§16Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται· περὶ δὲ ἀποκρίσεως, καὶ πῶς χρὴ λύειν καὶ τί, καὶ πρὸς τίνα χρῆσιν οἱ τοιοῦτοι τῶν λόγων ὠφέλιμοι, μετὰ ταῦτα λεκτέον.
因此,关于提问的来源,以及在争论性的对话中应当如何提问,已经说明过了;而关于回答,以及应该如何解答、解答什么,还有此类论证对于什么用途是有益的,在此之后必须加以说明。
Χρήσιμοι μὲν οὖν εἰσὶ πρὸς μὲν φιλοσοφίαν διὰ δύο.
那么,这些论证对于哲学是有用的,这是由于两个原因。
Πρῶτον μὲν γὰρ ὡς ἐπὶ τὸ πολὺ γινόμενοι παρὰ τὴν λέξιν ἄμεινον ἔχειν ποιοῦσι πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, καὶ ποῖα ὁμοίως καὶ ποῖα ἑτέρως ἐπί τε τῶν πραγμάτων συμβαίνει καὶ ἐπὶ τῶν ὀνομάτων.
第一,因为它们绝大多数是由于言辞而产生的,所以它们使我们能更好地理解每个词是在几种意义上被使用的,以及在事物上和在名称上,有哪些情况是以同样的方式发生,有哪些是以不同的方式发生。
Δεύτερον δὲ πρὸς τὰς καθ᾿ αὑτὸν ζητήσεις· ὁ γὰρ ὑφ᾿ ἑτέρου ῥᾳδίως παραλογιζόμενος καὶ τοῦτο μὴ αἰσθανόμενος κἂν αὐτὸς ὑφ᾿ αὑτοῦ τοῦτο πάθοι πολλάκις.
第二,对于自己进行的探究也是有用的;因为一个容易被别人用谬误推论欺骗而自己又没有察觉的人,自己也常常会被自己欺骗。
Τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι πρὸς δόξαν, τὸ περὶ πάντα γεγυμνάσθαι δοκεῖν καὶ μηδενὸς ἀπείρως ἔχειν· τὸ γὰρ κοινωνοῦνται λόγων ψέγειν λόγους, μηδὲν ἔχοντα διορίζειν περὶ τῆς φαυλότητος αὐτῶν, ὑποψίαν δίδωσι τοῦ δοκεῖν δυσχεραίνειν οὐ διὰ τἀληθὲς ἀλλὰ δι᾿ ἀπειρίαν.
第三,最后,它们对于名声也有用,即显得在一切事物上都训练有素,且对任何事物都不是毫无经验;因为在参与讨论的同时指责这些论证,却无法对它们的恶劣之处做出任何界定,就会让人怀疑他显得不满并非因为真理,而是因为缺乏经验。
Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον πρὸς τοὺς τοιούτους λόγους, φανερόν, εἴπερ ὀρθῶς εἰρήκαμεν πρότερον ἐξ ὧν εἰσὶν οἱ παραλογισμοί, καὶ τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας ἱκανῶς διείλομεν.
另一方面,作为回答者应当如何应对此类论证是显而易见的,如果我们在前面已经正确地说明了谬误推论是由什么产生的,并且充分地划分了提问中的不正当优势。
Οὐ ταὐτὸν δ᾿ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν καὶ λῦσαι τὴν μοχθηρίαν, καὶ ἐρωτώμενον ἀπαντᾶν δύνασθαι ταχέως.
然而,拿到论证后看出其缺陷并予以解答,与在被提问时能迅速应对,并不是同一回事。
Ὃ γὰρ ἴσμεν, πολλάκις μετατιθέμενον ἀγνοοῦμεν.
因为我们所知道的事情,一旦变换位置,往往就认不出来了。
Ἔτι δ᾿, ὥσπερ ἐν τοῖς ἄλλοις τὸ θᾶττον καὶ τὸ βραδύτερον ἐκ τοῦ γεγυμνάσθαι γίνεται μᾶλλον, οὕτω καὶ ἐπὶ τῶν λόγων ἔχει, ὥστε, ἂν δῆλον μὲν ἡμῖν ᾖ, ἀμελέτητοι δ᾿ ὦμεν, ὑστεροῦμεν τῶν καιρῶν πολλάκις.
此外,正如在其他事情中,快速和缓慢主要是由于训练而产生的一样,在论证中也是如此;因此,即使事情对我们来说是显而易见的,但如果我们缺乏练习,往往也会错失良机。
Συμβαίνει δέ ποτε, καθάπερ ἐν τοῖς διαγράμμασιν· καὶ γὰρ ἐκεῖ ἀναλύσαντες ἐνίοτε συνθεῖναι πάλιν ἀδυνατοῦμεν· οὕτω καὶ ἐν τοῖς ἐλέγχοις εἰδότες παρ᾿ ὃ ὁ λόγος συμβαίνει συνεῖραι διαλῦσαι τὸν λόγον ἀποροῦμεν.
有时还会发生类似于几何图形中的情况:因为在几何中,我们有时在分析之后也会无法重新拼合;同样,在反驳中,虽然我们知道该论证是因何而产生的,却在解开和化解该论证时感到束手无策。