共同知道他们所知道的吗?
Ναί, ἀλλ᾿ οὐχ οἱ οὕτως ἐπιστάμενοι· οὐ γὰρ ταὐτόν ἐστιν ὅτι οὐκ ἔστι συνεπίστασθαι καὶ ὅτι τοὺς ὡδὶ ἐπισταμένους οὐκ ἔστιν.
”“是的,但不是那些以这种方式知道的人”;因为说不可能共同知道,与说那些以这种方式知道的人不可能[共同知道],这并不是一回事。
Ὅλως τε μαχετέον, ἂν καὶ ἁπλῶς συλλογίζηται, ὅτι οὐχ ὃ ἔφησεν ἀπέφησε πρᾶγμα, ἀλλ᾿ ὄνομα· ὥστ᾿ οὐκ ἔλεγχος.
总之,即使对方进行了简单的推论,我们也必须反驳说:对方所否定的并不是自己所肯定的事物本身,而仅仅是名称;因此并不构成反驳。

词汇与语法注释

  1. §18.¦1¦εἴη ἂν ἥ τε εἰρημένη νῦν λύσις καὶ ἡ τοῦ φαινομένου συλλογισμοῦ παρὰ τί φαίνεται τῶν ἐρωτημάτων διόρθωσις. — 谓语 εἴη ἂν(带 ἄν 的祈愿式,表示潜在可能性)的主语由两个并列的主格短语组成:临近的 ἥ τε εἰρημένη νῦν λύσις(对有效但前提虚假的论证的解答)和 ἡ... διόρθωσις(对表象推论的纠正)。其中 τοῦ φαινομένου συλλογισμοῦ 是修饰 διόρθωσις 的宾格性属格。
  2. §18.¦2¦τοὺς δὲ κατὰ τὰς προτάσεις τῷ ἀνελεῖν τι μόνον· — 语法上省略了前文的 λύειν ἐνδέχεται(可以解决)。κατὰ τὰς προτάσεις 指前提虚假(但结论真实)的推论,解决的方法由表示手段的与格冠词不定式短语 τῷ ἀνελεῖν τι 来表达。
  3. §19.¦2¦Ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς, ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος — 关系词 Ὅσοις(在那些……的论证中)引导的关系从句作为主句 οὐ γίνεται ἔλεγχος 的关系与格。关系从句中省略了存在动词,τὸ πολλαχῶς(多重含义)作为主语,整句意为“在那些多重含义存在于结尾的论证中”。

引用这一段

亚里士多德, 辩谬篇 §18-19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:18-19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。