§17#2Ὥσπερ οὖν εἴπομεν, ἐπειδήπερ οὐδ᾿ ἔλεγχοί τινες ὄντες δοκοῦσιν εἶναι, κατὰ τὸν αὐτὸν τρόπον καὶ λύσεις δόξουσιν εἶναί τινες οὐκ οὖσαι λύσεις· ἃς δή φαμεν ἐνίοτε μᾶλλον δεῖν φέρειν ἢ τὰς ἀληθεῖς ἐν τοῖς ἀγωνιστικοῖς λόγοις καὶ τῇ πρὸς τὸ διττὸν ἀπαντήσει.
正如我们所说,既然有些即使不是反驳也显得是反驳,同样,有些解答即使不是解答也显得是解答;我们说,在竞技性的辩论中以及在应对双重含义时,有时必须提出这些解答而不是真实的解答。
Ἀποκριτέον δ᾿ ἐπὶ μὲν τῶν δοκούντων τὸ ἔστω λέγοντα· καὶ γὰρ οὕτως ἥκιστα γίνοιτ᾿ ἂν παρεξέλεγχος· ἂν δέ τι παράδοξον ἀναγκάζηται λέγειν, ἐνταῦθα μάλιστα προσθετέον τὸ δοκεῖν· οὕτω γὰρ ἂν οὔτ᾿ ἔλεγχος οὔτε παράδοξον γίνεσθαι δόξειεν.
对于那些显得是真实的,回答时应该说“且算作如此”;因为这样最不容易产生附带的反驳;但如果被迫说出某种反常识的话,此时最应该加上“显得”;因为这样,既不会显得产生了反驳,也不会显得产生了反常识的情况。
Ἐπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον, οἴονται δὲ πάντες, ἂν ᾖ σύνεγγυς, ἀναιρετέον καὶ μὴ συγχωρητέον εἶναι ἔνια ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντος, ὅταν τε τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μὲν συμβαίνειν ἐκ τῆς θέσεως, ᾖ δὲ ψεῦδος ἢ ἄδοξον, ταὐτὸ λεκτέον· τὰ γὰρ ἐξ ἀνάγκης συμβαίνοντα τῆς αὐτῆς εἶναι δοκεῖ θέσεως.
此外,既然如何乞求论题是显而易见的,而且大家认为,如果它很接近,就应当予以否定,而不应当作为乞求论题而予以允诺,且当有人要求某种必然从论题中得出、但却是虚假或违反常识的东西时,也应该说同样的话;因为必然得出的东西被认为属于同一个论题。
Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ ἀλλὰ παραβολῇ, λεκτέον ὅτι οὐχ ὡς ἐδόθη οὐδ᾿ ὡς προὔτεινε λαμβάνει· καὶ γὰρ παρὰ τοῦτο γίνεται πολλάκις ἔλεγχος.
此外,当全称命题不是通过名称而是通过比喻来获取时,应当说他所获取的方式既不是当初所允诺的,也不是他所提议的;因为反驳往往是因为这个而产生的。
Ἐξειργόμενον δὲ τούτων ἐπὶ τὸ μὴ καλῶς δεδεῖχθαι πορευτέον, ἀπαντῶντα κατὰ τὸν εἰρημένον διορισμόν.
如果被排除在这些方法之外,就应该走向“没有被很好地证明”这一步,按照已说过的界定来进行应对。
Ἐν μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν ἀνάγκη ἀποκρίνεσθαι ἢ ἁπλῶς ἢ διαιρούμενον.
因此,在按本义使用的词语中,必须要么简单地回答,要么通过区分来回答。
Ἃ δὲ συνυπονοοῦντες τίθεμεν, οἷον ὅσα μὴ σαφῶς ἀλλὰ κολοβῶς ἐρωτᾶται, παρὰ τοῦτο συμβαίνει ὁ ἔλεγχος, οἷον ἆρ᾿ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων;
但是,对于我们带有隐含预设而承认的事物,例如那些提问得不清楚而是残缺的事物,反驳就是因此产生的。 例如:“凡是属于雅典人的,都是雅典人的财产吗?
Ναί.
”“是的。
Ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
”“其他情况也是如此。
Ἀλλὰ μὴν ὁ ἄνθρωπός ἐστι τῶν ζῴων;
然而,人是动物的吗?
Ναί.
”“是的。
Κτῆμα ἄρα ὁ ἄνθρωπος τῶν ζῴων.
”“因此,人是动物的财产。
Τὸν γὰρ ἄνθρωπον τῶν ζῴων λέγομεν, ὅτι ζῷόν ἐστι, καὶ Λύσανδρον τῶν Λακώνων, ὅτι Λάκων.
”因为我们说人“属于动物”是因为他是动物,说莱山德“属于拉栖代梦人”是因为他是拉栖代梦人。
Δῆλον οὖν ὡς ἐν οἷς ἀσαφὲς τὸ προτεινόμενον οὐ συγχωρητέον ἁπλῶς.
因此显而易见,在提议不明确的情况下,绝不应简单地予以同意。
Ὅταν δὲ δυοῖν ὄντοιν θατέρου μὲν ὄντος ἐξ ἀνάγκης θάτερον εἶναι δοκῇ, θατέρου δὲ τοῦτο μὴ ἐξ ἀνάγκης, ἐρωτώμενον πρότερον δεῖ τὸ ἔλαττον διδόναι· χαλεπώτερον γὰρ συλλογίσασθαι ἐκ πλειόνων.
当在两个事物中,如果存在其中一个,另一个似乎就必然存在,但如果存在另一个,这一个却不必然存在时,在被提问时,应当先给出较小的那一个;因为从较多的前提中进行推理是比较困难的。
Ἐὰν δ᾿ ἐπιχειρῇ ὅτι τῷ μέν ἐστιν ἐναντίον τῷ δ᾿ οὐκ ἔστιν, ἂν ὁ λόγος ἀληθὴς ᾖ, ἐναντίον φάναι, ὄνομα δὲ μὴ κεῖσθαι τοῦ ἑτέρου.
如果他试图证明,其中一个有相反者,而另一个没有,如果这一陈述是真实的,就应当说有相反者,但另一个的相反者还没有被命名。
Ἐπεὶ δ᾿ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοὶ τὸν μὴ συγχωροῦντα ψεύδεσθαι ἂν φαῖεν ἔνια δ᾿ οὔ, οἷον ὅσα ἀμφιδοξοῦσιν (πότερον γὰρ φθαρτὴ ἢ ἀθάνατος ἡ ψυχὴ τῶν ζῴων, οὐ διώρισται τοῖς πολλοῖς) ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι τὸ προτεινόμενον, πότερον ὡς αἱ γνῶμαι (καλοῦσι γὰρ γνώμας καὶ τὰς ἀληθεῖς δόξας καὶ τὰς ὅλας ἀποφάσεις), ἢ ὡς ἡ διάμετρος ἀσύμμετρος. Ἔτι οὗ τἀληθὲς ἀμφιδοξεῖται, μάλιστα μεταφέρων ἄν τις λανθάνοι τὰ ὀνόματα περὶ τούτων.
既然对于多数人所说的话,人们会说不承认某些话的人是在说谎,但在某些情况下则不然,例如那些大家意见不一的事物(因为动物的灵魂是可朽的还是不朽的,多数人并没有做出界定),因此,在不清楚提议是以哪种方式被通常述说的情况下,无论是作为“意见”(因为人们把真实的看法和一般的陈述都称为意见),还是作为“对角线是不可通约的”,并且在真理存在争议的地方,人们最容易通过对这些事物的名称进行比喻性转移而避人耳目。
Διὰ μὲν γὰρ τὸ ἄδηλον εἶναι ποτέρως ἔχει τἀληθές, οὐ δόξει σοφίζεσθαι, διὰ δὲ τὸ ἀμφιδοξεῖν οὐ δόξει ψεύδεσθαι· ἡ δὲ μεταφορὰ ποιήσει τὸν λόγον ἀνεξέλεγκτον.
因为对于真理处于哪一方是不明确的,他不会显得是在诡辩;而且因为意见不一,他不会显得是在说谎;而这种词义的转移将使论证变得不可反驳。
Ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον καὶ προαγορευτέον· οὕτω γὰρ ἂν μάλιστα τὸν πυνθανόμενον κωλύσειεν.
此外,对于任何预先察觉到的提问,应当预先进行抗辩并预先声明;因为这样最能阻碍提问者。