§1.2.12Καὶ ὥσπερ ἐστὶν ἐν τοῖς ᾠοῖς ὅτε γίνεται νεοσσός, ἔστιν ἐντεῦθεν καὶ ἡ τροφὴ αὐτοῦ μέχρι καὶ αὐτῆς τῆς ὥρας τῆς συμπληρώσεως καὶ τῆς οἰκείας ἐξόδου, καὶ τότε τὸ θῆλυ ἐκτίθησι τὸν νεοσσὸν ἐν μιᾷ ὥρᾳ. · οὕτω καὶ τὸ σπέρμα τοῦ φυτοῦ.
正如当幼雏在卵中产生时,从那时起直到其完成和特有诞生的时刻都有其营养存在,且那时雌性会一次性产出幼雏;植物的种子也是如此。
§1.2.13Εἶπε δὲ πάλιν Ἐμπεδοκλῆς ὅτι τὰ φυτά, εἰ καὶ νεοσσοὺς οὐ γεννῶσι, διότι τὸ γεννώμενον οὐ γεννᾶται εἰ μὴ ἐκ τῆς φύσεως τοῦ σπέρματος, καὶ ὅτι ὅπερ μένει ἐξ αὐτοῦ ἐν τῇ ἀρχῇ τροφὴ γίνεται τῆς ῥίζης, καὶ τὸ γεννώμενον κινεῖ αὐτὸ ἑαυτὸ παραυτίκα, ὅμως οὕτως ὀφείλομεν ὑπολαμβάνειν καὶ ἐν τῇ μίξει τῶν ἀρρένων καὶ τῶν θηλέων φυτῶν, ὡς ἐπὶ τῶν ζῴων, ὅτι καὶ ἡ μίξις τῶν φυτῶν ἐστὶν ἐν διοικήσει τινί· ἀλλ’ ἐν τοῖς ζῴοις, ὅτε μίγνυνται, τὰ γένη μίγνυνται καὶ αἱ δυνάμεις τῶν γενῶν, αἳ ἦσαν πρότερον κεχωρισμέναι, καὶ προῆλθεν ἐκ τούτων ἀμφοτέρων πρᾶγμά τι ἔν· ὃ δὴ οὐκ ἔστιν ἐν τοῖς φυτοῖς.
恩培多克勒又说,虽然植物不产生幼雏(因为所产生者非源于种子的本性则不能产生,且起初其中残留的部分成为了根的营养,而所产生者立刻自我运动),但我们依然应当这样设想植物中雄性与雌性的混合,正如在动物身上那样,即植物的混合也是在某种治理之下的;但在动物中,当它们交配时,其性别以及先前分离的性别的力量会混合起来,并从这两者中产生出一个单一之物,而这在植物中确实是不存在的。
§1.2.14Οὐ γἀρ ὅτε μίγνυνται τὰ γένη, καὶ αἱ δυνάμεις αὑτῶν μετὰ ταῦτα γίνονται κεχωρισμέναι.
因为性别在混合时,它们的能量在此之后并不会变得分离。
Εἰ γοῦν ἡ φύσις ἔμιξε τὸ ἄρρεν μετὰ τοῦ θήλεος, καλῶς προέβη, ὅτι οὐχ εύρίσκομεν ἐνέργειάν τινα ἐν τοῖς φυτοῖς παρὰ τὴν γένεσιν τῶν καρπῶν.
因此,如果自然将雄性与雌性混合,那是顺利进行的,因为我们在植物中除了果实的产生之外,找不到任何其他的活动。
§1.2.15Οὐδὲ γάρ ἐστι ζῷον κεχωρισμένον τοῦ θήλεος εἰ μὴ ἐν ὥραις αἷς οὐ συνἀπτεται.
因为动物除了在不交配的季节外,也并未与雌性分离。
Τοῦτο δέ ἐστι διὰ τὰς πολλὰς ἐνεργείας αὐτοῦ καὶ διὰ τὰς πολλὰς αὐτοῦ ἐπιστήμας.
而这是由于它的诸多活动以及它的诸多认识能力。
§1.2.16Εἰσὶ δὲ οἵτινες τὰ φυτὰ πεπληρωμένα ὑπολαμβάνουσι, καὶ τὴν χάριν τῆς ζωῆς αὐτῶν εἶναι διὰ τὰς δύο δυνάμεις ἂς ἔχει, ἤγουν διὰ τὴν τροφὴν τὴν ἐπιτηδείαν εἰς τὸ τρέφειν αὐτὰ καὶ διὰ τὴν μακρότητα τῆς οἰκείας ὑπάρξεως καὶ τοῦ καιροῦ ὁπόταν βλαστάνῃ καὶ καρποφορῇ ἡ ζωὴ αὐτῶν, καὶ στρέφηται πρὸς αὐτὰ ἡ νεότης αὐτῶν, καὶ οὐ γίνηται ἐν αὐτοῖς τι περιττόν,
还有人认为植物是圆满的,它们生命的恩典在于它们所拥有的两种力量,即适于滋养它们的营养,以及它们生命萌芽和结果时的固有存在及时间的长度,且它们的青春重回它们自身,在它们之中不产生任何多余之物。
§1.2.17Οὐ δεῖται δὲ τὸ φυτὸν ὕπνου διὰ πολλὰς αἰτίας, ὅτι κεῖται τὸ φυτὸν ἐν τῇ γῇ, καὶ δεσμεῖται ὑπ’ αὐτῆς, καὶ οὐκ ἔχει κίνησιν, ἐν ἑαυτῷ, οὐδὲ ὅρον διωρισμένον ἐν τοῖς οἰκείοις μέρεσιν οὔτε αἴσθησιν ἔχει, οὔτε κίνησιν αὐτοπροαίρετον, οὔτε ψυχὴν τελείαν· τοῦτο δὲ ἔχει μᾶλλον μέρος μέρους ψυχῆς.
然而,植物由于许多原因不需要睡眠,因为植物置于土地中,并被其束缚,其自身内部没有运动,在它特有的部分中也没有明确规定的界限,既没有感觉,也没有自主的运动,更没有完整的灵魂;相反,它拥有的更多是灵魂之部分的部分。
§1.2.18Καὶ τὸ φυτὸν οὐκ ἐδημιουργήθη εἰ μὴ διὰ τὸ ζῷον, τὸ δὲ ζῷον οὐκ ἐδημιουργήθη διὰ τὸ φυτόν.
而且植物非为了动物则不被创造,而动物并非为了植物而被创造。
Καὶ πάλιν ἐὰν εἴπῃ τις ὅτι τὸ φυτὸν δεῖται μὲν τροφῆς εὐτελοῦς καὶ μοχθηράς, εἰ καὶ δεῖται δὲ τοιαύτης, ὅμως κατὰ πολὺ σταθηρᾶς καὶ συνεχοῦς καὶ μὴ ῥᾳδίως διαφθειρομένης, κἀντεῦθεν συνίσταται ἵνα τὸ φυτὸν ἔχῃ τι κρεῖττον παρὰ τὸ ζῷον, καὶ διὰ τοῦτο ἀνάγκη καὶ πράγματα ἄψυχα εἶναι εὐγενέστερα τῶν ἐμψύχων.
再者,如果有人说,植物固然需要廉价和贫乏的营养——即使它确实需要这样的营养——但它在很大程度上是稳定、持续且不易损坏的,并由此确立了植物拥有比动物更优越的东西,那么由于这个原因,无生命之物也必然比有生命之物更高贵。
§1.2.19Ἀλλὰ ἔργον ἐν τοῦ ζῴου ἐστὶ κρεῖττον παρὰ πᾶν ἔργον τοῦ φυτοῦ, Ἄλλως τε εὑρίσκομεν καὶ ἐν τῷ ζῴῳ πάσας τὰς δυνάμεις τὰς ἐν τῷ φυτῷ, καὶ ἄλλας πολλάς, οὐ μὴν καὶ ἔμπαλιν.
但是动物的一项活动要优于植物的所有活动。 况且,我们在动物中也发现了植物中的所有力量,以及许多其他的力量,但反之则不然。
Εἶπε πάλιν ὁ Ἐμπεδοκλῆς ὅτι τὰ φυτὰ ἔχουσι γένεσιν ἐν κόσμῳ ἠλαττωμένῳ καὶ οὐ τελείῳ κατὰ τὴν συμπλήρωσιν αὐτοῦ, ταύτης δὲ συμπληρουμένης οὐ γεννᾶται ζῷον.
恩培多克勒又说,植物在尚未完全完成的、退化而残缺的世界中产生,而当这世界完成时,动物并不产生。
§1.2.20Ἀλλ’ οὖτος ὁ λόγος ἀνάρμοστός ἐστι, διότι ὁ κόσμος ὁλοτελής ἐστι καὶ διηνεκής, καὶ οὐκ ἔπαυσε πώποτε γεννᾶν ζῴα καὶ φυτὰ καὶ πάντα ἀλλοῖα εἴδη.
但这个论点是不切合的,因为世界是完全且永恒的,从未停止过产生动物、植物和所有其他不同的种类。
Ἐν ἑκάστῳ δὲ εἴδει τῶν φυτῶν ἔστι θερμότης καὶ ὑγρότης φυσική, ἥτις ὁπόταν ἀναλωθείη, ἀσθενοῦσι τὰ φυτὰ καὶ γηράσκουσι καὶ φθίνουσι καὶ ξηραίνονται.
在植物的每一个种类中,都有天然的热力和湿气,当这些被消耗尽时,植物就会衰弱、变老、枯萎并干枯。
Καὶ τινὲς μὲν λέγουσι τοῦτο φθοράν, ἄλλοι δ’ οὐχί.
有些人称这为毁灭,而另一些人则不这么认为。