§1.7.1Πάλιν τῶν φυτῶν τινὰ μεταλλάττονται, ὡς φασίν, εἰς ἄλλο εἶδος, ὡς ἡ καρύα, ὅταν γηράσῃ.
再次,在植物中,据人们所说,有些植物在变老时会变成另一种,如胡桃树。
Λέγουσι πάλιν ὡς ἡ καλαμίνθη μεταβάλλεται εἰς ἡδύοσμον· καὶ τὸ τράγιον δὲ τμηθὲν καὶ φυτευθὲν παρὰ τὴν θάλασσαν τυχὸν ἔσται σισύμβριον.
他们再次说,野薄荷会变成香薄荷;而山羊草如果被剪切并种植在海边,也许会变成豆瓣菜。
Φασὶ πάλιν ὡς ὁ σῖτος καὶ τὸ λίνον μεταβάλλονται εἰς ἕτερον εἶδος, §1.7.2Βελένιον δὲ τὸ δηλητηριῶδες, τὸ γινόμενον ἐν τῇ Περσίδι, μεταφυτευόμενον ἐν Αἰγύπτῳ ἢ ἐν Παλαιστίνῃ γίνεται βρώσιμον.
他们再次说,小麦和亚麻会变成另一种类型,而在波斯生长的有毒天仙子,移植到埃及或巴勒斯坦后会变得可食用。
Ὡσαύτως ἀμυγδαλῆ καὶ ῥοιὰ μεταβάλλονται ἀπὸ τῆς ἰδίας κακίας διὰ γεηπονίαν εἰς τὸ χρηστότερον.
同样,扁桃和石榴通过耕作,也会从自身的劣质转变为更优良的性质。
§1.7.3Ἀλλ’ αἱ ῥοιαὶ μὲν χοιρείας κόπρου ἐμβεβλημένης ταῖς ῥίζαις, καὶ δι’ ὕδατος γλυκέος καὶ ψυχροῦ ποτιζόμεναι βελτιοῦνται· ἀμυγδαλαῖ δὲ ἥλων ἐμπηγνυμένων αὐταῖς, καὶ κόμεος διὰ πολλοῦ κάρου ἐντεῦθεν ἐκβαλλομένου.
也就是说,石榴通过在根部施以猪粪并用甘甜冰凉的水灌溉而得以改善;而扁桃则通过在其中钉入钉子,从而使其在处于某种麻痹状态下排出大量分泌液而得以改善。
Πολλὰ δὲ φυτὰ ἄγρια διὰ ταύτης τῆς ἐπιτεχνήσεως γίνονται κηπαῖα.
许多野生植物通过这种人工技术变成了栽培植物。
§1.7.4Τόπος δὲ καὶ γεηπονία σφόδρα τούτοις συμβάλλονται, καὶ μᾶλλον ὁ τοῦ ἔτους καιρός, οὗ χρῄζουσι μᾶλλον οἱ φυτευταί, Πάλιν τῶν φυτῶν τὰ πλείονα φυτεύονται ἐν ἔαρι, ὀλίγα ἐν χειμῶνι καὶ φθινοπώρῳ, καὶ ὀλίγιστα ἐν θέρει μετὰ τὴν ἐπιτολὴν τοῦ κυνάστρου.
土地和耕作对此大有帮助,而种植者更需要的一年中的季节则更是如此。 再次,大多数植物在春季种植,少数在冬季和秋季,极少数在天狼星升起后的夏季种植。
§1.7.5Ἐν ὀλίγοις δὲ τόποις γίνεται ἡ τοιαύτη φυτεία, καὶ οὐδέποτε γίνεται εἰ μὴ ἀραιός, ὡς ἐν τῇ Ρώμῃ κατὰ τήνδε τὴν ὥραν.
这种种植仅在少数地方进行,且除非罕见情况否则绝不进行,如在罗马的这个季节。
Ἐν Αἰγύπτῳ δὲ οὐ γίνεται ἡ φυτεία εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ, Πάλιν τινὰ τῶν φυτῶν ἐκ τῶν οἰκείων ῥιζῶν φύλλα προβάλλονται, τινὰ ἐκ τῶν οἰκείων κομέων ἢ ἐκ τῶν οἰκείων ξύλων.
而在埃及,种植一年只进行一次。 再次,有些植物从它们自己的根部发出叶子,有些则从它们自己的树冠或木质部发出。
§1.7.6Καὶ τινὰ μὲν πλησίον τῆς γῆς, τινὰ δὲ πόρρω, τινὰ ἐν μέσῳ.
有些在靠近地面的地方,有些在远处,有些在中间。
Καὶ τινὰ μὲν ἅπαξ τοῦ ἐνιαυτοῦ καρποφοροῦσι, τινὰ δὲ πλειστάκις, ἀλλ’ οὐ πεπαίνονται οἱ καρποὶ αὐτῶν, ἀπομένουσι δὲ ὠμοί,
有些一年结果一次,有些结果多次,但它们的果实并不成熟,而是保持青绿。
§1.7.7Καὶ τινὰ δένδρα εἰσὶν εὔφορα διὰ πολλῶν χρόνων, ὡς αἱ συκαῖ· τινὰ ἐν ἑνὶ καρποφοροῦσιν ἔτει, ἐν δὲ τῷ ἑτέρῳ ἀνακτῶνται ἑαυτά, ὡς αἱ ἐλαῖαι πολλοὺς κλάδους προβαλλόμεναι, οἷς καὶ περικαλύπτονται.
有些树木多年多产,如无花果;有些在一年结果,在另一年则自我恢复,如长出许多枝条并用其覆盖自身的橄榄。
Καὶ τινὰ μὲν τῶν φυτῶν εὐφορώτερά εἰσιν ἐν γήρᾳ, τινὰ δὲ ἐκ τοῦ ἐναντίου μᾶλλον καρποφοροῦσιν ἐν νεότητι, ὡς ἀμυγδαλαῖ καὶ ὄχναι καὶ αἴγειροι.
有些植物在老年时更多产,而另一些相反,在年轻时更多结果,如扁桃、梨树和黑杨。
§1.7.8Ἡ διαφορὰ δὲ τῶν φυτῶν τῶν ἀγρίαν καὶ τῶν κηπαίων διακρίνεται δι’ ἀρρένων καὶ θηλέων, ὁπόταν ἕκαστον αὐτῶν γνωρισθείη διὰ τῶν ἰδιωμάτων τῶν εὑρισκομένων ἐν αὐτοῖς, ὅτι τὸ μὲν ἄρρεν ἐστὶ πυκνότερον σκληρότερον καὶ πολυκλονώτερον, ἧττον ὑγρόν, καὶ ταχύτερον εἰς πέπανσιν, καὶ φύλλα ἔχον διάφορα καὶ παραφυάδας.
野生植物和栽培植物的区别在于雌雄之分,每当通过在它们之中发现的特有性质来识别它们时。 也就是说,雄性更密集、更坚硬、分支更多、水分更少、成熟更快,且具有不同的叶子和侧芽。
Τὸ δὲ θῆλυ ἐπ’ ἔλαττον ἔχει ταῦτα.
而雌性在较小程度上具有这些特征。
§1.7.9Δεῖ τοίνυν, ὅταν κατανοήσωμεν ταῦτα, πάλιν στοχάσασθαι πῶς ἂν γνοίημεν τὰ δένδρα καθ’ αὐτὰ καὶ τὰ γένη καθ’ αὐτά.
因此,当我们理解了这些之后,必须再次探讨我们如何能够认识树木本身以及属本身。
Καὶ περὶ τῶν βοτανῶν ὡσαύτως, πῶς ἂν κατανοήσωμεν ἃ εἶπον οἱ παλαιοί.
对于草本植物也是如此,我们如何能够理解古人所说的话。
Πῶς;
如何做到?
§1.7.10Ἐὰν ἐπιμελῶς σκοπήσωμεν τὰς βίβλους αὐτῶν, ἂς ἔγραψαν, καὶ δυνηθείημεν διερευνῆσαι τούτων τὸν μυελὸν ἐρεύνῃ συνοπτικῇ, καὶ γνωρίσαι βοτάνας τὰς ἐλαιώδεις καὶ βοτάνας τὰς σπέρμα μόνον ἐχούσας, καὶ τὰς βοήθειαν χορηγούσας, καὶ τὰς ἰατρικὰς καὶ τὰς φθοροποιούς.
如果我们仔细研究他们所写的书籍,并能通过综合研究探寻其中的髓核,从而识别出多油的草本、仅含有种子的草本、提供效用的草本、药用草本以及有害的草本。
Ὡσαύτως καὶ τὰ δένδρα μετὰ τῶν βοτανῶν.
对于树木和草本也同样如此。
§1.7.11Πρὸς δὲ τὸ μαθεῖν καὶ τὰς αἰτίας αὐτῶν ὀφείλομεν ζητῆσαι τὴν γένεσιν τούτων, πῶς τινὰ μὲν γεννῶνται ἐν τισὶ τόποις, ἐν ἄλλοις δ’ οὔ· ἔτι δὲ καὶ τὰς φυτείας αὐτῶν καὶ τὰς ῥίζας, καὶ τὰς διαφορὰς τῶν χυλῶν καὶ τῶν ὀδμῶν καὶ τοῦ γάλακτος καὶ τοῦ κόμεος, καὶ τὴν χρηστότητα καὶ τὴν κακίαν ἑκάστων, καὶ τὰς διαμονάς, πῶς τινῶν μὲν διαμένουσιν οἱ καρποὶ τινῶν δ’ οὔ, καὶ δι’ ἣν αἰτίαν τινῶν μὲν σήπονται συντόμως τινῶν δὲ βραδέως, ἐρευνῆσαί τε καὶ τὰς ἰδιότητας τῶν φυτῶν, καὶ μᾶλλον τῶν ῥιζῶν· καὶ πῶς τινῶν μὲν καρποὶ μαλθάσσονται, τινῶν δ’ οὔ· καὶ πῶς τινὲς ἀφροδίτην προκαλοῦνται, τινὲς δὲ ὕπνον, τινὲς δὲ καὶ διαφθείρουσι, καὶ πολλὰς ἄλλας διαφοράς· καὶ πῶς τινῶν μὲν οἱ καρποὶ ποιοῦσι γάλα, τινῶν δ’ οὔ Β. Τὸ δένδρον τρεῖς ἔχει δυνάμεις, πρώτην ἐκ τοῦ γένους τῆς γῆς, δευτέραν ἐκ τοῦ γένους τοῦ ὕδατος, τρίτην ἐκ τοῦ γένους τοῦ πυρός.
为了了解它们的原因,我们应当探寻它们的生成,即为什么有些生长在某些地方,而在其他地方却不生长;进而还要研究它们的种植和根部,以及汁液、气味、乳汁和分泌液的差异,每一个的优良与低劣,以及它们的持久性,即为什么有些果实能够保存而有些不能,以及由于什么原因有些果实迅速腐烂而有些缓慢腐烂;并探究植物的特性,尤其是根部的特性;以及为什么有些果实会变软而有些不会;为什么有些会引起性欲,有些会诱导睡眠,有些甚至会致命,以及许多其他的差异;以及为什么有些果实会产生乳汁而有些不会。 B. 树木具有三种力量:第一种来自大地的类别,第二种来自水的类别,第三种来自火的类别。
Ἀπὸ τῆς γῆς γάρ ἐστιν ἡ ἔκφυσις τῆς βοτάνης, ἀπὸ τοῦ ὕδατος ἡ σύμπηξις, ἀπὸ τοῦ πυρὸς ἡ ἕνωσις τῆς συμπήξεως τοῦ φυτοῦ.
因为草本的萌发来自大地,凝固来自水,而植物凝固物的结合则来自火。
Βλέπομεν δὲ πολλὰ τούτων καὶ ἐν τοῖς ὁστρακώδεσιν.
我们在贝壳类动物中也经常看到许多这样的特征。