§15Ἔστι δὴ πρὸς τὸ ἐλέγχειν ἓν μὲν μῆκος·
为了反驳,一种手段是拉长篇幅(长度);因为同时看清许多事物是困难的。
χαλεπὸν γὰρ ἅμα πολλὰ συνορᾶν. Εἰς δὲ τὸ μῆκος τοῖς προειρημένοις στοιχείοις χρηστέον.
而为了拉长篇幅,必须使用前面提到的要素。
Ἓν δὲ τάχος· ὑστερίζοντες γὰρ ἧττον προορῶσιν.
另一个手段是速度;因为落后者较少能预见先机。
Ἔτι δ᾿ ὀργὴ καὶ φιλονεικία· ταραττόμενοι γὰρ ἧττον δύνανται φυλάττεσθαι πάντες.
此外还有愤怒和好胜心;因为一旦陷入混乱,所有人保护自己的能力都会降低。
Στοιχεῖα δὲ τῆς ὀργῆς τό τε φανερὸν ἑαυτὸν ποιεῖν βουλόμενον ἀδικεῖν καὶ τὸ παράπαν ἀναισχυντεῖν.
而激怒对方的要素是,显露出自己故意要行不公,以及完全厚颜无耻。
Ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι, ἐάν τε πρὸς ταὐτὸ πλείους τις ἔχῃ λόγους, ἐάν τε καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως· ἅμα γὰρ συμβαίνει ἢ πρὸς πλείω ἢ πρὸς τἀναντία ποιεῖσθαι τὴν φυλακήν.
此外,还要交替(打乱顺序)提出问题,不论是针对同一事物有多个论证,还是既证明它是如此,又证明它不是如此;因为这样一来,对方就必须同时针对多个事物或相反的事物来进行防范。
Ὅλως δὲ πάντα τὰ πρὸς τὴν κρύψιν λεχθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς ἀγωνιστικοὺς λόγους· ἡ γὰρ κρύψις ἐστὶ τοῦ λαθεῖν χάριν, τὸ δὲ λαθεῖν τῆς ἀπάτης.
一般而言,先前所说的关于隐蔽的一切方法也适用于争论性的辩论;因为隐蔽是为了不被发觉,而不被发觉则是为了欺骗。
Πρὸς δὲ τοὺς ἀνανεύοντας ἅττ᾿ ἂν οἰηθῶσιν εἶναι πρὸς τὸν λόγον, ἐξ ἀποφάσεως ἐρωτητέον, ὡς τοὐναντίον βουλόμενον, ἢ καὶ ἐξ ἴσου ποιοῦντα τὴν ἐρώτησιν· ἀδήλου γὰρ ὄντος τοῦ τί βούλεται λαβεῖν ἧττον δυσκολαίνουσιν.
对于那些凡是认为有利于论证就一律予以拒绝的人,必须通过否定来提问(仿佛自己想要得到相反的东西),或者使问题显得不偏不倚;因为当不清楚提问者想要得到什么时,他们就不那么刁难。
Ὅταν τ᾿ ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ᾿ ἕκαστον, ἐπάγοντα τὸ καθόλου πολλάκις οὐκ ἐρωτητέον, ἀλλ᾿ ὡς δεδομένῳ χρηστέον· ἐνίοτε γὰρ οἴονται καὶ αὐτοὶ δεδωκέναι καὶ τοῖς ἀκούουσι φαίνονται διὰ τὴν τῆς ἐπαγωγῆς μνείαν, ὡς οὐκ ἂν ἠρωτημένα μάτην.
此外,当回答者在细节上逐一予以承认时,在归纳出普遍结论时,往往不应提问,而应将其视为已被承认;因为有时他们自己也以为已经承认了,而且由于对归纳过程的记忆,听众也觉得如此,就好像那些提问不是白问的一样。
Ἐν οἷς τε μὴ ὀνόματι σημαίνεται τὸ καθόλου, ἀλλὰ τῇ ὁμοιότητι χρηστέον πρὸς τὸ συμφέρον· λανθάνει γὰρ ἡ ὁμοιότης πολλάκις.
在普遍性无法用名称来表示的情况下,必须利用相似性来使自己得利;因为相似性往往不被察觉。
Πρός τε τὸ λαβεῖν τὴν πρότασιν τοὐναντίον παραβάλλοντα χρὴ πυνθάνεσθαι.
为了确立前提,必须通过与相反的事物并列对比来提问。
Οἷον εἰ δέοι λαβεῖν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν ἢ πάντ᾿ ἀπειθεῖν;
例如,如果需要确立“必须在一切事上服从父亲”这一前提,就问:“必须在一切事上服从父母,还是在一切事上都不服从?
καὶ τὸ πολλάκις πολλά, πότερον πολλὰ συγχωρητέον ἢ ὀλίγα;
”还有为了表示“经常有许多”,就问:“必须承认很多,还是很少?
μᾶλλον γάρ, εἴπερ ἀνάγκη, δόξειεν ἂν εἶναι πολλά· παρατιθεμένων γὰρ ἐγγὺς τῶν ἐναντίων, καὶ μείζων καὶ μεγάλα φαίνεται καὶ χείρω καὶ βελτίω τοῖς ἀνθρώποις.
”因为如果必须做出选择,它更容易显得是“多”;因为当相反的事物并列放置时,在人们眼中,事物的更大与大、更坏与更好都会显得更加明显。
Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων, τὸ μηδὲν συλλογισαμένους μὴ ἐρώτημα ποιεῖν τὸ τελευταῖον, ἀλλὰ συμπεραντικῶς εἰπεῖν, ὡς συλλελογισμένους, οὐκ ἄρα τὸ καὶ τό.
提问者最常使用的极具诡辩性的诬捏手段,常常极大地让人产生已被反驳的错觉:即在根本没有进行任何推论的情况下,不把最后一步作为问题提出,而是以结论的方式说出来,仿佛他们已经完成了推论:“因此,某某情况并不成立。
Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου τὸ φαινόμενον ἀξιοῦν ἀποκρίνεσθαι προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, καὶ τὴν ἐρώτησιν τῶν τοιούτων οὕτω ποιεῖσθαι, πότερόν σοι δοκεῖ;
” 此外,当一个荒谬的命题被设定时,在最初的“合情理之见”已经摆在面前的前提下,要求回答者对表面看来合情理的事情做出回答,并将此类问题的提问方式设为“你认为如何? ”,这也是诡辩性的。
ἀνάγκη γάρ, ἂν ᾖ τὸ ἐρώτημα ἐξ ὧν ὁ συλλογισμός, ἢ ἔλεγχον ἢ παράδοξον γίνεσθαι, δόντος μὲν ἔλεγχον, μὴ δόντος δὲ μηδὲ δοκεῖν φάσκοντος ἄδοξον, μὴ δόντος δὲ δοκεῖν δ᾿ ὁμολογοῦντος ἐλεγχοειδές.
因为如果问题是由构成推论的前提组成的,就必然会产生反驳或者荒谬的结论:如果他予以承认,就会产生反驳;如果不予承认且声称不觉得是这样,就会产生不合名誉的观点(荒谬);如果他不予承认但承认它看起来是这样,就会产生类似于反驳的结果。
Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς, καὶ ἐν τοῖς ἐλεγκτικοῖς ὁμοίως τὰ ἐναντιώματα θεωρητέον ἢ πρὸς τὰ ὑφ᾿ ἑαυτοῦ λεγόμενα, ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν, ἔτι πρὸς τοὺς δοκοῦντας τοιούτους ἢ πρὸς τοὺς ὁμοίους ἢ πρὸς τοὺς πλείστους ἢ πρὸς πάντας.
此外,正如在修辞学中一样,在反驳性的论证中也同样必须寻找矛盾之处,不论是针对回答者自己所说的话,还是针对他承认其言行正确的人,或者是针对被认为具有此类特征的人、相似的人、大多数人,或是所有人。
Ὥσπερ τε καὶ ἀποκρινόμενοι πολλάκις, ὅταν ἐλέγχωνται, ποιοῦσι διττόν, ἂν μέλλῃ συμβαίνειν ἐλεγχθήσεσθαι, καὶ ἐρωτῶντας χρηστέον ποτὲ τούτῳ πρὸς τοὺς ἐνισταμένους, ἂν ὡδὶ μὲν συμβαίνῃ ὡδὶ δὲ μή, ὅτι οὕτως εἴληφεν, οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ.
并且,正如回答者在即将被驳倒时(如果眼看就要被驳倒)常常会进行双重解释一样,提问者有时也必须以此来对付提出异议的人,声称:如果是在这种意义上成立而在那种意义上不成立,他就是在前一种意义上采用该前提的,正如克莱奥丰在《曼德罗布洛》中所做的那样。
Δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ τὸν ἀποκρινόμενον, ἂν προαισθάνηται, προενίστασθαι καὶ προαγορεύειν.
此外,在退出论证时,必须简化其余的论点;而回答者如果能预先察觉到,就必须先提出异议并预先说明。
Ἐπιχειρητέον δ᾿ ἐνίοτε καὶ πρὸς ἄλλα τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντας, ἐὰν μὴ πρὸς τὸ κείμενον ἔχῃ τις ἐπιχειρεῖν· ὅπερ ὁ Λυκόφρων ἐποίησε προβληθέντος λύραν ἐγκωμιάζειν.
有时,如果对设定的命题无话可说,就必须对所说内容的其他部分展开攻击,将其单独拿出来进行辩论;这就是吕科弗龙在被要求赞美竖琴时所做的。
Πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν, ἐπειδὴ δοκεῖ δεῖν ἀποδιδόναι τὴν αἰτίαν, λεχθέντων δ᾿ ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις, λέγειν τὴν ἀντίφασιν, ὅ τι ἔφησεν ἀποφῆσαι, ἢ ὃ ἀπέφησε φῆσαι, ἀλλὰ μὴ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη ἢ οὐχ ἡ αὐτή.
对于那些要求针对特定事物进行攻击的人,既然显出有必要说明原因,而且由于某些观点被陈述时,在反驳中更容易防范普遍发生的情况,所以必须陈述矛盾(即否定他肯定的东西,或肯定他否定的东西),而不是声称相反事物的知识是同一的还是不同的。
Οὐ δεῖ δὲ τὸ συμπέρασμα προτατικῶς ἐρωτᾶν· ἔνια δ᾿ οὐδ᾿ ἐρωτητέον, ἀλλ᾿ ὡς ὁμολογουμένῳ χρηστέον.
并且,不应该把结论作为前提来提问;有些事情甚至根本不应当提问,而应当直接视作达成共识而加以使用。