§1.6.1Πάλιν τῶν ἀρωματοφόρων δένδρων τινῶν μὲν ἡ ῥίζα ἀρωματική ἐστιν, τινῶν ὁ φλοιός, τινῶν τὸ ξύλον· ἄλλων τὰ μέρη ὅλα εἰσὶν ἀρωματικά, ὡς τὸ βάλσαμον.
再次,在产香树木中,有些是根部有香味,有些是树皮,有些是木质部;而其他的则是所有部分都有香味,如香脂木。
Πάλιν τῶν δένδρων τὰ μὲν γεννῶνται ἐκ σπέρματος, τὰ δὲ δι’ ἑαυτῶν.
再次,在树木中,有些是由种子产生的,有些是自生的。
§1.6.2Καὶ πάλιν τὰ μὲν ἀπὸ ῥιζῶν ἐκσπῶνται καὶ μεταφυτεύονται, τὰ δὲ ἐκ τοῦ φιτροῦ, τὰ δὲ ἐκ τῶν κλάδων ἢ ἀπὸ τοῦ σπέρματος.
此外,有些是从根部拔出并移植的,有些是从树干,有些是从枝条或种子[培育]的。
Καὶ τινὰ μὲν δι’ ἑαυτῶν κατὰ μικρὸν ἐκτείνονται, τινὰ δὲ ἐν τῇ γῇ.
有些通过自身逐渐延伸,有些则在泥土中[延伸]。
Καὶ τινὰ μὲν ἐν τοῖς δένδροις φυτεύονται, ὡς τὰ ἐγκεντριζόμενα.
有些被种植在树木中,例如被接枝的那些。
Ἔστι δὲ βελτίων ὁ ἐγκεντρισμὸς ὁμοίων εἰς ὅμοια.
同种接在同种上是更好的接枝方式。
§1.6.3Ἔστι δὲ καὶ ἀναλογία ἄλλη τις, δι’ ἦς ἀρίστως συμβαίνουσι τὰ ἀνόμοια, ὡς αἱ μηλέαι μετὰ τῶν ὀχνῶν.
也有另一种比例关系,通过它,不同种类的树木能够最完美地结合,如苹果树与梨树[接枝]。
Ἐν δὲ τοῖς ὁμοίοις, ὡς συκῆ ἐν συκῇ καὶ ἄμπελος ἐν ἀμπέλῳ καὶ ἀμυγδαλῆ ἐν ἀμυγδαλῇ,
而在同种树木中,如无花果接在无花果上,葡萄接在葡萄上,扁桃接在扁桃上。
§1.6.4Ἔστι δὲ καὶ ἄλλος ἐμφυλλισμὸς ἐν ἄλλοις διαφόροις γένεσιν, ὡς ἀρτεμισία εἰς ἀγρίαν ἀρτεμισίαν καὶ καλλιέλαιος εἰς ἀγριέλαιον καὶ ἡ μορέα εἰς πολλὰ δένδρα.
在其他不同的属中也有另一种叶芽接法,如艾草接在野艾草上,优质橄榄接在野橄榄上,以及桑树接在许多树木上。
Τῶν δένδρων πάλιν τὰ ἄγρια καὶ τὰ κηπαῖα, καὶ πᾶν φυτὸν οὐ προάγει σπέρμα ὅμοιον τῷ σπέρματι ἐξ οὗ ἀνεφύη ἕκαστον.
再次,在野生和栽培的树木中,所有的植物都不会产出与其自身所生之种子完全相同的种子。
§1.6.5Τινὰ γὰρ κρεῖττον σπέρμα ποιοῦσι, τινὰ χεῖρον.
因为有些会产生更好的种子,有些会产生更差的。
Καὶ ἐκ τινῶν κακῶν σπερμάτων καλὰ δένδρα προβαίνουσιν, ὡς τὰ ἐξ ἀμυγδαλῆς μικρᾶς καὶ ῥοιᾶς ὀξώδους.
也有从某些坏种子中长出好树木的情况,如从小扁桃和酸石榴[种子中长出的树木]。
Τινῶν δένδρων πάλιν σπέρμα ἂν ἀσθενὲς γένηται, ἐκλείπει τὸ γενέσθαι καλὰ αὐτά, ὡς αἱ πεῦκαι καὶ οἱ φοίνικες.
再次,某些树木的种子如果变得衰弱,它们自身就无法长成优良的树木,如松树和椰枣。
§1.6.6Οὐ προέρχονται δὲ ῥᾳδίως ἐκ σπέρματος κακοῦ καλὰ δένδρα, οὐδ’ ἐκ σπέρματος ἀγαθοῦ κακὰ δένδρα.
然而,好树木不易从坏种子中长出,坏树木不易从好种子中[长出]。
Τὸ δὲ ἐκ πονηροῦ γενέσθαι ἀγαθόν, καὶ τὸ ἐναντίον, ἐν τοῖς ζῴοις πολλάκις εὑρίσκεται.
但在动物中,常常发现从劣质产生优质,以及相反的情况。
Πάλιν δένδρον τὸ ἔχον σκληρὸν λίαν τὸν φλοιὸν στεῖρον ἀποκαθίσταται· ἐὰν δὲ σχισθῇ ἡ ῥίζα αὐτοῦ καὶ τῇ σχισμῇ λίθος ἐμβληθῇ, εὔφορον γίνεται.
再次,树皮极硬的树木会变得不育;但如果它的根被剖开,并在裂缝中夹入一块石头,它就会变得多产。
§1.6.7Ἐν δὲ τοῖς φοίνιξιν ἂν φύλλα ἢ ψῆνες ἢ φλοιὸς τοῦ ἄρρενος φοίνικος τοῖς φύλλοις τοῦ θήλεος συντεθείη, ἵνα πως συναφθῶσι, ταχέως πεπαίνονται οἱ καρποί, κωλύεται δὲ καὶ ἡ πτῶσις αὐτῶν, Διακρίνεται δὲ ὁ ἄρρην ἀπὸ τοῦ θήλεος, ὅτι πρώτως βλαστάνουσι τὰ τούτου φύλλα, ἅ εἰσι παρὰ τὰ τοῦ θήλεος μικρότερα· ἀλλὰ καὶ διὰ τῆς εὐωδίας.
但在椰枣中,如果将雄椰枣的叶子、瘿蜂或树皮与雌椰枣的叶子放在一起,使其能够以某种方式结合,果实就会迅速成熟,并且其脱落也会被阻止。 雄性与雌性的区别在于,前者的叶子首先发芽,且比雌性的叶子小;但也可以通过香气来区分。
§1.6.8Ἀλλαχοῦ δὲ ἔκ τινος τούτων ἢ ἐκ πάντων συμβαίνει.
而在其他地方,这可以通过其中之一或全部来实现。
Τυχὸν δὲ καὶ εἰ ἐκ τῆς εὐωδίας τοῦ ἄρρενος ἐπαγάγῃ τι ἄνεμος πρὸς τὸν θῆλυν, πεπαίνονται καὶ οὕτως οἱ καρποί, ὥσπερ ὁπόταν τὰ φύλλα τοῦ ἄρρενος τῷ θήλει ἀπαιωρῶνται.
也许,如果风将雄性的一些香气吹向雌性,果实也会这样成熟,就像雄性的叶子被悬挂在雌性附近时一样。
§1.6.9Συκαῖ ὡσαύτως ἄγριαι εἰς τὴν γῆν ἐξαπλωθεῖσαι συμβάλλονται τὰ πολλὰ ταῖς κηπαίαις συκαῖς.
同样,铺展在地面上的野无花果在很大程度上对栽培无花果有所帮助。
Τὰ βαλαύστια ταῖς ἐλαίαις συμβάλλουσιν, ὅταν ὁμοῦ φυτεύωνται.
野石榴花与橄榄一起种植时,也对橄榄有所帮助。