Humanitext Reader

亚里士多德 · 辩谬篇 §11#1

检验术、辩证术与争辩术的区别

第 11 段,共 29 段 · 希腊语

内容简介

亚里士多德阐明了检验者的职责,并通过将争论术、诡辩术和辩证术与体育竞技中的不正当手段以及几何学中的错误作图进行类比,详细界定了它们之间的区别与联系。

§11#1Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν οὐ δεικνύντος ἐστίν, ἀλλὰ πεῖραν λαμβάνοντος.
此外,要求肯定或否定,并不是证明者的任务,而是检验者的任务。
Ἡ γὰρ πειραστική ἐστι διαλεκτική τις καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν ἀγνοοῦντα καὶ προσποιούμενον.
因为检验术是一种辩证术,它所考察的不是知道的人,而是不知道却假装知道的人。
Ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικός.
因此,按照事物的实际情况来考察共同点的人是辩证家,而表面上这样做的人则是诡辩家。
Καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος συλλογισμός, περὶ ὧν ἡ διαλεκτικὴ πειραστική ἐστι, κἂν ἀληθὲς τὸ συμπέρασμα ᾖ· τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι·
争论性的和诡辩性的推论,一方面是指在辩证术进行检验的那些事物上,即使结论是真实的,也是表面的推论;因为就“为什么”而言,它是具有欺骗性的。
καὶ ὅσοι μὴ ὄντες κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμοὶ δοκοῦσιν εἶναι κατὰ τὴν τέχνην.
同样,所有那些虽然不符合各门科学的方法,却似乎符合该技术的谬误推论也是如此。
Τὰ γὰρ ψευδογραφήματα οὐκ ἐριστικά (κατὰ γὰρ τὰ ὑπὸ τὴν τέχνην οἱ παραλογισμοί), οὐδέ γ᾿ εἴ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, οἷον τὸ Ἱπποκράτους ἢ ὁ τετραγωνισμὸς ὁ διὰ τῶν μηνίσκων.
因为作图中的错误并不是争论性的(因为这些谬误推论符合该技术之下的事物),即使有关于真理的错误作图也不是,例如希波克拉底的作图,或通过月牙形进行的化圆为方。
Ἀλλ᾿ ὡς Βρύσων ἐτετραγώνιζε τὸν κύκλον, εἰ καὶ τετραγωνίζεται ὁ κύκλος, ἀλλ᾿ ὅτι οὐ κατὰ τὸ πρᾶγμα, διὰ τοῦτο σοφιστικός.
但是,布里森化圆为方的方式,即使圆确实可以化为正方形,也是诡辩性的,因为它不符合事物的实际情况。
Ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος, καὶ ὁ κατὰ τὸ πρᾶγμα φαινόμενος συλλογισμός, κἂν ᾖ συλλογισμός, ἐριστικὸς λόγος· φαινόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστ᾿ ἀπατητικὸς καὶ ἄδικος.
因此,关于这些事物的表面推论是争论性的论证,而且符合事物实际情况的表面推论,即使它是推论,也是争论性的论证;因为它只是表面上符合事物实际情况,所以是欺骗性和不公正的。
Ὥσπερ γὰρ ἡ ἐν ἀγῶνι ἀδικία εἶδός τι ἔχει καὶ ἔστιν ἀδικομαχία τις, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία ἡ ἐριστική ἐστιν· ἐκεῖ τε γὰρ οἱ πάντως νικᾶν προαιρούμενοι πάντων ἅπτονται καὶ ἐνταῦθα οἱ ἐριστικοί.
因为正如竞技中的不公正具有某种特定形式并是一种不公正的战斗一样,在争论中,争论术就是一种不公正的战斗;因为在那里,那些决心不惜一切代价取胜的人会不择手段,而在这里的争论者也是如此。
Οἱ μὲν οὖν τῆς νίκης αὐτῆς χάριν τοιοῦτοι ἐριστικοὶ ἄνθρωποι καὶ φιλέριδες δοκοῦσιν εἶναι, οἱ δὲ δόξης χάριν τῆς εἰς χρηματισμὸν σοφιστικοί· ἡ γὰρ σοφιστική ἐστιν, ὥσπερ εἴπομεν, χρηματιστική τις ἀπὸ σοφίας φαινομένης, διὸ φαινομένης ἀποδείξεως ἐφίενται.
因此,那些为了胜利本身而这样做的人被认为是争论性和好斗的人,而那些为了获得能赚钱的名声而这样做的人则是诡辩性的;因为正如我们所说,诡辩术是一种从表面的智慧中谋利的金钱交易,因此他们追求表面的证明。
Καὶ τῶν λόγων τῶν αὐτῶν μέν εἰσιν οἱ φιλέριδες καὶ σοφισταί, ἀλλ᾿ οὐ τῶν αὐτῶν ἕνεκεν.
好斗的人和诡辩家使用相同的论证,但目的不同。
Καὶ λόγος ὁ αὐτὸς μὲν ἔσται σοφιστικὸς καὶ ἐριστικός, ἀλλ᾿ οὐ κατὰ ταὐτόν, ἄλλ᾿ ᾗ μὲν νίκης φαινομένης, ἐριστικός, ᾗ δὲ σοφίας, σοφιστικός·
相同的论证既是诡辩性的又是争论性的,但不是在同一个方面;相反,只要它是为了表面的胜利,它就是争论性的;只要它是为了表面的智慧,它就是诡辩性的。
καὶ γὰρ ἡ σοφιστική ἐστι φαινομένη σοφία τις ἀλλ᾿ οὐκ οὖσα.
因为诡辩术是一种表面的智慧,而不是真正的智慧。
Ὁ δ᾿ ἐριστικός ἐστί πως οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμετρικόν· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται καὶ ὁ ψευδογράφος τὸν γεωμέτρην.
而争论性论证与辩证家的关系,就如同作图错误者与几何学家的关系一样;因为它从与辩证术相同的来源出发来进行误导,正如作图错误者误导几何学家一样。
Ἀλλ᾿ ὁ μὲν οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ· ὁ δ᾿ ὑπὸ τὴν διαλεκτικὴν περὶ μὲν τἆλλα ὅτι ἐριστικός ἐσται δῆλον.
但后者不是争论性的,因为他是根据该技术之下的原理和结论来作错误图形的;而在辩证术之下的人,显然在其他事物上将是争论性的。
Οἷον ὁ τετραγωνισμὸς ὁ μὲν διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὁ δὲ Βρύσωνος ἐριστικός· καὶ τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἀλλ᾿ ἢ πρὸς γεωμετρίαν μόνον διὰ τὸ ἐκ τῶν ἰδίων εἶναι ἀρχῶν, τὸν δὲ πρὸς πολλούς, ὅσοι μὴ ἴσασι τὸ δυνατὸν ἐκ ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει γάρ.
例如,通过月牙形进行的化圆为方不是争论性的,而布里森的则是争论性的;前者除了仅适用于几何学之外不能被转用,因为它源自几何学特有的原理,而后者则可以被转用到许多人,即那些不知道在每门科学中什么是可能和什么是不可能的人身上;因为它会适用。

词汇与语法注释

  1. ¦1¦οὐ δεικνύντος ἐστίν, ἀλλὰ πεῖραν λαμβάνοντος — 表示所有或特征的属格(谓语属格),意为“属于……”或“是……的职责”。其主语是冠词限制的不定式短语 'tὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν'(要求肯定或否定)。
  2. ¦2¦τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι — 冠词限制的短语 'τοῦ διὰ τί'(“为什么”或原因)是属格,受形容词 'ἀπατητικός'(具有欺骗性的)支配,表示该论证在何种层面上具有欺骗性;即虽然结论为真,但在实际原因上却误导了人。
  3. ¦3¦Ἀλλ᾿ ὡς Βρύσων ἐτετραγώνιζε τὸν κύκλον ..., ἀλλ᾿ ὅτι οὐ κατὰ τὸ πρᾶγμα, διὰ τοῦτο σοφιστικός — 以 'ὡς Βρύσων...' 开始的结构形成了一个无主句/破格句(anacoluthon),开头的 'ὡς' 从句由后半部分的 'ἀλλ᾿ ὅ提... διὰ τοῦτο σοφιστικός'(但因为不符合事物的实际情况,所以出于这个原因它是诡辩性的)相呼应,主系动词(如“是”)需从上下文中补充。
  4. ¦6¦Ὁ δ᾿ ἐριστικός ἐστί πως οὕτως ἔχων πρὸς τὸν διαλεκτικὸν — 分词 'ἔχων'(源自表示不及物状态“处于……状态”的 'ἔχω')与副词 'οὕτως' 及系动词 'ἐστί' 结合,构成了迂回谓语,当后面接 'πρός' 伴随宾格时,表示“与……处于这样一种关系中”。

引用这一段

亚里士多德, 辩谬篇 §11#1. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg040.humanitext-grc1:11%231

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。