§2.3.9Ἔτι κοινῶς οὐχ εὑρίσκομεν φυτὸν ἐν χιόνι, πλὴν βλέπομέν ποτε φυτὸν φαινόμενον ἐν αὐτῇ, καί τινα ζῷα, καὶ ἐξαιρέτως ἕλμινθας.
此外,一般而言,我们在雪中找不到植物,除非有时我们会看到其中出现植物和某些动物,尤其是蠕虫。
Οὗτοι γὰρ γεννῶνται ἐν τῇ χιόνι, καὶ φλόμος, καὶ πᾶσαι βοτάναι πικραί.
因为这些是在雪中产生的,毛蕊花以及所有苦草也是如此。
Ἀλλ’ ἡ χιὼν οὐ ζητεῖ προχωρεῖν ἐπὶ τούτῳ, ἂν μὴ καὶ συζευχθείη τις αἰτία ἐν αὐτῇ.
但除非其中结合了某种原因,否则雪并不会寻求朝此方向发展。
§2.3.10Καὶ αὕτη ἐστὶν ὅτι ἡ χιὼν κατέρχεταί ποτε ὁμοία καπνῷ, συμπήγνυσί τε ταύτην ἄνεμος καὶ συσφίγγει ἀήρ.
而这个原因就在于,雪有时像烟一样降下,风使其凝结,空气使其紧缩。
Πλῆν γίνεται καὶ ἀραιότης τις ἐν τοῖς μέρεσιν αὐτῆς· κατέχεται γὰρ ἐν τούτοις θερμόν τι μέρος ἀέρος, μένει τε ἐξ αὐτοῦ καὶ ὕδωρ σεσημμένον.
不过,在它的各部分之中也产生了一种稀疏;因为在这些部分中包含着一部分温暖的空气,并由于它而留下了腐化的水。
§2.3.11Ὅταν γοῦν ὁ ἀὴρ ὁ ἐγκεκλεισμένος πλείονος γένηται πλατύνσεως καὶ ὁ ἥλιος παρουσιάσηται, ἀπορρήγνυται ὁ ἀὴρ ὁ συμπιληθεὶς ἐν τῇ χιόνι, καὶ φαίνεται ἡ ὑγρότης ἡ σεσημμένη, ἥτις καὶ συμπήγνυται μετὰ τῆς θερμότητος τοῦ ἡλίου· καὶ οὕτω φύονταί τινες βοτάναι,
因此,当封闭的空气变得更加膨胀且太阳显现时,在雪中被压缩的空气便会破裂,从而显现出腐化的水分,而这水分也随太阳的热量而凝结;如此便生出某些草。
§2.3.12Ἐὰν δὲ ᾖ ὁ τόπος περικεκαλυμμένος, οὐ γίνονται ἐν αὐτῷ βοτάναι ἀλλ’ ἢ ἄνευ φύλλων· ἀπεχώρησε γὰρ ἀπ’ αὐτοῦ ἡ εὐκρασία τῆς γῆς, ἡ ὁμογενὴς αὐτῇ, Ὄθεν ἄνθη καὶ φύλλα ἐν βοτάναις μικραῖς μεμιγμένα εὑρίσκονται ἐν τόποις κεκραμένοις καθαρῶς δι’ ἀέρος καὶ ὕδατος· ἐν ἑτέροις δὲ μὴ τοιούτοις σπάνιά εἰσι τὰ ἄνθη καὶ τὰ φύλλα τῶν φυτῶν τῶν συμβαινόντων ἐν τῇ χιόνι.
但如果该处被遮盖,其中便不生出植物,除非是无叶的植物;因为与该植物同类的、大地的适度调和已经离它而去。 因此,在由空气和水纯净地调和的地方,可以发现混在小草中的花和叶;但在其他非此类的地方,生在雪中的植物的花和叶是稀少的。
§2.3.13Ὁμοίως καὶ ἐν τόποις πολλοῖς ἁλμυροῖς καὶ ξηροῖς ὡς ἐπὶ τὸ πλεῖστον οὐ φαίνεται φυτόν.
同样,在许多咸而干燥的地方,大抵也看不见植物。
Οὖτοι γὰρ οἱ τόποι πόρρω εἰσὶν εὐκρασίας· ἐλαττονεῖται γὰρ ἡ γῆ, ἐξ ἦς μακράν εἰσιν ὑγρότης καὶ θερμότης, ἅπερ εἰσὶ διὰ γλυκέος ὕδατος.
因为这些地方远离适度调和;因为水分和热量(这些是通过淡水而存在的)远离了大地,大地因而衰退。
Τίνεται δέ ποτε ἡ γλυκερὰ γῆ νεκρά, καὶ τότε οὐ γεννῶνται ὀξέως ἐν αὐτῇ βοτάναι.
有时,肥沃的土地会变得死寂,那时其中便不会迅速产生草。
§2.3.14Ἐν τόποις δὲ θερμοῖς, ὅπου ἔστιν ὕδωρ γλυκὺ καὶ θερμότης πολλή, προφθάνει πέψις ἐκ τῶν δύο μερῶν, ἐκ τῆς διαθέσεως τοῦ τόπου μετὰ καὶ τοῦ ἀέρος τοῦ ἐν αὐτῷ ὑπάρχοντος.
但在温暖的地方,凡有淡水和充足热量之处,熟化从两方面得以促进,即从该处的状态以及其中存在的空气。
Ἡ δὲ πέψις τοῦ ἀέρος ἐκ τῆς θερμότητός ἐστι τοῦ ἡλίου τῆς ἐν ἐκείνῳ τῷ τόπῳ.
而空气的熟化是由于该处太阳的热量。
Ἐντεῦθεν καὶ τὰ ὄρη ἐφέλκονται ὑγρότητα, βοηθεῖ τε αὐτοῖς καὶ ἡ θερμότης τοῦ ἀέρος.
由此,山脉也吸引水分,而空气的热量也对它们有所助益。
§2.3.15Ἐπισπεύδει δὲ καὶ ἡ πέψις· καὶ διὰ τοῦτο τὰ φυτὰ ὡς ἐπὶ τὸ πολὺ ἐν τοῖς ὄρεσι φύονται.
熟化也得以加速;因此,植物大抵生长在山中。
Ἐν δὲ τοῖς ψάμμοις νικᾷ, ὡς προέφημεν, ἡ ἀλμυρότης, καὶ ἀπομένουσιν ἐν τοῖς μέρεσι τῆς ψάμμου ἀραιότητες ὅμοιαι πρὸς ἀλλήλας.
但在沙地中,正如我们先前所说,咸味占了上风,在沙的各部分中留下了彼此相似的稀疏。
§2.3.16Ὁ τοίνυν ἥλιος οὐκ ἔχει δύναμιν ἵνα ἐν αὐταῖς ἀπαρτίσῃ καὶ βεβαιώσῃ συνέχειαν οὐσίας.
因此,太阳没有力量在其中完成并确立物质的连续性。
Τῷ τοι καὶ φυτὰ ἐν αὐταῖς ὡς τὰ πολλὰ οὐ γίνονται· εἰ δὲ καὶ γίνονται, οὐ κατὰ εἴδη ἴδια καὶ διάφορα, ἀλλὰ κατὰ εἴδη ὅμοια πρὸς ἄλληλα.
因此,其中大抵不生出植物;即使生出,也不是按照它们各自独特且多样的物种,而是按照彼此相似的物种。