Humanitext Reader

亚里士多德 · 辩谬篇 §11#2

辩证术的普遍性与诡辩性驳斥的考察

第 12 段,共 29 段 · 希腊语

内容简介

通过安提丰的化圆为方和非医学的普遍论证等例子,作者阐明辩证术和检验术是不针对特定属的、具有普遍性和问答性的技术,这也解释了为何外行人也能在一定程度上进行考问和驳斥,并最终得出考察诡辩性驳斥是辩证家任务的结论。

§11#2Ἢ ὡς Ἀντιφῶν ἐτετραγώνιζεν.
或者像安提丰那样化圆为方。
Ἢ εἴ τις μὴ φαίη βέλτιον εἶναι ἀπὸ δείπνου περιπατεῖν διὰ τὸν Ζήνωνος λόγον, οὐκ ἰατρικός· κοινὸς γάρ.
或者,如果有人因为芝诺的论证而否认饭后散步是更好的,那么这个论证就不是医学性的,因为它是普通的。
Εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν τῷ ψευδογράφῳ πρὸς τὸν γεωμέτρην, οὐκ ἂν ἦν περὶ ἐκείνων ἐριστικός.
因此,如果争论者与辩证家的关系在一切方面都类似于作图错误者与几何学家的关系,那么争论者就不会在那些事上是争论性的。
Νῦν δ᾿ οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον, οὐδὲ δεικτικὸς οὐδενός, οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου.
但实际上,辩证家并不针对某一特定的属,也不证明任何事物,他也不是像处理普遍事物那样的研究者。
Οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, οὔτε εἰ εἴη, οἷόν τε ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι τὰ ὄντα.
因为既非所有事物都在某一个属中,即使在,存在的事物也不可能处于相同的原理之下。
Ὥστ᾿ οὐδεμία τέχνη τῶν δεικνυουσῶν τινὰ φύσιν ἐρωτητική ἐστιν· οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι· συλλογισμὸς γὰρ οὐ γίνεται ἐξ ἀμφοῖον.
因此,在证明某种自然属性的技术中,没有一门是问答性的;因为不能允许任由对方承认矛盾的任何一方;因为从两者中无法产生推论。
Ἡ δὲ διαλεκτικὴ ἐρωτητική ἐστιν.
而辩证术是问答性的。
Εἰ δ᾿ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν ἠρώτα.
如果它进行证明,哪怕不是证明一切,而是证明最初的和特有的原理,它就不会提问。
Μὴ διδόντας γὰρ οὐκ ἂν ἔτι εἶχεν ἐξ ὧν ἔτι διαλέξεται πρὸς τὴν ἔνστασιν.
因为如果对方不承认,它就无法再获得借以针对异议继续进行辩论的依据了。
Ἡ δ᾿ αὐτὴν καὶ πειραστική.
而同一门技术也就是检验术。
Οὐδὲ γὰρ ἡ πειραστικὴ τοιαύτη ἐστὶν οἵα ἡ γεωμετρία, ἀλλ᾿ ἣν ἂν ἔχοι καὶ μὴ εἰδώς τις.
因为检验术并不是像几何学那样的东西,而是即使不知道的人也可以拥有的。
Ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐδ᾿ ἐκ τῶν ἰδίων, ἀλλ᾿ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστιν ἃ εἰδότα μὲν οὐδὲν κωλύει μὴ εἰδέναι τὴν τέχνην, μὴ εἰδότα δ᾿ ἀνάγκη ἀγνοεῖν.
因为即使不知道该事物的人,也可以检验同样不知道的人,只要对方做出的让步不是基于他所知道的或特有的原理,而是基于推论出来的东西。 这些推论属于这样一类事物:知道它们并不妨碍一个人不知道该技术,但不知道它们则必然对该技术一无所知。
Ὥστε φανερὸν ὅτι οὐδενὸς ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστίν.
因此显然,检验术并不是关于任何特定事物的科学。
Διὸ καὶ περὶ πάντων ἐστί· πᾶσαι γὰρ αἱ τέχναι χρῶνται καὶ κοινοῖς τισίν.
所以,它也是关于一切事物的;因为所有的技术也使用某些共同的东西。
Διὸ πάντες καὶ οἱ ἰδιῶται τρόπον τινὰ χρῶνται τῇ διαλεκτικῇ καὶ πειραστικῇ· πάντες γὰρ μέχρι τινὸς ἐγχειροῦσιν ἀνακρίνειν τοὺς ἐπαγγελλομένους.
因此,所有人,甚至外行人,在某种程度上也使用辩证术和检验术;因为所有人都在一定程度上试图去考问那些自称有学问的人。
Ταῦτα δ᾿ ἐστὶ τὰ κοινά· ταῦτα γὰρ οὐδὲν ἧττον ἴσασιν αὐτοί, κἂν δοκῶσι λίαν ἔξω λέγειν.
而这些就是共同的东西;因为他们自己对这些东西的了解并不少,即使他们看起来说得很离谱。
Ἐλέγχουσιν οὖν ἅπαντες· ἀτέχνως γὰρ μετέχουσι τούτου οὗ ἐντέχνως ἡ διαλεκτική ἐστι, καὶ ὁ τέχνῃ συλλογιστικῇ πειραστικὸς διαλεκτικός.
因此,所有人都在进行驳斥;因为他们无技巧地参与了辩证术有技巧地做的事,而用推论技术进行检验的人则是辩证家。
Ἐπεὶ δ᾿ ἐστὶ πολλὰ μὲν ταῦτα καὶ κατὰ πάντων, οὐ τοιαῦτα δ᾿ ὥστε φύσιν τινὰ εἶναι καὶ γένος, ἀλλ᾿ οἷον αἱ ἀποφάσεις, τὰ δ᾿ οὐ τοιαῦτα ἀλλὰ ἴδια, ἔστιν ἐκ τούτων περὶ ἁπάντων πεῖραν λαμβάνειν, καὶ εἶναι τέχνην τινά, καὶ μὴ τοιαύτην εἶναι οἷαι αἱ δεικνύουσαι.
既然这些东西很多,且适用于一切事物,但它们又不像是一种特定的自然或属,而是像否定一样,而其他东西则不是这样,而是特有的,所以可以根据这些东西来对一切事物进行检验,并且存在着某种技术,而这种技术并不像那些进行证明的技术。
Διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων πάντῃ ὡς ὁ ψευδογράφος· οὐ γὰρ ἔσται παραλογιστικὸς ἐξ ὡρισμένου τινὸς γένους ἀρχῶν, ἀλλὰ περὶ πᾶν γένος ἔσται ὁ ἐριστικός.
因此,争论者在各方面与作图错误者的关系并不相同;因为他不是根据某个特定属的原理来进行谬误推论的人,相反,争论者将是针对每一个属的。
Τρόποι μὲν οὖν εἰσὶν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων· ὅτι δ᾿ ἐστὶ τοῦ διαλεκτικοῦ τὸ θεωρῆσαι περὶ τούτων καὶ δύνασθαι ταῦτα ποιεῖν, οὐ χαλεπὸν ἰδεῖν· ἡ γὰρ περὶ τὰς προτάσεις μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν.
因此,以上就是诡辩性驳斥的方式;而考察这些并能够做到这一点是辩证家的任务,这并不难看出;因为关于前提的方法包含这门考察的全部。

词汇与语法注释

  1. 8Ἢ ὡς Ἀντιφῶν ἐτετραγώνιζεν. — 承接前文的省略句,“或者像安提丰那样化圆为方[也是如此]”。紧接着前文中提到的布里森化圆为方,安提丰的方法也作为不属于几何学原理的争论性尝试的另一个例子被省略地提出。
  2. 8εἴ τις μὴ φαίη βέλτιον εἶναι ἀπὸ δείπνου περιπατεῖν διὰ τὸν Ζήνωνος λόγον, οὐκ ἰατρικός· — 这是一个带有希求法动词的条件从句(“如果有人因为芝诺的论证而否认饭后散步更好”),主句 `οὐκ ἰατρικός`(不是医学性的)省略了主语(应为 `ὁ λόγος`“该论证”)。因为芝诺关于运动的论证是共同的(普遍的)而非医学特有的,所以基于该论证的断言不能被视为医学论证。
  3. 9μὴ διδόντας γὰρ οὐκ ἂν ἔτι εἶχεν ἐξ ὧν ἔτι διαλέξεται πρὸς τὴν ἔνστασιν. — 现在分词 `μὴ διδόντας`(宾格)在此起条件作用,意为“如果他们[回答者]不承认[原理]”,并与主句 `οὐκ ἂν εἶχεν`(将不再拥有)共同构成虚拟语气的条件与归结。`ἐξ ὧν` 相当于 `ἐκ τούτων ἃ`(从那些用来...的前提),指代缺乏用以继续针对异议进行辩论的前提。

引用这一段

亚里士多德, 辩谬篇 §11#2. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:11%232

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。