Humanitext Reader

亚里士多德 · 论植物 §1.2.1-1.2.11

植物呼吸与睡眠的否定及雌雄性别

第 5 段,共 27 段 · 希腊语

内容简介

本节探讨植物是否具有欲求、运动和呼吸,并解释了植物没有睡眠和醒觉的原因。此外,文章结合恩培多克勒和阿那克萨哥拉的观点,论述了植物中雌雄两性的存在及其混合方式,并将植物的种子类比为动物的受孕。

§1.2.1Διερευνήσωμεν οὖν καὶ τοῦτο, ὃ προηγήσατο ἐν τῷ ἡμετέρῳ λόγῳ, περὶ ἐπιθυμίας φυτοῦ καὶ κινήσεως αὐτοῦ καὶ ψυχῆς ἰδίας, καὶ εἴ τι ἀναλύεται ἀπ’ αὐτοῦ τοῦ φυτοῦ, ὅσον εἰς πνοήν.
因此,我们也要探究在我们的论述中先前所提到的这件事,即关于植物的欲求、它的运动以及它特有的灵魂,并探讨是否有任何东西从植物自身中释放出来,就呼吸而言。
Ἀναξαγόρας γὰρ εἶπε ταῦτα ἔχειν καὶ πνοήν.
因为阿那克萨哥拉曾说,这些植物也拥有呼吸。
Καὶ πῶς, εἴπερ εὑρίσκομεν πολλὰ ζῷα μὴ ἔχοντα πνοήν, καὶ πάλιν εὐρίσκομεν ἀκριβῶς ὅτι τὰ φυτὰ οὔτε ὑπνώττουσιν οὔτε γρηγοροῦσιν.
然而,如果我们发现许多动物并不拥有呼吸,并且又确切地发现植物既不睡眠也不醒觉,那么这又怎么可能呢?
§1.2.2Τὸ γὰρ γρηγορεῖν οὐδέν ἐστιν εἰ μὴ ἀπὸ διαθέσεως τῆς αἰσθήσεως, τὸ δὲ ὑπνώττειν οὐδὲν εἰ μὴ ἀσθένεια αὐτῆς· καὶ οὐχ εὑρίσκεταί τι τούτων ἐν πράγματι τρεφομένῳ μὲν πάσαις ὥραις κατὰ διοίκησιν μίαν, ἐν τῇ οἰκείᾳ δὲ φύσει μὴ αἰσθανομένῳ.
因为醒觉无非是源于感觉的状态,而睡眠无非是感觉的衰弱;但在一个虽然在所有季节都根据单一的治理进行营养摄取、但在其自身自然中却不具有感觉的事物中,是发现不到这两者中的任何一个的。
§1.2.3Τὸ γὰρ ζῷον ὅτε τρέφεται, τί συμβαίνει;
因为动物在摄取营养时,会发生什么呢?
τὸ ἀναβαίνειν ἀναθυμίασιν ἀπὸ τῆς τροφῆς πρὸς τὴν κεφαλὴν αὐτοῦ, καὶ ὑπνώττειν ἐντεῦθεν πάντως· καὶ ὅταν καταναλωθῇ ἡ ἀναθυμίασις ἡ ἀναβαίνουσα πρὸς τὴν κεφαλήν, τότε γρηγορεῖ.
即食物产生的蒸气上升到它的头部,并因此必然产生睡眠;而当上升到头部的蒸气被消耗尽时,它便醒觉。
Ἔν τισι δὲ τῶν ζῴων ἐστὶν αὕτη ἡ ἀναθυμίασις πολλή, καὶ τέως ὀλίγον ὑπνώττουσιν.
而在某些动物中,这种蒸气很多,它们却只睡很少的时间。
§1.2.4Ὁ δὲ νυσταγμός ἐστι συνοχὴ τῆς κινήσεως, ἡ δὲ συνοχὴ πάλιν ἠρεμία πράγματος κινουμένοῦ.
而打盹是运动的受阻,而这种受阻又是运动之物的静止。
Ὃ δὲ μάλιστα καὶ κυρίως ἐστὶ ζητητέον ἐν ταύτῃ τῇ ἐπιστήμῃ, τοῦτο ἐστὶν ὅπερ εἶπεν ὁ Ἐμπεδοκλῆς, ἤγουν εἰ εὑρίσκεται ἐν τοῖς φυτοῖς γένος θῆλυ καὶ γένος ἄρρεν, καὶ εἰ ἔστιν εἶδος κεκραμένον ἐκ τούτων τῶν δύο γενῶν.
然而,在这门学问中最重要且最本真地需要探讨的,是恩培多克勒所说的事情,即在植物中是否存在雌性和雄性,以及是否存在由这两性混合而成的类型。
§1.2.5Λέγομεν τοίνυν ὅτι τὸ ἄρρεν, ὅτε γεννᾷ, εἰς ἄλλο γεννᾶ, καὶ εἰσὶν ἄμφω κεχωρισμένα ἀπ’ ἀλλήλων.
因此我们说,雄性在生育时,是在另一个个体中生育,且两者是彼此分离的。
§1.2.6Ἐπεὶ γοῦν εὑρίσκεται ἐν τοῖς φυτοῖς ὅτι ἔχει τὰ φυτὰ γένος ἄρρεν καὶ θῆλυ, καὶ πάντως τὸ μὲν ἄρρεν ἐστὶ τραχύτερον καὶ σκληρότερον καὶ μᾶλλον φρίσσον, τὸ δὲ θῆλυ ἀσθενέστερον καὶ καρποφόρον πλέον, πάλιν ὀφείλομεν ζητεῖν πότερον εὑρίσκονται ταῦτα τὰ δύο γένη κεκραμένα ἅμα ἐν τοῖς φυτοῖς, ὡς εἶπεν Ἐμπεδοκλῆς,
既然在植物中发现植物拥有雄性和雌性,且雄性必然更为粗糙、更为坚硬、更为蓬乱,而雌性更为软弱、结果更多,那么我们必须再次探讨,这两性是否如恩培多克勒所说,同时混合地存在于植物中。
§1.2.7Ἀλλ’ ἐγὼ οὐχ ὑπολαμβάνω τοῦτο τὸ πρᾶγμα οὕτως ἔχειν.
但我并不认为事情是这样的。
Τὰ γὰρ κεκραμένα ὀφείλουσιν εἶναι πρῶτον ἁπλᾶ ἐν ἑαυτοῖς, καὶ εἶναι καθ’ αὑτὸ μὲν τὸ ἄρρεν καθ’ αὑτὸ δὲ τὸ θῆλυ, κἀντεῦθεν κιρνᾶσθαι.
因为混合之物首先必须在其自身中是单纯的,且雄性本身存在,雌性本身也存在,并从此进行混合。
Ἡ δὲ κρᾶσις οὐκ ἔσται εἰ μὴ διὰ τὴν οἰκείαν γένεσιν.
而混合非由于其自身的生育则不会发生。
§1.2.8Εὐρέθη γοῦν ἐν τοῖς φυτοῖς πρὸ τῆς κράσεως κρᾶσις, ἣ καὶ ὀφείλει εἶναι αἰτία ποιητικὴ καὶ παθητικὴ ἐν μιᾷ ὥρᾳ· ἀλλ’ οὐχ εὑρίσκεται ἀρρενότης καὶ θηλύτης ἡνωμέναι ἔν τινι τῶν φυτῶν.
在植物中,至少在混合之前就已经发现了混合,而这混合在同一时期必须是主动的和被动的因;但在任何植物中都未发现雄性和雌性结合在一起。
Εἰ δὲ τοῦτο οὕτως ἦν, τάχα ἂν τὸ φυτὸν ἦν τελειότερον τοῦ ζῴου.
如果事情是这样的话,植物或许就会比动物更完美。
§1.2.9Καὶ πῶς, εἴπερ τὸ ζῷον οὐ δεῖται ἐν τῇ οἰκείᾳ γενέσει πράγματός τινος ἐξωτερικοῦ, τὸ δὲ φυτὸν τοῦτο δεῖται ἐν τοῖς καιροῖς τοῦ ἔτους;
那又怎么可能呢? 如果动物在其自身的生育中不需要任何外部的事物,而植物却在一年中的各个季节需要这个。
Δεῖται γὰρ ἡλίου καὶ εὐκρασίας καὶ τοῦ ἀέρος πλέον· καὶ τούτων δεῖται μᾶλλον ἐν τῇ ὥρᾳ τῆς ἐκφύσεως αὑτοῦ.
因为植物更需要太阳、温和的气候和空气;并且在它发芽的时期更需要这些。
§1.2.10Ἔστι δὲ καί τις ἀρχὴ τῆς μὲν τροφῆς τῶν φυτῶν ἀπὸ τῆς γῆς, καὶ πάλιν ἀρχὴ ἑτέρα τῆς γενέσεως ἀπὸ τοῦ ἡλίου.
而且植物的营养有着源于土地的某种原理,而生育则有着源于太阳的另一原理。
Εἶπε δὲ καὶ Ἀναξαγόρας ὅτι ἡ ὑγρότης τούτων ἐστὶν ἀπὸ τῆς γῆς, καὶ διὰ τοῦτο ἔφη πρὸς Λεχίνεον ὅτι ἡ γῆ μήτηρ μέν ἐστι τῶν φυτῶν, ὁ δὲ ἥλιος πατήρ.
阿那克萨哥拉也说它们的湿气是源于土地,因此他对勒奇内乌斯说,土地是植物的母亲,而太阳是父亲。
§1.2.11Ἀλλὰ τὴν κρᾶσιν τοῦ ἄρρενος τῶν φυτῶν καὶ τοῦ θήλεος ὀφείλομεν διατυπώσασθαι οὐχ οὕτως ἀλλ’ ἄλλῳ τινὶ τρόπῳ, οἶον ὅτι τὸ σπέρμα τοῦ φυτοῦ ὅμοιόν ἐστιν ἐγκυμονήσει ζῴου, ἥτις ἐστὶ μίξις ἄρρενός τε καὶ θήλεος.
但是,我们应当不以这种方式,而以其他某种方式来界定植物中雄性与雌性的混合,例如,植物的种子类似于动物的受孕,而这就是雄性与雌性的混合。

词汇与语法注释

  1. 1.2.1ὅσον εἰς πνοήν — 中性单数宾格的 'ὅσον' 与 'εἰς πνοήν' 连用,构成副词性短语,表示限定,意为“就呼吸而言”或“在呼吸的层面上”。
  2. 1.2.2πάσαις ὥραις — 表示时间的时间与格,意为“在所有季节”或“持续不断地”,指的是植物持续进行营养摄取的生命维持过程。
  3. 1.2.3τὸ ἀναβαίνειν — 冠词性不定式 'τὸ ἀναβαίνειν' 用作动词 'συμβαίνει' 的主语,或者作为对前文提问 'τί συμβαίνει;'(发生了什么?)的直接名词化回答,意为“[蒸气的]上升”。
  4. 1.2.6φρίσσον — 动词 'φρίσσω'(竖立、颤栗、粗糙)的现在分词中性单数(修饰中性的 'γένος' 即 'τὸ μὲν ἄρρεν'),在此表示“(表面)更为粗糙”或“叶枝更为繁茂、竖立”的状态。
  5. 1.2.8τάχα ἂν τὸ φυτὸν ἦν — 语气小词 'ἄν' 与直说语气过去时 'ἦν' 的结合,表示与事实相反的虚拟语气主句(反事实条件式),意为“[如果真是如此,]植物可能就会[比动物更完美](而实际上并非如此)”。
  6. 1.2.9Καὶ πῶς, εἴπερ — 在疑问词 'πῶς' 之后省略了动词(例如 'ἔσται' 或 'ἔχει'),构成惯用省略问句:“如果确实……,那又怎么可能呢?”用以提出反驳。

引用这一段

亚里士多德, 论植物 §1.2.1-1.2.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:1.2.1-1.2.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。