§12Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων· περὶ δὲ τοῦ ψευδόμενόν τι δεῖξαι καὶ τὸν λόγον εἰς ἄδοξον ἀγαγεῖν (τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως) πρῶτον μὲν οὖν ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτήσεως συμβαίνει μάλιστα.
关于见似的反驳我们已经谈过了;但是关于证明某人在说谎以及把论证引向荒谬(因为这是诡辩企图的第二个目的),首先,这最主要是通过以某种方式提问以及通过询问的过程发生的。
Τὸ γὰρ πρὸς μηδὲν ὁρίσαντα κείμενον ἐρωτᾶν θηρευτικόν ἐστι τούτων· εἰκῇ γὰρ λέγοντες ἁμαρτάνουσι μᾶλλον· εἰκῇ δὲ λέγουσιν, ὅταν μηδὲν ἔχωσι προκείμενον.
因为在没有确定任何既定命题的情况下进行提问是猎取这些东西的场所;因为人们在信口开河时更容易犯错,而当他们没有任何预设的对象时,就会信口开河。
Τό τε ἐρωτᾶν πολλά, κἂν ὡρισμένον ᾖ πρὸς ὃ διαλέγεται, καὶ τὸ τὰ δοκοῦντα λέγειν ἀξιοῦν ποιεῖ τιν᾿ εὐπορίαν τοῦ εἰς ἄδοξον ἀγαγεῖν ἢ ψεῦδος· ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τούτων τι, ἄγειν πρὸς ἃ ἐπιχειρήματος εὐπορεῖ.
此外,即使讨论的对象已经确定,提出许多问题,并要求他们说出看起来是怎样的事,也会产生某种将对方引向荒谬或虚假的便利;不论被问者是肯定还是否定其中的任何一项,你都可以将他引向你拥有丰富论据的那些点上。
Δυνατὸν δὲ νῦν ἧττον κακουργεῖν διὰ τούτων ἢ πρότερον· ἀπαιτοῦνται γὰρ τί τοῦτο πρὸς τὸ ἐν ἀρχῇ.
然而,如今通过这些手段来进行恶作剧比以前不太可能了;因为人们要求说明“这与最初的问题有什么关系?
Στοιχεῖον δὲ τοῦ τυχεῖν ἢ ψεύδους τινὸς ἢ ἀδόξου τὸ μηδεμίαν εὐθὺς ἐρωτᾶν θέσιν, ἀλλὰ φάσκειν ἐρωτᾶν μαθεῖν βουλόμενον· χώραν γὰρ ἐπιχειρήματος ἡ σκέψις ποιεῖ.
”而获得某种虚假或荒谬的基本要素是,起初不直接询问任何主张,而是声称自己是因为想要学习而提问;因为探究的过程为论证创造了空间。
Πρὸς δὲ τὸ ψευδόμενον δεῖξαι ἴδιος τόπος ὁ σοφιστικός, τὸ ἄγειν πρὸς τοιαῦτα πρὸς ἃ εὐπορεῖ λόγων· ἔσται δὲ καὶ καλῶς καὶ μὴ καλῶς τοῦτο ποιεῖν, καθάπερ ἐλέχθη πρότερον.
为了证明某人说谎,诡辩术特有的论式是把讨论引向那些自己拥有丰富论据的方面;正如前面所说,做这件事既可以做得好,也可以做得不好。
Πάλιν πρὸς τὸ παράδοξα λέγειν σκοπεῖν ἐκ τίνος γένους ὁ διαλεγόμενος, εἶτ᾿ ἐπερωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέγουσι παράδοξον· ἔστι γὰρ ἑκάστοις τι τοιοῦτον.
再次,为了使人们说出荒谬的话,必须观察讨论者属于哪一个派别,然后询问这些人所说的、在大多数人看来是荒谬的事;因为每个派别都有这类事情。
Στοιχεῖον δὲ τούτων τὸ τὰς ἑκάστων εἰληφέναι θέσεις ἐν ταῖς προτάσεσιν.
而这些的基本要素是在前提中把握每个派别的主张。
Λύσις δὲ καὶ τούτων ἡ προσήκουσα φέρεται τὸ ἐμφανίζειν ὅτι οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον· ἀεὶ δὲ τοῦτο καὶ βούλεται ὁ ἀγωνιζόμενος.
针对这些所提出的适当解决方法是表明,这种荒谬的产生并非因为论证;而这正是争论者一直想要的。
Ἔτι δ᾿ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν.
此外,可以从人们的意愿和表面的意见中来导引。
Οὐ γὰρ ταὐτὰ βούλονταί τε καὶ φασίν, ἀλλὰ λέγουσι μὲν τοὺς εὐσχημονεστάτους τῶν λόγων, βούλονται δὲ τὰ φαινόμενα λυσιτελεῖν, οἷον τεθνάναι καλῶς μᾶλλον ἢ ζῆν ἡδέως φασὶ δεῖν καὶ πένεσθαι δικαίως μᾶλλον ἢ πλουτεῖν αἰσχρῶς, βούλονται δὲ τἀναντία.
因为他们所想的和所说的并不相同,相反,他们说的是最体面的论点,但他们期望的却是看起来有利的事情。 例如,他们说,人应该高尚地死去,而不应该愉快地活着;应该正义地贫穷,而不应该可耻地富有;但他们内心里期望的却是相反的事。
Τὸν μὲν οὖν λέγοντα κατὰ τὰς βουλήσεις εἰς τὰς φανερὰς δόξας ἀκτέον, τὸν δὲ κατὰ ταύτας εἰς τὰς ἀποκεκρυμμένας· ἀμφοτέρως γὰρ ἀναγκαῖον παράδοξα λέγειν· ἢ γὰρ πρὸς τὰς φανερὰς ἢ πρὸς τὰς ἀφανεῖς δόξας ἐροῦσιν ἐναντία.
因此,对于按照意愿说话的人,必须将他引向表面的意见;而对于按照这些意见说话的人,则必须将他引向隐藏的意愿;因为在这两种情况下,他们都不得不说出荒谬的话;因为他们要么会说与表面的意见相反的话,要么会说与隐藏的意见相反的话。
Πλεῖστος δὲ τόπος ἐστὶ τοῦ ποιεῖν παράδοξα λέγειν, ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ γέγραπται λέγων, καὶ οἱ ἀρχαῖοι δὲ πάντες ᾤοντο συμβαίνειν, παρὰ τὸ κατὰ φύσιν καὶ κατὰ τὸν νόμον· ἐναντία γὰρ εἶναι φύσιν καὶ νόμον, καὶ τὴν δικαιοσύνην κατὰ νόμον μὲν εἶναι καλὸν κατὰ φύσιν δ᾿ οὐ καλόν.
但是,使人们说出荒谬之言的最大论式,正如卡利克勒斯在《高尔吉亚篇》中被写下所说的那样,也是所有古代人都认为会发生的那样,是源于“自然”与“法律”之间的对立;因为自然与法律是相反的,而且正义按照法律是美好的,但按照自然却是不美好的。
Δεῖν οὖν πρὸς μὲν τὸν εἰπόντα κατὰ φύσιν κατὰ νόμον ἀπαντᾶν, πρὸς δὲ τὸν κατὰ νόμον ἐπὶ τὴν φύσιν ἄγειν· ἀμφοτέρως γὰρ εἶναι λέγειν παράδοξα.
因此,对于按照自然说话的人,必须按照法律来回答;而对于按照法律说话的人,则必须引向自然;因为在这两种方式下,都有可能使他们说出荒谬的话。
Ἦν δὲ τὸ μὲν κατὰ φύσιν αὐτοῖς τὸ ἀληθές, τὸ δὲ κατὰ νόμον τὸ τοῖς πολλοῖς δοκοῦν.
在他们看来,按照自然的是真理,而按照法律的是大多数人看起来如此的事情。
Ὥστε δῆλον ὅτι κἀκεῖνοι, καθάπερ καὶ οἱ νῦν, ἢ ἐλέγξαι ἢ παράδοξα λέγειν τὸν ἀποκρινόμενον ἐπεχείρουν ποιεῖν.
所以很明显,他们也像现在的人一样,企图要么反驳回答者,要么使他说出荒谬的话。
Ἔνια δὲ τῶν ἐρωτημάτων ἔχει ἀμφοτέρως ἄδοξον εἶναι τὴν ἀπόκρισιν, οἷον πότερον τοῖς σοφοῖς ἢ τῷ πατρὶ δεῖ πείθεσθαι, καὶ τὰ συμφέροντα πράττειν ἢ τὰ δίκαια, καὶ ἀδικεῖσθαι αἱρετώτερον ἢ βλάπτειν.
但是,有些提问会导致无论怎样回答都是荒谬的,例如:是应该服从智者还是服从父亲;是应该做有利的事还是做正义的事;以及,遭受不义还是伤害他人是更值得选择的。
Δεῖ δ᾿ ἄγειν εἰς τὰ τοῖς πολλοῖς καὶ τοῖς σοφοῖς ἐναντία, ἐὰν μὲν λέγῃ τις ὡς οἱ περὶ τοὺς λόγους, εἰς τὰ τοῖς πολλοῖς, ἐὰν δ᾿ ὡς οἱ πολλοί, ἐπὶ τὰ τοῖς ἐν λόγῳ.
必须将他们引向与大多数人和智者相反的事情;如果有人像辩论之士那样说话,就必须将他引向大多数人的意见;但如果他像大多数人那样说话,就必须将他引向辩论专家们的意见。
Φασὶ γὰρ οἱ μὲν ἐξ ἀνάγκης τὸν εὐδαίμονα δίκαιον εἶναι· τοῖς δὲ πολλοῖς ἄδοξον τὸ βασιλέα μὴ εὐδαιμονεῖν.
因为前者说幸福的人必然是正义的,但对大多数人来说,国王不幸福是荒谬的。
Ἔστι δὲ τὸ εἰς τὰ οὕτως ἄδοξα συνάγειν τὸ αὐτὸ τῷ εἰς τὴν κατὰ φύσιν καὶ κατὰ νόμον ὑπεναντίωσιν ἄγειν· ὁ μὲν γὰρ νόμος δόξα τῶν πολλῶν, οἱ δὲ σοφοὶ κατὰ φύσιν καὶ κατ᾿ ἀλήθειαν λέγουσιν.
而将结论引向这种荒谬的事情,与引向自然和法律之间的对立是一样的;因为法律是大多数人的意见,而智者则是按照自然和真理说话。