§3.2.10(ὁὐ γὰρ ἡ αὐτὴ πρέπει ἐσθής), καὶ ἐάν τε κοσμεῖν βούλῃ, ἀπὸ τῶν βελτίστων τῶν ἐν ταὐτῷ γένει φέρειν τὴν μεταφοράν, ἐάν τε ψέγειν, ἀπὸ τῶν χειρόνων·
(因为同样的衣服并不适合两者)。 而且,无论你是想美化,还是想贬低,美化时都要从同类事物中最好的事物中引入隐喻,贬低时则要从较差的事物中引入。
λέγω δʼ οἷον, ἐπεὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει, τὸ φάναι τὸν μὲν πτωχεύοντα εὔχεσθαι τὸν δὲ εὐχόμενον πτωχεύειν, ὅτι ἄμφω αἰτήσεις, τὸ εἰρημένον ἐστὶ ποιεῖν, ὡς καὶ Ἰφικράτης Καλλίαν μητραγύρτην ἀλλʼ οὐ δᾳδοῦχον, ὁ δὲ ἔφη ἀμύητον αὐτὸν εἶναι· οὐ γὰρ ἂν μητραγύρτην αὐτὸν καλεῖν, ἀλλὰ δᾳδοῦχον· ἄμφω γὰρ περὶ θεόν, ἀλλὰ τὸ μὲν τίμιον τὸ δὲ ἄτιμον.
我的意思是,例如,既然相反的事物处于同类之中,那么说行乞的人是在“祈求”,或者说祈求的人是在“行乞”,因为两者都是“请求”,这就是在做刚才所说的事;这就像伊菲克拉特斯称呼卡利亚斯为 “游方僧”而非“持炬者”,而卡利亚斯则说他是“未受秘仪者”,因为若非如此,他就不会称他为游方僧,而会称持炬者;因为两者都与神有关,但一者尊贵,一者卑贱。
καὶ ὁ μὲν διονυσοκόλακας, αὐτοὶ δʼ αὑτοὺς τεχνίτας καλοῦσιν (ταῦτα δʼ ἄμφω μεταφορά, ἡ μὲν ῥυπαινόντων ἡ δὲ τοὐναντίον), καὶ οἱ μὲν λῃσταὶ αὑτοὺς ποριστὰς καλοῦσι νῦν (διὸ ἔξεστι λέγειν τὸν ἀδικήσαντα μὲν ἁμαρτάνειν, τὸν δʼ ἁμαρτάνοντα ἀδικῆσαι, καὶ τὸν κλέψαντα καὶ λαβεῖν καὶ πορίσασθαι).
又如有人称他们为“狄奥尼索斯的谄媚者”,而他们自己则称自己为“艺术家”(这两者都是隐喻,前者是贬低,后者相反);如今强盗们也自称为“采购者”(因此,人们可以说行不义者是“犯错”,犯错者是“行不义”,而偷窃者是“拿走”和“采购”)。
τὸ δὲ ὡς ὁ Τήλεφος Εὐριπίδου φησίν,
"
κώπης ἀνάσσων κἀποβὰς εἰς Μυσίαν,
"
ἀπρεπές, ὅτι μεῖζον τὸ ἀνάσσειν ἢ κατʼ ἀξίαν· οὐ κέκλεπται οὖν.
而欧里庇得斯的《泰勒福斯》中所说的: “主宰桨舵,登岸迈锡亚,” 是不相称的,因为“主宰”一词对于该行为的价值而言显得过于夸大;因此,这一修饰未能隐瞒。
§3.2.11ἔστιν δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἁμαρτία, ἐὰν μὴ ἡδείας ᾖ σημεῖα φωνῆς, οἷον Διονύσιος προσαγορεύει ὁ χαλκοῦς ἐν τοῖς ἐλεγείοις κραυγὴν Καλλιόπης τὴν ποίησιν, ὅτι ἄμφω φωναί· φαύλη δὲ ἡ μεταφορὰ †ταῖς ἀσήμοις φωναῖσ†.
在音节中也会有错误,如果它们不是悦耳声音的标记,例如,“青铜的”狄奥尼修斯在哀歌中称诗歌为“卡利俄佩的呼喊”,因为两者都是声音;但这个隐喻是拙劣的,†因为那些无意义的声音†。
§3.2.12ἔτι δὲ οὐ πόρρωθεν δεῖ ἀλλʼ ἐκ τῶν συγγενῶν καὶ τῶν ὁμοειδῶν μεταφέρειν ἐπὶ τὰ ἀνώνυμα ὠνομασμένως ὃ λεχθὲν δῆλόν ἐστιν ὅτι συγγενές (ὁἷον ἐν τῷ αἰνίγματι τῷ εὐδοκιμοῦντι
"
ἄνδρʼ εἶδον πυρὶ χαλκὸν ἐπʼ ἀνέρι κολλήσαντα· "
ἀνώνυμον γὰρ τὸ πάθος, ἔστι δʼ ἄμφω πρόσθεσίς τις· κόλλησιν τοίνυν εἶπε τὴν τῆςσικύας προσβολήν), καὶ ὅλως ἐκ τῶν εὖ ᾐνιγμένων ἔστι μεταφορὰς λαβεῖν ἐπιεικεῖς· μεταφοραὶ γὰρ αἰνίττονται, ὥστε δῆλον ὅτι εὖ μετενήνεκται.
此外,隐喻不应当从远处借用,而应该从同族和同类的事物中借用,引入到无名的事物上,从而使其命名,使所说的话显然是同族的,(例如,在那个著名的谜语中: “我看见一个男子,用火把青铜粘在另一个男子身上”;因为这种施治方法是没有名字的,但两者都是一种“贴附”;因此,他把吸角器的吸附称为“粘合”),总之,从构思巧妙的谜语中可以获得恰当的隐喻;因为隐喻具有谜语的性质,所以显然它们是成功借用的。
§3.2.13καὶ ἀπὸ καλῶν· κάλλος δὲ ὀνόματος τὸ μὲν ὥσπερ Λικύμνιος λέγει, ἐν τοῖς ψόφοις ἢ τῷ σημαινομένῳ, καὶ αἶσχος δὲ ὡσαύτως.
并且要从美的事物中借用;至于词汇的美,正如利库姆尼奥斯所说,在于声音或在于所指的意思,而丑也是如此。
ἔτι δὲ τρίτον ὃ λύει τὸν σοφιστικὸν λόγον· οὐ γὰρ ὡς ἔφη Βρύσων οὐθένα αἰσχρολογεῖν, εἴπερ τὸ αὐτὸ σημαίνει τόδε ἀντὶ τοῦδε εἰπεῖν· τοῦτο γάρ ἐστιν ψεῦδος· ἔστιν γὰρ ἄλλο ἄλλου κυριώτερον καὶ ὡμοιωμένον μᾶλλον καὶ οἰκειότερον, τῷ ποιεῖν τὸ πρᾶγμα πρὸ ὀμμάτων.
此外,第三点可以驳斥诡辩派的论点:因为并不像布吕松所说的那样,如果用这个词代替那个词意味着相同的意思,就没有人会说粗俗的话;因为这是错误的;因为一个词比另一个词更贴切,更相似,更合适,能把事物呈现在眼前。
ἔτι οὐχ ὁμοίως ἔχον σημαίνει τόδε καὶ τόδε, ὥστε καὶ οὕτως ἄλλου ἄλλο κάλλιον καὶ αἴσχιον θετέον· ἄμφω μὲν γὰρ τὸ καλὸν ἢ τὸ αἰσχρὸν σημαίνουσιν, ἀλλʼ οὐχ ᾗ καλὸν ἢ οὐχ ᾗ αἰσχρόν· ἢ ταῦτα μέν, ἀλλὰ μᾶλλον καὶ ἧττον.
此外,这个词和那个词所表示的事物状态并不相同,因此在这个意义上,也必须认为一个词比另一个词更美或更丑;因为两者虽然都表示美或丑,但并不是在它美的层面上,或者不是在它丑的层面上;或者即使是,也有程度深浅的不同。
τὰς δὲ μεταφορὰς ἐντεῦθεν οἰστέον, ἀπὸ καλῶν ἢ τῇ φωνῇ ἢ τῇ δυνάμει ἢ τῇ ὄψει ἢ ἄλλῃ τινὶ αἰσθήσει.
而隐喻应当从这些地方引入,即从声音、力量、视觉或其他某种感觉中显得美的事物中引入。
διαφέρει δʼ εἰπεῖν, οἷον ῥοδοδάκτυλος ἠὼς μᾶλλον ἢ φοινικοδάκτυλος, ἢ ἔτι φαυλότερον ἐρυθροδάκτυλος.
例如,说“玫瑰红手指的黎明”就不同于“深红手指的”,或者更糟的,“红手指的”。
§3.2.14καὶ ἐν τοῖς ἐπιθέτοις ἔστιν μὲν τὰς ἐπιθέσεις ποιεῖσθαι ἀπὸ φαύλου ἢ αἰσχροῦ, οἷον ὁ μητροφόντης, ἔστι δʼ ἀπὸ τοῦ βελτίονος, οἷον ὁ πατρὸς ἀμύντωρ· καὶ ὁ Σιμωνίδης, ὅτε μὲν ἐδίδου μισθὸν ὀλίγον αὐτῷ ὁ νικήσας τοῖς ὀρεῦσιν, οὐκ ἤθελε ποιεῖν, ὡς δυσχεραίνων εἰς ἡμιόνους ποιεῖν, ἐπεὶ δʼ ἱκανὸν ἔδωκεν, ἐποίησε
"
χαίρετʼ ἀελλοπόδων θύγατρες ἵππων·
在形容词中,既可以从低劣或丑陋的事物中进行修饰,例如“弑母者”,也可以从较好的事物中修饰,例如“父仇的复仇者”;西摩尼得斯也是如此,当骡车赛的获获者给他的报酬很少时,他不愿写诗,表现得好像不屑于为骡子作诗;但当获胜者给足了报酬,他就写道: “欢呼吧,暴风蹄之马的女儿们!
"
καίτοι καὶ τῶν ὄνων θυγατέρες ἦσαν.
” 然而,它们其实也是驴子的女儿。
ἔστιν αὖ τὸ ὑποκορίζεσθαι· §3.2.15ἔστιν δὲ ὁ ὑποκορισμὸς ὃ ἔλαττον ποιεῖ καὶ τὸ κακὸν καὶ τὸ ἀγαθόν, ὥσπερ καὶ Ἀριστοφάνης σκώπτει ἐν τοῖς Βαβυλωνίοις, ἀντὶ μὲν χρυσίου χρυσιδάριον, ἀντὶ δʼ ἱματίου ἱματιδάριον, ἀντὶ δὲ λοιδορίας λοιδορημάτιον καὶ ἀντὶ νοσήματος νοσημάτιον.
此外,还有使用指小词;指小词是使坏事和好事都变小的一种表达方式,正如阿里斯托芬在《巴比伦人》中开玩笑的那样,用“小金币”代替“黄金”,用“小外套”代替“外套”,用“小谩骂”代替“谩骂”,用“小毛病”代替“疾病”。
εὐλαβεῖσθαι δὲ δεῖ καὶ παρατηρεῖν ἐν ἀμφοῖν τὸ μέτριον.
但在这两方面都必须谨慎,并注意适度。