§3.2.1ἔστω οὖν ἐκεῖνα τεθεωρημένα καὶ ὡρίσθω λέξεως ἀρετὴ σαφῆ εἶναι (σημεῖον γάρ τι ὁ λόγος ὤν, ἐὰν μὴ δηλοῖ οὐ ποιήσει τὸ ἑαυτοῦ ἔργον), καὶ μήτε ταπεινὴν μήτε ὑπὲρ τὸ ἀξίωμα, ἀλλὰ πρέπουσαν· ἡ γὰρ ποιητικὴ ἴσως οὐ ταπεινή, ἀλλʼ οὐ πρέπουσα λόγῳ.
因此,让那些内容被视为已探讨过的,并规定文体的美德在于明晰(因为言论是一种符号,如果不表明意思,就无法完成它自身的功能),并且既不卑俗,也不超出其应有的品位,而是得体;因为诗歌文体或许不卑俗,但不适用于散文。
§3.2.2τῶν δʼ ὀνομάτων καὶ ῥημάτων σαφῆ μὲν ποιεῖ τὰ κύρια, μὴ ταπεινὴν δὲ ἀλλὰ κεκοσμημένην τἆλλα ὀνόματα ὅσα εἴρηται ἐν τοῖς περὶ ποιητικῆς· τὸ γὰρ ἐξαλλάξαι ποιεῖ φαίνεσθαι σεμνοτέραν· ὥσπερ γὰρ πρὸς τοὺς ξένους οἱ ἄνθρωποι καὶ πρὸς τοὺς πολίτας, τὸ αὐτὸ πάσχουσιν καὶ πρὸς τὴν λέξιν·
在名词和动词中,日常词汇使文体明晰,而《诗学》中所说的其他各类词汇则使文体不卑俗且富有修饰;因为脱离日常语言会使文体显得更加庄重;因为人们对待文体的态度,正如他们对待外邦人和本国公民一样是相同的。
§3.2.3διὸ δεῖ ποιεῖν ξένην τὴν διάλεκτον· θαυμασταὶ γὰρ τῶν ἀπόντων εἰσίν, ἡδὺ δὲ τὸ θαυμαστόν ἐστιν.
因此,必须使语言具有外邦(新鲜)色彩;因为人们崇拜远离日常的事物,而令人惊异的事物是令人愉悦的。
ἐπὶ μὲν οὖν τῶν μέτρων πολλά τε ποιεῖται οὕτω καὶ ἁρμόττει ἐκεῖ (πλέον γὰρ ἐξέστηκεν περὶ ἃ καὶ περὶ οὓς ὁ λόγος), ἐν δὲ τοῖς ψιλοῖς λόγοις πολλῷ ἐλάττω· ἡ γὰρ ὑπόθεσις ἐλάττων, ἐπεὶ καὶ ἐνταῦθα, εἰ δοῦλος καλλιεποῖτο ἢ λίαν νέος, ἀπρεπέστερον, ἢ περὶ λίαν μικρῶν· ἀλλʼ ἔστι καὶ ἐν τούτοις ἐπισυστελλόμενον καὶ αὐξανόμενον τὸ πρέπον·
在韵文(诗歌)中,许多手段都是这样使用的,并且在那里很合适(因为言论所涉及的事物和人物更加远离日常生活),但在饰无文饰的散文中,使用的手段应当少得多;因为其主题较为温和,因为在这里,如果一个奴隶或一个非常年轻的人说起漂亮话,或者对极微不足道的事情这样说,就显得很不相称;但即使在这些情况下,得体也包含了收缩与扩大。
§3.2.4διὸ δεῖ λανθάνειν ποιοῦντας, καὶ μὴ δοκεῖν λέγειν πεπλασμένως ἀλλὰ πεφυκότως (τοῦτο γὰρ πιθανόν, ἐκεῖνο δὲ τοὐναντίον· ὡς γὰρ πρὸς ἐπιβουλεύοντα διαβάλλονται, καθάπερ πρὸς τοὺς οἴνους τοὺς μεμιγμένους), καὶ οἷον ἡ Θεοδώρου φωνὴ πέπονθε πρὸς τὴν τῶν ἄλλων ὑποκριτῶν· ἡ μὲν γὰρ τοῦ λέγοντος ἔοικεν εἶναι, αἱ δʼ ἀλλότριαι.
因此,在进行修饰时必须不留痕迹,不显得造作,而显得自然(因为后者具有说服力,而前者则相反;因为人们会产生防范之心,就像对待掺水的葡萄酒一样,把这当成是对他们的阴谋),这就像泰奥多罗斯的声音与其他演员的声音相比所表现出来的那样;因为他的声音似乎就是说话者自己的声音,而其他人的声音则显得像是别人的(造作的)。
§3.2.5κλέπτεται δʼ εὖ, ἐάν τις ἐκ τῆς εἰωθυίας διαλέκτου ἐκλέγων συντιθῇ· ὅπερ Εὐριπίδης ποιεῖ καὶ ὑπέδειξε πρῶτος.
如果一个人从习惯的日常语言中挑选词汇并进行组合,就能很好地隐瞒意图;这正是欧里庇得斯所做的,并且他是第一个展示这种方法的。
ὄντων δʼ ὀνομάτων καὶ ῥημάτων ἐξ ὧν ὁ λόγος συνέστηκεν, τῶν δὲ ὀνομάτων τοσαῦτʼ ἐχόντων εἴδη ὅσα τεθεώρηται ἐν τοῖς περὶ ποιήσεως, τούτων γλώτταις μὲν καὶ διπλοῖς ὀνόμασι καὶ πεποιημένοις ὀλιγάκις καὶ ὀλιγαχοῦ χρηστέον (ὅπου δέ, ὕστερον ἐροῦμεν, τό τε διὰ τί εἴρηται· §3.2.6ἐπὶ τὸ μεῖζον γὰρ ἐξαλλάττει τοῦ πρέποντος), τὸ δὲ κύριον καὶ τὸ οἰκεῖον καὶ μεταφορὰ μόνα χρήσιμα πρὸς τὴν τῶν ψιλῶν λόγων λέξιν.
既然言论是由名词和动词组成的,而名词有《诗学》中所考察过的那么多类型,在这些词中,古语、复合词和造语应当极少且在极少数地方使用(至于在何处使用,我们稍后会说明,其原因也已经讲过:因为它们偏离了得体的限度,走向了过度),而日常词、本来词和隐喻才单独对无文饰的散文文体有用。
σημεῖον δʼ ὅτι τούτοις μόνοις πάντες χρῶνται· πάντες γὰρ μεταφοραῖς διαλέγονται καὶ τοῖς οἰκείοις καὶ τοῖς κυρίοις, ὥστε δῆλον ὡς ἂν εὖ ποιῇ τις, ἔσται τε ξενικὸν καὶ λανθάνειν ἐνδέξεται καὶ σαφηνιεῖ· αὕτη δʼ ἦν ἡ τοῦ ῥητορικοῦ λόγου ἀρετή.
其证据在于,所有人只使用这些词;因为所有人在谈话中都使用隐喻、本来词和日常词,因此显然,如果运用得当,文体既会有新奇感,又能够不留痕迹,而且能够明晰;而这正是修辞性言论的美德。
§3.2.7τῶν δʼ ὀνομάτων τῷ μὲν σοφιστῇ ὁμωνυμίαι χρήσιμοι (παρὰ ταύτας γὰρ κακουργεῖ), τῷ ποιητῇ δὲ συνωνυμίαι, λέγω δὲ κύριά τε καὶ συνώνυμα οἷον τὸ πορεύεσθαι καὶ τὸ βαδίζειν· ταῦτα γὰρ ἀμφότερα καὶ κύρια καὶ συνώνυμα ἀλλήλοις.
在词汇中,同音异义词对诡辩家有用(因为他利用这些来搞欺骗),而同义词对诗人有用,我所说的日常且同义的词,例如“走(行)”和“步(履)”;因为这两个词既是日常词,又互为同义词。
τί μὲν οὖν τούτων ἕκαστόν ἐστι, καὶ πόσα εἴδη μεταφορᾶς, καὶ ὅτι τοῦτο πλεῖστον δύναται καὶ ἐν ποιήσει καὶ ἐν λόγοις, εἴρηται, καθάπερ ἐλέγομεν, ἐν τοῖς περὶ ποιητικῆς·
至于这些词每个是什么,隐喻有多少种,以及隐喻在诗歌和散文中都具有最大威力,正如我们所说,已在《诗学》中讨论过了。
§3.2.8τοσούτῳ δʼ ἐν λόγῳ δεῖ μᾶλλον φιλοπονεῖσθαι περὶ αὐτῶν, ὅσῳ ἐξ ἐλαττόνων βοηθημάτων ὁ λόγος ἐστὶ τῶν μέτρων· καὶ τὸ σαφὲς καὶ τὸ ἡδὺ καὶ τὸ ξενικὸν ἔχει μάλιστα ἡ μεταφορά, καὶ λαβεῖν οὐκ ἔστιν αὐτὴν παρʼ ἄλλου.
但是在散文中,散文因比韵文拥有更少的辅助手段,就越应当在这些方面下功夫;隐喻最具有明晰性、愉悦感和新奇感,而且无法从他人那里获得。
§3.2.9δεῖ δὲ καὶ τὰ ἐπίθετα καὶ τὰς μεταφορὰς ἁρμοττούσας λέγειν.
此外,形容词和隐喻也必须使用得体。
τοῦτο δʼ ἔσται ἐκ τοῦ ἀνάλογον· εἰ δὲ μή, ἀπρεπὲς φανεῖται διὰ τὸ παρʼ ἄλληλα τὰ ἐναντία μάλιστα φαίνεσθαι.
这将通过类比来实现;否则,就会显得不相称,因为相反的事物并列时最显眼。
ἀλλὰ δεῖ σκοπεῖν, ὡς νέῳ φοινικίς, οὕτω γέροντι τί
然而应当考虑,正如紫红色外套适合年轻人,什么适合老年人。