Humanitext Reader

亚里士多德 · 修辞学 §3.3.1-3.3.4

散文文体产生生硬的四种原因

第 76 段,共 98 段 · 希腊语

内容简介

讨论散文文体中产生“生硬(冷)”的四个原因(合成词、古僻词、过度的形容词、不相称的隐喻),并结合阿尔基达马斯和高尔吉亚等人的例子进行阐述。

§3.3.1τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λυκόφρων τὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς , καὶ ἀκτὴν δὲ στενοπόρον , καὶ ὡς Γοργίας ὠνόμαζεν πτωχομουσοκόλοκας ἐπιορκήσαντας κατʼ εὐορκήσαντος , καὶ ὡς Ἀλκιδάμας μένους μὲν τὴν ψυχὴν πληρουμένην, πυρίχρων δὲ τὴν ὄψιν γιγνομένην , καὶ τελεσφόρον ᾠήθη τὴν προθυμίαν αὐτῶν γενήσεσθαι, καὶ τελεσφόρον τὴν πειθὼ τῶν λόγων κατέστησεν, καὶ κυανόχρων τὸ τῆς θαλάττης ἔδαφος·
文体上的生硬(冷)产生于四个原因。 第一,在合成词中。 例如,吕科弗龙说: “多面之天,巨峰之地的” 以及: “狭窄通道的海岸”;又如高尔吉亚称某些人为: “贫穷缪斯的谄媚者” 并说: “违背誓言者针对坚守誓言者”;又如阿尔基达马斯说: “灵魂被充满愤怒,脸色变得如火一般” 并认为他们的热忱将成为“带来结果的”,将言语的说服力确立为“带来结果的”,并将海底称为“深蓝色的”。
πάντα ταῦτα γὰρ ποιητικὰ διὰ τὴν δίπλωσιν φαίνεται.
因为所有这些都由于双重合成而显得具有诗意。
§3.3.2μία μὲν οὖν αὕτη αἰτία,μία δὲ τὸ χρῆσθαι γλώτταις, οἷον Λυκόφρων Ξέρξην πέλωρον ἄνδρα , καὶ Σκίρων σίνις ἀνήρ , καὶ Ἀλκιδάμας ἄθυρμα τῇ ποιήσει , καὶ τὴν τῆς φύσεως ἀτασθαλίαν , καὶ ἀκράτῳ τῆς διανοίας ὀργῇ τεθηγμένον .
因此,这是第一个原因;另一个原因是使用古僻词(奇特词)。 例如,吕科弗龙称薛西斯为“巨大的男人”,斯基隆称其为“危害的男人”,阿尔基达马斯说“诗作的玩具”,以及“自然之无道”,以及“被心智的无节制愤怒所磨砺”。
§3.3.3τρίτον δʼ ἐν τοῖς ἐπιθέτοις τὸ ἢ μακροῖς ἢ ἀκαίροις ἢ πυκνοῖς χρῆσθαι·
第三个原因在于使用过长、不合时宜或过于频繁的形容词。
ἐν μὲν γὰρ ποιήσει πρέπει γάλα λευκὸν εἰπεῖν, ἐν δὲ λόγῳ τὰ μὲν ἀπρεπέστερα· τὰ δέ, ἂν ᾖ κατακορῆ, ἐξελέγχει καὶ ποιεῖ φανερὸν ὅτι ποίησις ἐστίν, ἐπεὶ δεῖ γε χρῆσθαι αὐτοῖς (ἐξαλλάττει γὰρ τὸ εἰωθὸς καὶ ξενικὴν ποιεῖ τὴν λέξιν), ἀλλὰ δεῖ στοχάζεσθαι τοῦ μετρίου, ἐπεὶ μεῖζον ποιεῖ κακὸν τοῦ εἰκῇ λέγειν· ἡ μὲν γὰρ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ τὸ κακῶς.
因为在诗歌中说“白色的牛奶”是合适的,但在散文中,有些是不相称的,而另一些如果过量,就会暴露其修饰,使其显露出是诗歌;虽然确实需要使用它们(因为这能改变寻常的表达,使文体具有异国风味),但必须力求适度,因为过度使用的害处大于随口而说;因为后者只是缺乏美感,而前者则带来了糟糕。
διὸ τὰ Ἀλκιδάμαντος ψυχρὰ φαίνεται· οὐ γὰρ ὡς ἡδύσματι χρῆται ἀλλʼ ὡς ἐδέσματι τοῖς ἐπιθέτοις τοῖς οὕτω πυκνοῖς καὶ μείζοσι καὶ ἐπιδήλοις, οἷον οὐχ ἱδρῶτα ἀλλὰ τὸν ὑγρὸν ἱδρῶτα, καὶ οὐκ εἰς Ἴσθμια ἀλλʼ εἰς τὴν τῶν Ἰσθμίων πανήγυριν, καὶ οὐχὶ νόμους ἀλλὰ τοὺς τῶν πόλεων βασιλεῖς νόμους, καὶ οὐ δρόμῳ ἀλλὰ δρομαίᾳ τῇ τῆς ψυχῆς ὁρμῇ, καὶ οὐχὶ μουσεῖον ἀλλὰ τὸ τῆς φύσεως παραλαβὼν μουσεῖον, καὶ σκυθρωπὸν τὴν φροντίδα τῆς ψυχῆς, καὶ οὐ χάριτος ἀλλὰ πανδήμου χάριτος δημιουργός, καὶ οἰκονόμος τῆς τῶν ἀκουόντων ἡδονῆς, καὶ οὐ κλάδοις ἀλλὰ τοῖς τῆς ὕλης κλάδοις ἀπέκρυψεν, καὶ οὐ τὸ σῶμα παρήμπισχεν ἀλλὰ τὴν τοῦ σώματος αἰσχύνην, καὶ ἀντίμιμον τὴν τῆς ψυχῆς ἐπιθυμίαν (τοῦτο δʼ ἅμα καὶ διπλοῦν καὶ ἐπίθετον, ὥστε ποίημα γίνεται), καὶ οὕτως ἔξεδρον τὴν τῆς μοχθηρίας ὑπερβολήν.
因此阿尔基达马斯的作品显得生硬;因为他不是把形容词当作调味品,而是当作食物,用得如此频繁、夸张且显眼。 例如,他不直接说“汗水”,而是说“湿润的汗水”;不直接说“去地峡运动会”,而是说“去地峡人的盛大集会”;不说“法律”,而是说“城邦之王的法律”;不说“奔跑”,而是说“灵魂奔腾的冲动”;不说“学术所(缪斯神殿)”,而是说“接受了自然的学术所”;说“灵魂阴郁的忧虑”;不说“恩惠的创造者”,而是说“万民恩惠的创造者”;说“听众快乐的管家”;不说“用树枝隐藏”,而是说“用森林的树枝隐藏”;不说“遮盖身体”,而是说“遮盖身体的羞耻”;说“灵魂的模仿性的(抗衡模仿的)渴望”(这既是合成词又是形容词,因而成了诗句);同样还有“邪恶的离奇过度”。
διὸ ποιητικῶς λέγοντες τῇ ἀπρεπείᾳ τὸ γελοῖον καὶ τὸ ψυχρὸν ἐμποιοῦσι, καὶ τὸ ἀσαφὲς διὰ τὴν ἀδολεσχίαν· ὅταν γὰρ γιγνώσκοντι ἐπεμβάλλῃ, διαλύει τὸ σαφὲς τῷ ἐπισκοτεῖν.
因此,以诗意方式说话的人,因其不相称而制造了可笑和生硬,并且由于罗唆而造成了晦涩;因为当听众已经理解时再塞进词语,就会通过遮蔽而破坏明晰性。
οἱ δʼ ἄνθρωποι τοῖς διπλοῖς χρῶνται ὅταν ἀνώνυμον ᾖ καὶ ὁ λόγος εὐσύνθετος, οἷον τὸ χρονοτριβεῖν· ἀλλʼ ἂν πολύ, πάντως ποιητικόν·
人们在事物没有名称且词语易于合成时使用合成词,例如“消磨时间”;但如果使用过多,就完全变成了诗意。
διὸ χρησιμωτάτη ἡ διπλῆ λέξις τοῖς διθυραμβοποιοῖς (οὗτοι γὰρ ψοφώδεις), αἱ δὲ γλῶτται τοῖς ἐποποιοῖς (σεμνὸν γὰρ καὶ αὔθαδες), ἡ δὲ μεταφορὰ τοῖς ἰαμβείοις (τούτοις γὰρ νῦν χρῶνται, ὥσπερ εἴρηται).
因此,合成词对于双重歌(酒神赞歌)诗人最有用(因为他们是喧闹的),古僻词对于史诗诗人最有用(因为这是庄严而高傲的),而隐喻对于雅姆(双短单长格)剧作者最有用(因为正如所说,他们现在正使用这些)。
§3.3.4καὶ ἔτι τέταρτον τὸ ψυχρὸν ἐν ταῖς μεταφοραῖς γίνεται·
第四,生硬产生于隐喻中。
εἰσὶν γὰρ καὶ μεταφοραὶ ἀπρεπεῖς, αἱ μὲν διὰ τὸ γελοῖον (χρῶνται γὰρ καὶ οἱ κωμῳδοποιοὶ μεταφοραῖς), αἱ δὲ διὰ τὸ σεμνὸν ἄγαν καὶ τραγικόν· ἀσαφεῖς δέ, ἂν πόρρωθεν, οἷον Γοργίας χλωρὰ καὶ ἄναιμα τὰ πράγματα , σὺ δὲ ταῦτα αἰσχρῶς μὲν ἔσπειρας κακῶς δὲ ἐθέρισας · ποιητικῶς γὰρ ἄγαν.
因为也有不相称的隐喻,有些是因为可笑(喜剧诗人也使用隐喻),另一些则是由于过于庄严和具有悲剧色彩;如果从远处借用,它们就会显得晦涩,例如高尔吉亚说: “事情是苍白且无血色的,” 以及: “你丑恶地播种了这些,又糟糕地收获了它们”;因为这过于诗意。
καὶ ὡς Ἀλκιδάμας τὴν φιλοσοφίαν ἐπιτείχισμα τῷ νόμῳ , καὶ τὴν Ὀδύσσειαν καλὸν ἀνθρωπίνου βίου κάτοπτρον , καὶ οὐδὲν τοιοῦτον ἄθυρμα τῇ ποιήσει προσφέρων · ἅπαντα γὰρ ταῦτα ἀπίθανα διὰ τὰ εἰρημένα.
又如阿尔基达马斯称哲学为: “法律的防御工事,” 称《奥德赛》为: “人类生活的优美镜子,” 以及: “没有为诗作带来任何这样的玩具”;因为由于上述原因,所有这些都是不可信的。
τὸ δὲ Γοργίου εἰς τὴν χελιδόνα, ἐπεὶ κατʼ αὐτοῦ πετομένη ἀφῆκε τὸ περίττωμα, ἄριστα ἔχει τῶν τραγικῶν· εἶπε γὰρ αἰσχρόν γε, ὦ Φιλομήλα .
而高尔吉亚对燕子说的话,是在燕子飞过他头顶并排泄在他身上时说的,这堪称悲剧性表达中的极品;因为他说: “太可耻了,菲洛墨拉。
ὄρνιθι μὲν γάρ, εἰ ἐποίησεν, οὐκ αἰσχρόν, παρθένῳ δὲ αἰσχρόν.
” 因为对于一只鸟来说,即使这样做也并不见得可耻,但对于一个少女来说却是可耻的。
εὖ οὖν ἐλοιδόρησεν εἰπὼν ὃ ἦν, ἀλλʼ οὐχ ὃ ἔστιν.
因此,他说出了她曾经是谁,而不是她现在是谁,从而成功地斥责了她。

词汇与语法注释

  1. 1406a1ἐπιορκήσαντας κατʼ εὐορκήσαντος — 该分词短语中,宾格分词 ἐπιορκήσαντας(违背誓言者)作为动词 ὠνόμαζεν(称呼)的直接宾语,与介词 κατά 支配的属格分词 εὐορκήσαντος(坚守誓言者)相对立,构成了高尔吉亚式的典型排比与对仗。
  2. 15τὰ δέ, ἂν ᾖ κατακορῆ, ἐξελέγχει — 主语 τὰ δέ(而另一些)为中性复数,指代某些形容词。条件从句 ἂν ᾖ κατακορῆ 中,动词 ᾖ 为单数,而形容词补足语 κατακορῆ 为中性复数,在语法上与复数主语相呼应。及物动词 ἐξελέγχει(暴露/揭穿)在语义上支配后面的 ὅ提 从句。
  3. 1406a15ἡ μὲν γὰρ οὐκ ἔχει τὸ εὖ, ἡ δὲ τὸ κακῶς — 关联代词 ἡ μέν 与 ἡ δέ 指代前文比较句中的两个要素。此处 ἡ μέν 指代较后的要素 τὸ εἰκῇ λέγειν(随口说,即缺乏形容词),仅是“缺乏美妙”(οὐκ ἔχει τὸ εὖ);而 ἡ δέ 指代过度使用形容词,则带来了积极的“糟糕”(τὸ κακῶς)。
  4. 15εἰπὼν ὃ ἦν, ἀλλʼ οὐχ ὃ ἔστιν — 中性关系代词 ὅ 引导了两个并列的名词性从句。未完成过去时 ἦν(她过去是谁,即身为人类少女时)与现在时 ἔστιν(她现在是谁,即作为鸟类时)构成时态对比,结合了菲洛墨拉变为燕子的神话传说,体现了高尔吉亚基于其过去身份而非现在身份进行斥责的修辞逻辑。

引用这一段

亚里士多德, 修辞学 §3.3.1-3.3.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:3.3.1-3.3.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。