§1.4.9Λάχανα δέ εἰσι τὰ ἔχοντα πολλοὺς φιτροὺς ἐκ d μιᾶς ῥίζης καὶ πολλοὺς κλάδους, ὡς τὸ πήγανον, αἱ κράμβαι καὶ τὰ τοιαῦτα.
而蔬菜是指像芸香、甘蓝及此类植物那样,从单一的根部生出许多茎干和许多枝条的植物。
Εἰσὶ δὲ καὶ βοτάναι αἵτινες οὐκ ἔχουσι φιτρὸν ἐκ τῆς οἰκείας ῥίζης, ἀλλὰ παραυτίκα φέρουσι φύλλα.
此外,也有一些草本植物,它们并不从自己的根部生出茎干,而是立即长出叶子。
§1.4.10Καὶ τινὰ μὲν κατὰ πάν ἔτος γεννῶνται καὶ ξηραίνονται, ὡς σῖτος καὶ τὰ παραπλήσια, τινὰ δ’ οὔ.
并且,有些植物像小麦及类似植物那样,每年生长并枯萎,但有些则不然。
Οὐ δυνάμεθα δὲ ταῦτα πάντα ἐπίστασθαι εἰ μὴ διὰ συλλογισμῶν καὶ παραδειγμάτων καὶ ὑπογραφῶν.
若非通过推论、实例和描述,我们便无法理解所有这些事情。
Πάλιν εἰσὶ βοτάναι εἰς δύο ἄκρα κλίνουσαι, ὡς τὸ λεγόμενον λάχανον βασιλικόν.
此外,也有一些草本植物倾向于两个极端,例如所谓的“皇室蔬菜”。
§1.4.11Εἰσὶ δὲ ἄλλαι αἱ λεγόμεναι ἐν ταὐτῷ βοτάναι καὶ λάχανα· καί τινες ἄλλαι αἳ ἐν τῷ γεννάσθαι μὲν πρώτως φαίνονται ἐν σχήματι στάχυος, μετὰ ταῦτα δὲ γίνονται δένδρα, ὡς οἱ Ἀραβικοὶ βέντελοι καὶ τὸ φυτὸν τὸ λεγόμενον ἡλιοσκόπιον.
还有其他一些植物,同时被称为草本植物和蔬菜;另有一些植物,在最初生长时呈现出麦穗的形状,但之后却变成了树木,如阿拉伯的“奔特洛”和被称为“向阳草”的植物。
§1.4.12Μυρσίνη δὲ καὶ μηλέα καὶ ὄχνη καὶ τὰ λοιπὰ ὅμοια δένδρα εἰς τοῦτο τὸ γένος περιέχονται, ὦν πολλοὶ καὶ μάταιοί εἰσι κλάδοι, ἐκ τῶν ῥιζῶν αὐτῶν φυόμενοι.
香桃木、苹果、梨以及其他类似的树木都包含在这一类中,它们的根部生出许多无用的枝条。
Καὶ διὰ τοῦτο πρέπον προσδιορίζειν ταῦτα, ἵνα ὦσιν εἰς παράδειγμα καὶ συλλογισμόν· οὐ γὰρ ὀφείλομεν διερευνᾶν ὁρισμούς ἐν πᾶσι,
因此,为了使它们有助于实例和推论,对这些进行界定是妥当的;因为我们不应该在所有事情上都去寻求定义。
§1.4.13Πάλιν τῶν φυτῶν τὰ μέν εἰσὶ κατοικίδια, τὰ δὲ κηπαῖα, καὶ ἕτερα ἄγρια.
此外,在植物中,有些是驯化的,有些是庭园的,有些则是野生的。
Τοιουτοτρόπως δὲ λέγομεν ὄχνας καὶ ἄλλα τοιαῦτα εἴδη φυτῶν ἄγρια, ὅτι οὐκ εἰσὶν ἐξ ἐπιμελείας γεωργικῆς.
我们以这种方式称梨和类似的其他植物为野生的,因为它们不是来自农业的照料。
Πάλιν τῶν φυτῶν τινὰ μὲν ποιοῦσι καρπόν, τινὰ δ’ οὔ, ὡς ἰτέαι καί τινα εἴδη δρυῶν.
此外,在植物中,有些结果实,有些则不结,如柳树和某些种类的橡树。
§1.4.14Καὶ τινὰ μὲν ποιοῦσιν ἔλαιον, τινὰ δ’ οὐχί.
并且,有些植物产油,有些则不产。
Καὶ τινὰ μὲν ποιοῦσι φύλλα, τινὰ δ’ οὔ.
有些植物长叶子,有些则不长。
Καὶ τινῶν πίπτουσι τὰ φύλλα, τινῶν δ’ οὔ.
有些植物落叶,有些则不落。
Καὶ τισὶ μὲν γίνονται κλάδοι, τισὶ δ’ οὔ.
有些植物长出枝条,有些则不长。
Περὶ διαφορᾶς γοῦν τῶν φυτῶν ἐν μεγέθει καὶ σμικρότητι, ἐν ὡραιότητι καὶ ἀμορφίᾳ, ἐν χρηστότητι καρπῶν καὶ κακίᾳ πολλὰ ἔστιν εἰπεῖν.
无论如何,关于植物在巨大与微小、美观与丑陋、果实优良与劣等方面的差异,有许多话可说。
§1.4.15Πάλιν τὰ ἄγρια δένδρα μᾶλλον καρποφοροῦσι παρὰ τὰ κηπαῖα, καὶ οἱ καρποὶ τῶν κηπαίων κρείττονές εἰσι τῶν ἀγρίων.
此外,野生树木比庭园树木结果更多,而庭园树木的果实比野生树木的更好。
Καὶ τινὰ μὲν τῶν φυτῶν γεννῶνται ἐν τόποις ξηροῖς, τινὰ δὲ ἐν θαλάσσῃ· καὶ τινὰ μὲν ἐν ποταμοῖς, ἄλλα δὲ ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ· καὶ τινὰ ἐν τόποις μὲν ἄλλοις μεγάλα, ἐν ἑτέροις δὲ μικρά.
在植物中,有些生长在干燥的地方,有些生长在海里;有些生长在河流中,有些则生长在红海中;有些在某些地方很大,但在其他地方却很小。
§1.4.16Καὶ τινὰ μὲν γεννῶνται ἐν ὄχθαις ποταμῶν, τινὰ δὲ ἐν λίμναις.
并且,有些生长在河岸上,有些生长在湖泊中。
Καὶ τῶν γεννωμένων ἐν τόποις ξηροῖς τινὰ μὲν γεννῶνται ἐν ὄρεσι, τινὰ δὲ ἐν πεδιάσι.
而在生长在干燥地方的植物中,有些生长在山地,有些生长在平原。
Καὶ τινὰ ζῶσιν ἐν τόποις ξηροτάτοις, ὡς τὰ ἐν τῇ γῇ τῶν Αἰθιόπων, καὶ ἐκεῖσε κρειττόνως αὐξάνουσι παρὸ ἀλλαχοῦ.
有些则生活在极度干燥的地方,如埃塞俄比亚人土地上的植物,它们在那里比在其他地方生长得更好。
§1.4.17Καὶ τινὰ μὲν ζῶσιν ἐν τόποις ὑψηλοῖς, τινὰ δὲ ἐν χθαμαλοῖς.
有些植物生活在高处,有些生活在低处。
Καὶ τινὰ μὲν ζῶσιν ἐν τόποις ὑγροῖς, τινὰ δὲ ἐν ξηροῖς, τινὰ δὲ ἐν ἑκατέροις, ὡς ἡ ἰτέα.
有些生活在潮湿的地方,有些生活在干燥的地方,有些则在两处都能生活,如柳树。
Τὰ γοῦν φυτὰ κατὰ πολὺ ἐναλλάττονται τῇ διαφορᾷ τῶν τόπων, καὶ ἐντεῦθεν χρὴ κατανοεῖν καὶ τὰς διαφορὰς αὐτῶν.
无论如何,植物因地方的差异而发生很大变化,由此我们也必须理解它们的差异。