§13Καὶ τὰ μὲν παράδοξα ἐκ τούτων δεῖ ζητεῖν τῶν τόπων· περὶ δὲ τοῦ ποιῆσαι ἀδολεσχεῖν, ὃ μὲν λέγομεν τὸ ἀδολεσχεῖν, εἰρήκαμεν ἤδη.
关于荒谬,必须从这些论式中去寻求;至于使人进行无谓的重复(唠叨),我们所说的“唠叨”是什么意思,此前已经说过。
Πάντες δὲ οἱ τοιοίδε λόγοι τοῦτο βούλονται ποιεῖν· εἰ μηδὲν διαφέρει τὸ ὄνομα ἢ τὸν λόγον εἰπεῖν, διπλάσιον δὲ καὶ διπλἆσιον ἡμίσεος ταὐτό, εἰ ἄρα ἐστὶν ἡμίσεος διπλάσιον, ἔσται ἡμίσεος ἡμίσεος διπλάσιον.
而所有如下这类论证都企图做到这一点:如果说出名称与说出定义没有任何区别,且“双倍”与“一半的双倍”是同一回事,那么,如果某物是“一半的双倍”,它就将是“一半的一半的双倍”。
Καὶ πάλιν ἂν ἀντὶ τοῦ διπλάσιον διπλάσιον ἡμίσεος τεθῇ, τρὶς ἔσται εἰρημένον, ἡμίσεος ἡμίσεος ἡμίσεος διπλάσιον.
如果再次用“一半的双倍”来代替“双倍”,就会被说成三次,“一半的一半的一半的双倍”。
Καὶ ἆρά ἐστιν ἡ ἐπιθυμία ἡδέος;
又如“欲望是对于愉快之物的欲望吗?
τοῦτο δ᾿ ἐστὶν ὄρεξις ἡδέος· ἔστιν ἄρα ἡ ἐπιθυμία ὄρεξις ἡδέος ἡδέος.
”但这又是“对愉快之物的追求”;因此“欲望是对愉快之物的愉快之物的追求”。
Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι τῶν λόγων ἔν τε τοῖς πρός τι, ὅσα μὴ μόνον τὰ γένη ἀλλὰ καὶ αὐτὰ πρός τι λέγεται, καὶ πρὸς τὸ αὐτὸ καὶ ἓν ἀποδίδοται.
所有这类论证都发生在关系之中,在那里,不仅它们的属,而且它们自身也被称为是相对的,并且是针对同一个、单一的事物而被说明的。
Οἷον ἥ τε ὄρεξις τινὸς ὄρεξις καὶ ἡ ἐπιθυμία τινὸς ἐπιθυμία, καὶ τὸ διπλάσιον τινὸς διπλάσιον καὶ διπλάσιον ἡμίσεος.
例如,追求是某物的追求,欲望是某物的欲望,而双倍是某物的双倍,即一半的双倍。
Καὶ ὅσων ἡ οὐσία οὐκ ὄντων πρός τι ὅλως, ὧν εἰσὶν ἕξεις ἢ πάθη ἤ τι τοιοῦτον, ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται κατηγορουμένων ἐπὶ τούτοις.
此外,对于那些其实体根本不是相对的事物,而它们是其状态或受动或诸如此类的东西,当它们被陈述于这些事物上时,在它们的定义中也会被附加地显示出来。
Οἷον τὸ περιττὸν ἀριθμὸς μέσον ἔχων· ἔστι δ᾿ ἀριθμὸς περιττός· ἔστιν ἄρα ἀριθμὸς μέσον ἔχων ἀριθμός.
例如,“奇数”是“具有中间的数”;而有“奇数”;因此奇数是“具有中间的数的数”。
Καὶ εἰ τὸ σιμὸν κοιλότης ῥινός ἐστιν, ἔστι δὲ ῥὶς σιμή, ἔστιν ἄρα ῥὶς ῥὶς κοίλη.
又如,如果“塌鼻”是“鼻子的凹陷”,而鼻子是塌鼻,那么鼻子就是“凹陷的鼻子的鼻子”。
Φαίνονται δὲ ποιεῖν οὐ ποιοῦντες ἐνίοτε διὰ τὸ μὴ προσπυνθάνεσθαι εἰ σημαίνει τι καθ᾿ αὑτὸ λεχθὲν τὸ διπλάσιον ἢ οὐδέν, καὶ εἴ τι σημαίνει, πότερον τὸ αὐτὸ ἢ ἕτερον, ἀλλὰ τὸ συμπέρασμα λέγειν εὐθύς.
但有时他们看起来做到了这一点,实际上却没有做到,因为他们没有进一步追问:“双倍”这个词单独说出时是否表示某种意义,还是什么都不表示;如果表示某种意义,它是表示相同的事物还是不同的事物;而是直接说出结论。
Ἀλλὰ φαίνεται διὰ τὸ τὸ ὄνομα ταὐτὸ εἶναι ταὐτὸ καὶ σημαίνειν.
但之所以看起来如此,是因为名称相同,被认为表示相同的事物。
§14Σολοικισμὸς δ᾿ οἷον μέν ἐστιν εἴρηται πρότερον.
语法错误是怎样的一种情况,前面已经说过了。
Ἔστι δὲ τοῦτο καὶ ποιεῖν καὶ μὴ ποιοῦντα φαίνεσθαι καὶ ποιοῦντα μὴ δοκεῖν, καθάπερ ὁ Πρωταγόρας ἔλεγεν, εἰ ὁ μῆνις καὶ ὁ πήληξ ἄρρεν ἐστίν· ὁ μὲν γὰρ λέγων οὐλομένην σολοικίζει μὲν κατ᾿ ἐκεῖνον, οὐ φαίνεται δὲ τοῖς ἄλλοις, ὁ δὲ οὐλόμενον φαίνεται μὲν ἀλλ᾿ οὐ σολοικίζει.
这既可以实际上做到,也可以在没有做到时显得做到了,还可以在做到了时显得没做到,正如普罗泰戈拉所说,如果“愤怒”和“头盔”是阳性的;因为说“毁灭性的”阴性形式的人,按照他的观点是犯了语法错误,但在别人看来并非如此;而说“毁灭性的”阳性形式的人,看起来犯了错误,但实际上并没有犯语法错误。
Δῆλον οὖν ὅτι κἂν τέχνῃ τις τοῦτο δύναιτο ποιεῖν· διὸ πολλοὶ τῶν λόγων οὐ συλλογιζόμενοι σολοικισμὸν φαίνονται συλλογίζεσθαι, καθάπερ ἐν τοῖς ἐλέγχοις.
因此很明显,通过技术,人们也能够做到这一点;因此,许多论证虽然没有推论出语法错误,但看起来却推论出了语法错误,就像在见似的反驳中那样。
Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε, καὶ ὅταν ἡ πτῶσις μήτε ἄρρεν μήτε θῆλυ δηλοῖ ἀλλὰ τὸ μεταξύ.
几乎所有见似的语法错误都源于“这个”这个词,即当格变化既不表示阳性也不表示阴性,而是表示其中间的时候。
Τὸ μὲν οὗτος ἄρρεν σημαίνει, τὸ δ᾿ αὕτη θῆλυ· τὸ δὲ τοῦτο θέλει μὲν τὸ μεταξὺ σημαίνειν, πολλάκις δὲ σημαίνει κἀκείνων ἑκάτερον, οἷον τί τοῦτο;
“这个男人”表示阳性,“这个女人”表示阴性;而“这个东西”旨在表示中性,但往往也表示前两者中的每一个,例如,“这是什么?
Καλλιόπη, ξύλον, Κορίσκος.
”“卡利奥佩”、“木头”、“科里斯科斯”。
Τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος διαφέρουσιν αἱ πτώσεις ἅπασαι, τοῦ δὲ μεταξὺ αἱ μὲν αἱ δ᾿ οὔ.
因此,阳性和阴性的所有格变化都是有区别的,而中性的格变化则有些有区别,有些没有区别。
Δοθέντος δὴ πολλάκις τοῦτο, συλλογίζονται ὡς εἰρημένου τοῦτον· ὁμοίως δὲ καὶ ἄλλην πτῶσιν ἀντ᾿ ἄλλης.
因此,当“这个”被给定时,他们往往推论,就好像说的是 “这个男人”的宾格形式一样;同样地,他们也用一个格代替另一个格。
Ὁ δὲ παραλογισμὸς γίνεται διὰ τὸ κοινὸν εἶναι τὸ τοῦτο πλειόνων πτώσεων· τὸ γὰρ τοῦτο σημαίνει ὁτὲ μὲν οὗτος ὁτὲ δὲ τοῦτον.
谬误的产生是因为“这个”这一词对多个格是共通的;因为“这个”有时表示“这个男人”的主格形式,有时表示“这个男人”的宾格形式。
Δεῖ δ᾿ ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ οὗτος, μετὰ δὲ τοῦ εἶναι τὸ τοῦτον, οἷον ἔστι Κορίσκος, εἶναι Κορίσκον.
但它们应该交替地表示:在“是”之后应为“这个男人”的主格,而在“存在/作为”之后应为“这个男人”的宾格,例如“是科里斯科斯”,“作为科里斯科斯”的宾格形式。
Καὶ ἐπὶ τῶν θηλέων ὀνομάτων ὡσαύτως, καὶ ἐπὶ τῶν λεγομένων μὲν σκευῶν, ἐχόντων δὲ θηλείας ἢ ἄρρενος κλῆσιν.
对于阴性名词也是如此,对于那些被称为“器物”但具有阴性或阳性称呼的事物也是如此。
Ὅσα γὰρ εἰς τὸ ο̄ καὶ τὸ ν̄ τελευτᾷ, ταῦτα μόνα σκεύους ἔχει κλῆσιν, οἷον ξύλον, σχοινίον, τὰ δὲ μὴ οὕτως ἄρρενος ἢ θήλεος, ὧν ἔνια φέρομεν ἐπὶ τὰ σκεύη, οἷον ἀσκὸς μὲν ἄρρεν τοὔνομα, κλίνη δὲ θῆλυ.
因为凡是以omicron和nu结尾的,只有这些才具有器物的名称,例如“木头”、“绳子”;而那些不以其结尾的,则具有阳性或阴性的名称,其中有些我们应用于器物,例如“皮袋”是阳性名称,而“床”是阴性名称。
Διόπερ καὶ ἐπὶ τῶν τοιούτων ὡσαύτως τὸ ἔστι καὶ τὸ εἶναι διοίσει.
因此,在这类事物中,“是”和“存在/作为”也将以同样的方式有所区别。
Καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις ἐλέγχοις.
而且在某种程度上,语法错误类似于因“将不相似的事物以相似的方式表达”而产生的见似反驳。
Ὥσπερ γὰρ ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει σολοικίζειν· ἄνθρωπος γὰρ καὶ λευκὸν καὶ πρᾶγμα καὶ ὄνομά ἐστιν.
因为正如在前一种情况中,人们在事物层面上出错,在后一种情况中,人们是在名称层面上犯了语法错误;因为“人”和“白”既是事物,也是名称。
Φανερὸν οὖν ὅτι τὸν σολοικισμὸν πειρατέον ἐκ τῶν εἰρημένων πτώσεων συλλογίζεσθαι.
因此很明显,必须企图从上述的格变化中去推论语法错误。
Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μέρη τῶν εἰδῶν καὶ τρόποι οἱ εἰρημένοι.
那么,争论性论证的种类、这些种类的部分以及所提到的方法就是这些。
Διαφέρει δ᾿ οὐ μικρόν, ἐὰν ταχθῇ πως τὰ περὶ τὴν ἐρώτησιν πρὸς τὸ λανθάνειν, ὥσπερ ἐν τοῖς διαλεκτικοῖς.
然而,在问答中,如果为了隐藏意图而将提问的步骤进行某种排列,这将会带来不小的差别,正如在辩证术中那样。
Ἐφεξῆς οὖν τοῖς εἰρημένοις ταῦτα πρῶτον λεκτέον.
因此,接在已说之话后面,必须首先谈论这些事情。