§17#1Πρῶτον μὲν οὖν, ὥσπερ συλλογίζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τἀληθές.
因此,首先,正如我们说有时必须选择依据通念(似是而非地)推理而不是依据真理推理一样,解答也必须有时依据通念而不是依据真理来进行。
Ὅλως γὰρ πρὸς ποὺς ἐριστικοὺς μαχετέον οὐχ ὡς ἐλέγχοντας ἀλλ᾿ ὡς φαινομένους· οὐ γάρ φαμεν συλλογίζεσθαί γε αὐτούς, ὥστε πρὸς τὸ μὴ δοκεῖν διορθωτέον.
因为总的来说,对付争论者,我们必须把他们当作显得在反驳的人,而不是真正进行反驳的人来进行战斗;因为我们不承认他们确实是在推理,所以必须进行修正,以免显得[被反驳]。
Εἰ γάρ ἐστιν ὁ ἔλεγχος ἀντίφασις μὴ ὁμώνυμος ἔκ τινων, οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρὸς τἀμφίβολα καὶ τὴν ὁμωνυμίαν· οὐ γὰρ ποιεῖ συλλογισμόν.
因为如果反驳是从某些前提中得出的、非同音异义的矛盾对立,那么就没有必要针对歧义和同音异义进行区分;因为它们并不能产生推理。
Ἀλλ᾿ οὐδενὸς ἄλλου χάριν προσδιαιρετέον ἀλλ᾿ ἢ ὅτι τὸ συμπέρασμα φαίνεται ἐλεγχοειδές.
但是,除了解释结论显得像是一个反驳之外,没有别的原因需要我们做进一步的区分。
Οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον, ἐπεὶ τό γ᾿ ἐρωτᾶν ἀμφίβολα καὶ τὰ παρὰ τὴν ὁμωνυμίαν, ὅσαι τ᾿ ἄλλαι τοιαῦται παρακρούσεις, καὶ τὸν ἀληθινὸν ἔλεγχον ἀφανίζει καὶ τὸν ἐλεγχόμενον καὶ μὴ ἐλεγχόμενον ἄδηλον ποιεῖ.
因此,我们应该防范的不是被反驳,而是显得被反驳,因为提问歧义的事物、依赖同音异义的事物以及所有其他此类欺骗,不仅使真正的反驳变得模糊,而且使谁被反驳、谁未被反驳变得不明确。
Ἐπεὶ γὰρ ἔξεστιν ἐπὶ τέλει συμπεραναμένου μὴ ὅπερ ἔφησεν ἀποφῆσαι λέγειν, ἀλλ᾿ ὁμωνύμως, εἰ καὶ ὅτι μάλιστ᾿ ἔτυχεν ἐπὶ ταὐτὸν φέρων, ἄδηλον εἰ ἐλήλεγκται· ἄδηλον γὰρ εἰ ἀληθῆ λέγει νῦν.
因为当提问者在最后得出结论时,回答者有可能说,他否定的并不是他刚才肯定的东西,而只是在同音异义的意义上否定的——即使提问者碰巧尽可能地把结论引向同一事物——因此,他是否被反驳了是不明确的;因为他现在说的是否是真话是不明确的。
Εἰ δὲ διελὼν ἤρετο τὸ ὁμώνυμον ἢ τὸ ἀμφίβολον, οὐκ ἂν ἄδηλος ἦν ὁ ἔλεγχος.
但如果提问者区分清楚之后再对同音异义或歧义的内容提问,反驳就不会是不明确的了。
Ὅ τ᾿ ἐπιζητοῦσι νῦν μὲν ἧττον πρότερον δὲ μᾶλλον οἱ ἐριστικοί, τὸ ἢ ναί ἢ οὔ ἀποκρίνεσθαι τὸν ἐρωτώμενον, ἐγίνετ᾿ ἄν.
而且,争论者们——现在较少,但以前较多地——要求被提问者必须回答“是”或“否”的情况就会实现。
Νῦν δὲ διὰ τὸ μὴ καλῶς ἐρωτᾶν τοὺς πυνθανομένους ἀνάγκη προσαποκρίνεσθαί τι τὸν ἐρωτώμενον, διορθοῦντα τὴν μοχθηρίαν τῆς προτάσεως, ἐπεὶ διελομένου γε ἱκανῶς ἢ ναί ἢ οὔ ἀνάγκη λέγειν τὸν ἀποκρινομενον.
但现在,由于提问者提问得不好,被提问者必须在回答中附加说明,纠正前提的缺陷,因为如果提问者做了充分的区分,回答者就必须说“是”或“否”。
Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ ὁμωνυμίαν ἔλεγχον εἶναι, τρόπον τινὰ οὐκ ἔσται διαφυγεῖν τὸ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον· ἐπὶ γὰρ τῶν ὁρατῶν ἀναγκαῖον ὃ ἔφησεν ἀποφῆσαι ὄνομα, καὶ ὃ ἀπέφησε φῆσαι.
但是,如果有人假设基于同音异义的反驳是[真正的反驳],那么在某种意义上,回答者就无法避免被反驳;因为在可见的事物中,必然要否定他所肯定的名字,并肯定他所否定的名字。
Ὡς γὰρ διορθοῦνταί τινες, οὐδὲν ὄφελος.
因为某些人所做的纠正方法毫无用处。
Οὐ γὰρ Κορίσκον φασὶν εἶναι μουσικὸν καὶ ἄμουσον, ἀλλὰ τοῦτον τὸν Κορίσκον μουσικὸν καὶ τοῦτον τὸν Κορίσκον ἄμουσον.
因为他们说,并不是科里斯科既懂音乐又不懂音乐,而是“这个”科里斯科懂音乐,而“这个”科里斯科不懂音乐。
Ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον τῷ τοῦτον τὸν Κορίσκον ἄμουσον εἶναι ἢ μουσικόν· ὅπερ ἅμα φησί τε καὶ ἀπόφησιν.
因为“科里斯科不懂音乐或懂音乐”与“这个科里斯科不懂音乐或懂音乐”将是相同的陈述;而这是他同时肯定又否定的。
Ἀλλ᾿ ἴσως οὐ ταὐτὸ σημαίνει· οὐδὲ γὰρ ἐκεῖ τοὔνομα.
但也许它们并不表示相同的意思,因为即使在另一种情况下,名字也不是相同的。
Ὥστε τι διαφέρει.
所以会有一些差别。
Εἰ δὲ τῷ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει, τῷ δὲ προσθήσει τὸ τινὰ ἢ τόνδε, ἄτοπον· οὐδὲν γὰρ μαλλον θατέρῳ· ὁποτέρῳ γὰρ ἂν οὐδὲν διαφέρει.
但是,如果他对一个仅仅赋予说“科里斯科”,而对另一个加上“某个”或“这个”,那是荒谬的;因为没有理由对这一个比对那一个更这样做;因为不论加到两者中的哪一个上,都没有区别。
Οὐ μὴν ἀλλ᾿ ἐπειδὴ ἄδηλος μέν ἐστιν ὁ μὴ διορισάμενος τὴν ἀμφιβολίαν πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται, δέδοται δ᾿ ἐν τοῖς λόγοις τὸ διελεῖν, φανερὸν ὅτι τὸ μὴ διορίσαντα δοῦναι τὴν ἐρώτησιν ἀλλ᾿ ἁπλῶς ἁμάρτημά ἐστιν, ὥστε κἂν εἰ μὴ αὐτός, ἀλλ᾿ ὅ γε λόγος ἐληλεγμένῳ ὅμοιός ἐστιν.
然而,既然不界定歧义的人对于自己是否被反驳是不明确的,而且在讨论中做出区分是允许的,那么显然,不加界定而简单地同意提问是一个错误,因此,即使他本人没有被反驳,至少该论证是类似于已被反驳的。
Συμβαίνει μέντοι πολλάκις ὁρῶντας τὴν ἀμφιβολίαν ὀκνεῖν διαιρεῖσθαι διὰ τὴν πυκνότητα τῶν τὰ τοιαῦτα προτεινόντων, ὅπως μὴ πρὸς ἅπαν δοκῶσι δυσκολαίνειν· εἶτ᾿ οὐκ ἂν οἰηθέντων παρὰ τοῦτο γενέσθαι τὸν λόγον, πολλάκις ἀπήντησε παράδοξον.
然而,经常发生的是,虽然我们看出了歧义,但由于那些频繁提出此类问题的人的缘故,我们犹豫于做出区分,以免显得对每件事都百般挑剔;然后,尽管我们没想到论证会因此产生,却往往遇到了意料之外的结果。
Ὥστ᾿ ἐπειδὴ δέδοται διαιρεῖν, οὐκ ὀκνητέον, καθάπερ ἐλέχθη πρότερον.
因此,既然允许做出区分,就不应当犹豫,正如前面所说的那样。
Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ποιεῖ τις ἐρώτημα, οὐδ᾿ ἂν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν ἐγίνετο παραλογισμός, ἀλλ᾿ ἢ ἔλεγχος ἢ οὔ.
此外,如果有人不把两个提问合为一个提问,那么依赖同音异义和歧义的谬误推论就不会产生,而要么是反驳,要么不是。
Τί γὰρ διαφέρει ἐρωτῆσαι εἰ Καλλίας καὶ Θεμιστοκλῆς μουσικοί εἰσιν ἢ εἰ ἀμφοτέροις ἓν ὄνομα ἦν ἑτέροις οὖσιν;
因为,提问卡里亚和地米斯托克利是否懂音乐,与在他们是不同的两个人的情况下他们是否有一个共同的名字,这有什么区别呢?
εἰ γὰρ πλείω δηλοῖ ἑνός, πλείω ἠρώτησεν.
因为如果一个名字表示多于一个的事物,那么他就是提问了多个问题。
Εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν ἀξιοῦν λαμβάνειν ἁπλῶς, φανερὸν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδ᾿ εἰ κατὰ πάντων ἀληθές, ὥσπερ ἀξιοῦσί τινες.
因此,如果要求对两个提问简单地得到一个回答是不正确的,那么显然,对于任何同音异义的问题进行简单回答都是不恰当的,即使这在所有意义上都是真实的,也不应像某些人要求的那样去做。
Οὐδὲν γὰρ τοῦτο διαφέρει ἢ εἰ ἤρετο, Κορίσκος καὶ Καλλίας πότερον οἴκοι εἰσὶν ἢ οὐκ οἴκοι, εἴτε παρόντων ἀμφοῖν εἴτε μὴ παρόντων· ἀμφοτέρως γὰρ πλείους αἱ προτάσεις· οὐ γὰρ εἰ ἀληθὲς εἰπεῖν, διὰ τοῦτο μία ἡ ἐρώτησις.
因为这与提问科里斯科和卡里亚是在家还是不在家没有任何区别,无论他们两个都在家还是都不在家;因为在这两种情况下前提都是多个;因为即使说出[回答]是真实的,也并不因此使提问成为一个。
Ἐγχωρεῖ γὰρ καὶ μυρία ἕτερα ἐρωτηθέντα ἐρωτήματα ἅπαντα ἢ ναὶ ἢ οὒ ἀληθὲς εἶναι λέγειν· ἀλλ᾿ ὅμως οὐκ ἀποκριτέον μιᾷ ἀποκρίσει· ἀναιρεῖται γὰρ τὸ διαλέγεσθαι.
因为即使提问了无数个其他问题,对所有这些问题回答“是”或“否”也可能是真实的;但尽管如此,绝不能用一个回答来应答;因为否则对话就会被摧毁。
Τοῦτο δ᾿ ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις.
这就像给不同的事物赋予相同的名字一样。
Εἰ οὖν μὴ δεῖ πρὸς δύο ἐρωτήσεις μίαν ἀπόκρισιν διδόναι, φανερὸν ὅτι οὐδ᾿ ἐπὶ τῶν ὁμωνύμων τὸ ναί ἢ οὔ λεκτέον.
因此,如果不能对两个提问给出一个回答,那么显然,在同音异义的情况下也不应当说“是”或“否”。
Οὐδὲ γὰρ ὁ εἰπὼν ἀποκέκριται ἀλλ᾿ εἴρηκεν.
因为说这话的人并没有回答,而只是陈述。
Ἀλλ᾿ ἀξιοῦνταί πως ἐν τοῖς διαλεγομένοις διὰ τὸ λανθάνειν τὸ συμβαῖνον.
但在讨论中,由于所产生的结果未被察觉,他们往往会被要求这样做。