§1.3.1Τινὰ τῶν φυτῶν ἔχουσί τι ὑγρὸν ὡς ῥητίνην, ὡς κόμι, ὡς σμύρναν, ὡς θυμίαμα καὶ ὡς κόμι Ἀραβικόν.
一些植物含有某种水分,如树脂、树胶、没药、乳香和阿拉伯树胶。
Πάλιν τινὰ δένδρα ἔχουσι δεσμοὺς καὶ φλέβας καὶ κοιλίαν καὶ φιτρούς καὶ φλοιὸν καὶ μυελὸν ἐντός.
此外,某些树木具有纤维、脉管、空腔、树干、树皮以及内部的髓。
Καὶ τινὰ ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι φλοιός.
还有一些植物大部分是由树皮构成的。
§1.3.2Καὶ τινῶν μὲν ὁ καρπὸς ὑπὸ τὸν φλοιὸν ἤγουν ἐντὸς τοῦ φλοιοῦ καὶ τοῦ φιτροῦ.
确实,在某些植物中,果实在树皮之下,即在树皮和树干之内。
Καὶ τινὰ μὲν μέρη τοῦ δένδρου εἰσὶν ἀπλᾶ, ὡς ὁ χυμὸς ὁ εὑρισκόμενος ἐν αὐτοῖς καὶ οἱ δεσμοὶ καὶ αἱ φλέβες· τινὰ δέ εἰσι σύνθετα ἐκ τούτων, ὡς κλάδοι καὶ λύγοι καὶ φύλλα.
树木的某些部分是单一的,例如在它们之中发现的汁液、纤维和脉管;而另一些部分则是由这些复合而成的,例如树枝、嫩枝和叶子。
Ταῦτα δὲ πάντα οὐχ εὐρίσκομεν ἐν πᾶσι τοῖς φυτοῖς.
然而,我们并非在所有植物中都能找到这一切。
§1.3.3Τινὰ γὰρ τῶν φυτῶν ἔχουσι καὶ ταῦτα καὶ ἄλλα μέρη, λύγους, φύλλα, κλάδους, ἄνθη καὶ βλαστούς καὶ φλοιὸν τὸν περικυκλοῦντα τὸν καρπόν.
因为一些植物既有这些部分,也有其他部分:嫩枝、叶子、树枝、花朵、新芽以及包围果实的皮膜。
Καὶ καθώς εἰσι καὶ ἐν τοῖς ζῴοις μέλη ὁμοιομερῆ, οὕτω καὶ ἐν τοῖς φυτοῖς.
正如在动物中有同质的部分一样,在植物中也是如此。
§1.3.4Καὶ ἕκαστα τῶν μερῶν τοῦ φυτοῦ σύνθετα εἰσὶν ὅμοια μέλεσι ζῴου· ὁ δὲ φλοιὸς τοῦ φυτοῦ ὅμοιός ἐστι φυσικῶς δέρματι ζῴου, οἱ δὲ δεσμοὶ πάλιν ὅμοιοι νεύροις ζῴου.
且植物的每一个部分都是复合的,类似于动物的肢体;植物的树皮在自然属性上类似于动物的皮肤,而纤维则又类似于动物的腱。
§1.3.5Ὁμοίως καὶ τὰ λοιπὰ τὰ ἐν αὐτῷ, Καὶ τινὰ μὲν τῶν μερῶν διαιροῦνταί πως διὰ μερῶν ἀνομοίων, τινὰ δὲ δι’ ὁμοίων, οἷον ὡς ἐπὶ τοῦ πηλοῦ· οὗτος γὰρ ἑνὶ τρόπῳ διαιρεῖται διὰ τῆς γῆς μόνον, καὶ ἀλλοτρόπως διὰ τῶν στοιχείων.
存在于其中的其他部分也是如此。 某些部分在某种程度上由不相似的部分分割,而另一些部分则由相似的部分分割,正如在粘土的情形中那样;因为粘土在一种方式下仅由土分割,而在另一种方式下则由元素分割。
Ὡσαύτως ὁ πνεύμων καὶ ἡ σὰρξ διαιροῦνται μὲν πρώτως, καὶ εἰσὶ μέρη τούτων σὰρξ καὶ πνεύμων· ἄλλως δὲ διαιροῦνται καὶ διὰ τῶν στοιχείκων.
同样,肺和肉首先被分割,这些的部分是肉和肺;但在另一种方式下,它们也由元素分割。
§1.3.6Ὁμοίως καὶ αἱ τῶν φυτῶν ῥίζαι.
植物的根也是如此。
Πλὴν οὐ διαιρεῖται καὶ ἡ χεὶρ εἰς ἄλλην χεῖρα, οὐδὲ ἡ ῥίζα εἰς ἄλλην ῥίζαν, οὐδὲ τὰ φύλλα εἰς ἄλλα φύλλα.
然而,手并不能分割成另一只手,根也不能分割成另一条根,叶子也不能分割成其他的叶子。
Ἐν ταύταις γοῦν ταῖς ῥίζαις καὶ ἐν αὐτοῖς τοῖς φύλλοις ἐστὶν ἡ σύνθεσις.
因此,正是在这些根和这些叶子自身中存在着复合。
Πάλιν τινὲς μὲν τῶν καρπῶν εἰσὶν ἐκ μερῶν ὀλίγων συγκείμενοι, τινὲς δὲ ἐκ μερῶν πολλῶν, ὡς ἐπὶ τῶν ἐλαιῶν.
此外,有些果实是由少数部分组成的,而另一些则是由许多部分组成的,如橄榄的情形。
§1.3.7Αὗται γὰρ ἔχουσι φλοιὸν σάρκα καί τι ὀστρακῶδες καὶ σπέρμα καὶ καρπόν.
因为橄榄具有外皮、果肉、某种壳状物、种子和果实。
Τινὰ δὲ ἔχουσι καὶ περικαλύμματα.
而有些植物也具有覆盖物。
Πάντα δὲ τὰ σπέρματά εἰσιν ἐκ δύο φλοιῶν.
所有的种子都由两层皮构成。
§1.3.8Καὶ μέρη μὲν τῶν φυτῶν εἰσὶν ἅπερ εἴπομεν, ἡ δ’ ἀκρότης τοῦ παρόντος λόγου ἐστὶ διορίσασθαι ταῦτα τὰ μέρη τῶν φυτῶν, τὰ περικαλύμματα αὐτῶν καὶ τὰς αὐτῶν διαφοράς· ὅπερ ἐστὶ πάνυ δυσχερές, καὶ ἐξαιρέτως τὸ διορίσασθαι τὴν οὐσίαν αὐτῶν καὶ τὸ χρῶμα καὶ τὸν καιρὸν τῆς διαμονῆς αὐτῶν καὶ τὰς συνοχὰς τὰς περιπιπτούσας αὐτοῖς, καὶ ὅτι οὐκ ἔχουσι τὰ φυτὰ ἤθη ψυχῆς, οὐδὲ διάθεσιν ἴσην διαθέσει ψυχῆς.
植物的部分正如我们所说的那些,而本篇讨论的顶峰在于界定植物的这些部分、它们的覆盖物以及它们的差异;这是极其困难的,尤其是界定它们的基本本质、颜色、它们存续的时间、发生在它们身上的种种联系,以及植物并不具有灵魂的品性,也不具有与灵魂的状态同等的状态。
§1.3.9Ἐὰν γοῦν κατὰ ἀναλογίαν θῶμεν τὰ μέρη τῆς ψυχῆς μετὰ τῶν μερῶν τοῦ φυτοῦ, μηκυνθήσεται ὁ λόγος, καὶ τυχὸν οὐδὲ δυνηθείημεν διεξελθεῖν ἂν ταῦτα, μεγάλαις διαφοραῖς ἀπαριθμοῦντες τὰ μέρη τῶν φυτῶν.
因此,如果我们按比例将灵魂的部分与植物的部分并列,讨论将会变得冗长,我们或许甚至无法阐明这些,而是在巨大的差异中列举植物的部分。
Καὶ γὰρ μέρος ἑκάστου πράγματος ἐκ τοῦ ἰδίου γένους ἐστὶ καὶ ἐκ τῆς ἰδίας οὐσίας.
因为事实上,每个事物的每一部分都源于它特有的属和它特有的本质。