Humanitext Reader

亚里士多德 · 论植物 §1.1.12-1.1.22

作为动植物界限的感觉与植物的中介性

第 4 段,共 27 段 · 希腊语

内容简介

本文论证了植物是拥有灵魂却缺乏感觉的“中间”存在,指出感觉是将动物与植物区分开来的标准,并解释了汲取营养的物理原理。

§1.1.12Ἐπεὶ δὲ ἡ φύσις τὴν τοῦ ζῴου ζωὴν ἐν τῷ θανάτῳ φθείρουσα, πάλιν ἐν τῷ ἰδίῳ γένει ταύτην διὰ γενέσεως συντηρεῖ, πάντῃ ἀσύμφωνόν ἐστιν ἵνα μέσον ἐμψύχου τε καὶ ἀψύχου ἄλλο τι μέσον τιθῶμεν.
既然自然在死亡中毁灭了动物的生命,却又通过生育在它们自身的属中再次维持了生命,那么我们在有生命之物与无生命之物之间再设置某种其他的中介,则是完全不协调的。
Ἐπιστάμεθα δὲ ὅτι καὶ τὰ κογχύλιά εἰσι ζῷα, γνώσεως ἐστερημένα, διότι εἰσὶ φυτὰ ἐν ταὐτῷ καὶ ζῷα.
然而我们知道,贝类也是缺乏认识能力的动物,因为它们同时既是植物又是动物。
§1.1.13Μόνη ἄρα ἡ αἴσθησίς ἐστιν αἰτία δι’ ἣν ταῦτα λέγονται ζῷα.
因此,唯有感觉是这些事物被称为动物的原因。
Τὰ γὰρ γένη διδόασι τοῖς οἰκείοις εἴδεσιν ὀνόματα καὶ ὁρισμούς, τὰ δὲ εἴδη τοῖς οἰκείοις ἀτόμοις ὀνόματα.
因为属给它们自身的种以名称和定义,而种则给它们自身的个体以名称。
Δεῖ τε τὸ γένος ἐκ μιᾶς καὶ κοινῆς αἰτίας εἶναι ἐν τοῖς πολλοῖς, καὶ οὐκ ἐκ πολλῶν.
且属必须在诸多个体中由于单一且共同的原因而存在,而非由于多个原因。
§1.1.14Ὁ λόγος δὲ τῆς αἰτίας, δι’ ἣν βεβαιοῦται τὸ γένος, οὐ τῷ τυχόντι ἐστὶ γνώριμος.
确立属的原因之原理,并非任何人都能轻易知晓。
Πάλιν εἰσὶ ζῷα ἅπερ στεροῦνται γένους θήλεος, ἕτερα ἅπερ οὐ γεννῶσιν, ἕτερα ἅπερ κίνησιν οὐκ ἔχουσιν· καὶ εἰσὶν ἄλλα διαφόρων χρωμάτων, καὶ εἰσί τινα ἃ ποιοῦσι τόκον ἑαυτοῖς ἀνόμοιον, εἰσί τε ἄλλα ἃ αὐξάνουσιν ἐκ τῆς γῆς ἢ ἐκ δένδρων.
此外,还有一些动物缺乏雌性,另一些动物不生育,另一些动物没有运动能力;还有一些动物具有不同的颜色,有些动物产下与自身不同的后代,另一些动物则从土地中或树木上成长。
§1.1.15Τίς οὖν ἐστὶν ἡ ἀρχὴ ἡ ἐν τῇ ψυχῇ τοῦ ζῴου;
那么,动物灵魂中的原理是什么呢?
Τί ἄλλο εἰ μὴ τὸ εὐγενὲς ζῷον, ὃ τὸν οὐρανὸν περιοδεύει, τὸν ἥλιον, τὰ ἄστρα καὶ τοὺς πλάνητας, τὰ ἀπὸ τῆς ἐνειρμένης ἐξωτερικὰ ἀμφιβολίας, ἃ δὴ καὶ ἀπαθῆ εἰσίν;
若非那环绕天空、太阳、星辰和行星的高贵生物,即那些处于既定连锁之外且不具受动(无情)的事物,又会是什么呢?
ἡ γὰρ αἴσθησις τῶν αἰσθανομένων πάθος.
因为感觉是感觉者的一种受动状态。
§1.1.16Ἰστέον δὲ καὶ ὅτι οὐκ ἔχουσι τὰ φυτὰ κίνησιν ἐξ ἑαυτῶν· τῇ γὰρ γῇ εἰσὶ πεπηγότα, ἡ δὲ γῆ ἀκίνητός ἐστι.
还必须知道的是,植物自身没有运动能力;因为它们固着于土地中,而土地是不可运动的。
Συλλογισώμεθα τοίνυν πόθεν ἂν ταύτῃ ζωή, ἵνα ποιήσωμεν καὶ αὐτὰ αἰσθητικά.
因此,让我们推导它们从何处获得生命,以便我们也使它们具有感觉能力。
Οὐ γὰρ περιέχει ταῦτα ἓν πρᾶγμα κοινόν.
因为这些植物并不包含一个共同的性质。
Λέγομεν δὲ ὅτι τῆς ζωῆς τῶν ζῴων κοινή ἐστιν αἰτία ἡ αἴσθησις.
但我们说,动物生命的共同原因是感觉。
Αὕτη δὲ ποιεῖ διάκρισιν μέσον ζωῆς καὶ θανάτου.
正是感觉在生命与死亡的中介里做出了区分。
§1.1.17Ὁ οὐρανὸς δὲ ἐπεὶ ἔχει διοίκησιν εὐγενεστέραν καὶ ἀξιολογωτέραν τῆς ἡμετέρας διοικήσεως, ἀπεμακρύνθη τούτων.
然而,由于天空具有比我们的生命治理更为高贵、更有价值的治理,它被排除在这些事物之外。
Δεῖ τοίνυν ἵνα τὸ ζῷον τὸ τέλειον καὶ τὸ ἠλαττωμένον ἔχῃ τι κοινόν· καὶ τοῦτο ἐστὶν ὁ σκοπὸς τῆς ζωῆς.
因此,完美的动物与不完美的动物必须具有某种共同点;而这正是生命的目的。
Τῇ ταύτης γοῦν στερήσει δεῖ ἵνα πᾶς τις ἀποχωρῇ τῶν τοιούτων ὀνομάτων, ὅτι οὐκ ἔστι μέσον.
无论如何,一旦缺乏这一点,人人都必须放弃这些名称,因为不存在中间状态。
§1.1.18Ἡ δὲ ζωή ἐστι μέσον· τὸ γὰρ ἄψυχον οὐκ ἔχει ψυχὴν οὐδέ τι τῶν μερῶν αὐτῆς.
但是生命正是中间状态;因为无生命之物既无灵魂,也无灵魂的任何部分。
Τὸ δὲ φυτὸν οὐκ ἔστιν ἐκ τῶν στερουμένων ψυχῆς, ὅτι ἐν αὐτῷ ἐστί τι μέρος ψυχῆς· ἀλλ’ οὐκ ἔστι ζῷον, ὅτι οὐδὲ αἴσθησις ἐν αὐτῷ.
而植物不属于缺乏灵魂之物,因为在它之中有灵魂的某种部分;但它不是动物,因为在它之中没有感觉。
Ἐξέρχεται δὲ ἐκ ζωῆς εἰς μὴ ζωὴν κατὰ βραχύ, ὡς καὶ τὰ καθ’ ἕκαστον.
并且它逐渐地从生命走向非生命,正如个别事物那样。
§1.1.19Δυνάμεθα δὲ καὶ ἄλλως λέγειν, ὅτι ἔστιν ἔμψυχον τὸ φυτόν, καὶ οὐ λέγομεν ὅτι ἄψυχον.
我们也可以用另一种方式来说,植物是有生命的,我们不说它是无生命的。
Εἰ ἔχει δὲ ψυχήν, οὐ λέγομεν ὅτι καί τινα ἤδη ἔχει αἴσθησιν.
但如果它拥有灵魂,我们并不说它就已经拥有某种感觉。
Πρᾶγμα γὰρ τὸ τρεφόμενον οὐκ ἔστιν ἄνευ ψυχῆς.
因为受到滋养的事物是不可能没有灵魂的。
Πᾶν δὲ ζῷον ἔχει ψυχήν.
每一个动物都拥有灵魂。
Τὸ δὲ φυτόν ἐστιν ἀτελὲς πρᾶγμα.
但植物是不完美的事物。
Πάλιν τὸ ζῷον ἔχει μέλη διωρισμένα, τὸ φυτὸν ἀδιόριστα.
此外,动物具有明确区分的器官,而植物则没有区分。
§1.1.20Ἔχει δὲ ὕλην οἰκείαν κινήσεως, ἣν ἔχει ἐν ἑαυτῷ, Πάλιν δυνάμεθα λέγειν τὰ φυτὰ ψυχὴν ἔχειν, ὅτι ψυχή ἐστιν ἡ ποιοῦσα ἐν αὐτοῖς γεννᾶσθαι τὰς κινήσεις.
植物拥有其自身固有的、在自身之内的运动质料。 再者,我们可以说植物拥有灵魂,因为灵魂是使它们之中产生运动的原因。
Ἐπιθυμία δὲ καὶ κίνησις ἡ ἐν τόποις οὐκ ἔστιν εἰ μὴ κατὰ αἰσθήσεως.
但是欲望和空间运动非伴随感觉则不存在。
Πάλιν τὸ ἕλκειν τροφήν ἐστιν ἐξ ἀρχῆς φυσικῆς, καὶ τοῦτ’ αὐτό ἐστι τὸ κοινὸν ζῴου καὶ φυτοῦ.
再者,汲取营养源于自然原理,而这正是动物与植物所共有的特性。
§1.1.21Οὐκ ἔσται δὲ φροντὶς ἐπὶ τῇ ἑλκύσει τῆς τροφῆς αἰσθήσεως τὸ παράπαν, ὅτι πάν τὸ τρεφόμενον χρῄζει ἐν τῇ οἰκείᾳ τροφῇ δύο ποιοτήτων τινῶν, θερμότητός φημι καὶ ψυχρότητος· καὶ διὰ τοῦτο δεῖται τροφῆς ὑγρᾶς ὁμοίως καὶ ξηρᾶς· ἡ δὲ θερμότης καὶ ἡ ψυχρότης εὑρίσκεται ἐν βρώμασι ξηροῖς καὶ ὑγροῖς.
在汲取营养的过程中,完全不会考虑感觉的作用,因为一切受到滋养的事物在其自身的营养中都需要两种特定的性质,即热与冷;因此它同样需要湿润的和干燥的营养;而热与冷存在于干燥的和湿润的食物之中。
§1.1.22Οὐδεμία δὲ τῶν τοιούτων φύσεων χωρίζεται τῆς συμμετόχου αὐτῆς.
而这些性质中的任何一种都不会与其共存的伴侣分离。
Διὰ τοῦτο γὰρ καὶ πρώτως ἐγένετο ἡ τροφὴ τῷ τρέφοντι συνεχὴς ἕως καὶ εἰς αὐτὴν τὴν ὥραν τῆς φθορᾶς· καὶ ὀφείλουσι χρῆσθαι ταύτῃ τὸ ζῷον καὶ τὸ φυτὸν τοιαύτῃ ὁποῖόν ἐστιν ἑκάτερον αὐτῶν.
因为正因如此,营养首先与滋养者保持连续,直至消亡的那一刻;动物和植物必须根据它们各自的特性来使用这种营养。

词汇与语法注释

  1. §1.1.12ἵνα ... τιθῶμεν — 此处反映了中古希腊语的用法,即 ἵνα 引导虚拟语气在非人称表达之后充当名词从句,而非古典希腊语中的目的从句。
  2. §1.1.15τὸ εὐγενὲς ζῷον — 指代天体(星辰与行星)的表达。在亚里士多德式的宇宙观中,天体被视为高贵且具有生命的实体。
  3. §1.1.15τὰ ἀπὸ τῆς ἐνειρμένης ἐξωτερικὰ ἀμφιβολίας — 意为“处于既定连锁之外的事物”,这一极难理解的表达源自对阿拉伯语原文生硬且不自然的直译。
  4. §1.1.20τὸ ἕλκειν τροφήν — 冠词加不定式的名词化用法,将植物与动物共有的物理性“汲取营养”作为主语进行阐述。

引用这一段

亚里士多德, 论植物 §1.1.12-1.1.22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg039.humanitext-grc1:1.1.12-1.1.22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。