§2.9.1ἀντίκειται δὲ τῷ ἐλεεῖν μάλιστα μὲν ὃ καλοῦσι νεμεσᾶν·
最与怜悯对立的,是人们所说的义愤。
τῷ γὰρ λυπεῖσθαι ἐπὶ ταῖς ἀναξίαις κακοπραγίαις ἀντικείμενόν ἐστι τρόπον τινὰ καὶ ἀπὸ τοῦ αὐτοῦ ἤθους τὸ λυπεῖσθαι ἐπὶ ταῖς ἀναξίαις εὐπραγίαις.
因为对不配遭受的厄运感到痛苦,在某种程度上与对不配享有的幸运感到痛苦相反,并且源于相同的性格。
καὶ ἄμφω τὰ πάθη ἤθους χρηστοῦ·
这两种情感都属于优秀的性格。
§2.9.2δεῖ γὰρ ἐπὶ μὲν τοῖς ἀναξίως πράττουσι κακῶς συνάχθεσθαι καὶ ἐλεεῖν, τοῖς δὲ εὖ νεμεσᾶν· ἄδικον γὰρ τὸ παρὰ τὴν ἀξίαν γιγνόμενον·
因为对于那些不配而境遇悲惨的人,我们应当表示同情和怜悯,而对于那些不配而境遇优渥的人,我们应当感到义愤;因为违背配得而发生的事是不公正的。
διὸ καὶ τοῖς θεοῖς ἀποδίδομεν τὸ νεμεσᾶν.
因此,我们也把义愤归于神明。
§2.9.3δόξειε δʼ ἂν καὶ ὁ φθόνος τῷ ἐλεεῖν τὸν αὐτὸν ἀντικεῖσθαι τρόπον, ὡς σύνεγγυς ὢν καὶ ταὐτὸν τῷ νεμεσᾶν, ἔστι δʼ ἕτερον·
嫉妒似乎也以同样的方式与怜悯对立,因为它与义愤相近且看似相同,但其实它是不同的。
λύπη μὲν γὰρ ταραχώδης καὶ ὁ φθόνος ἐστὶν καὶ ἐπὶ εὐπραγίᾳ, ἀλλʼ οὐ τοῦ ἀναξίου ἀλλὰ τοῦ ἴσου καὶ ὁμοίου.
因为嫉妒也是一种因幸运而产生、伴随着动荡的痛苦,但针对的不是不配享有的人,而是与自己平等且相似的人。
τὸ δὲ μὴ ὅτι αὐτῷ τι συμβήσεται ἕτερον, ἀλλὰ διʼ αὐτὸν τὸν πλησίον, ἅπασιν ὁμοίως δεῖ ὑπάρχειν· οὐ γὰρ ἔτι ἔσται τὸ μὲν φθόνος, τὸ δὲ νέμεσις, ἀλλὰ φόβος, ἐὰν διὰ τοῦτο ἡ λύπη ὑπάρχῃ καὶ ἡ ταραχή, ὅτι αὐτῷ τι ἔσται φαῦλον ἀπὸ τῆς ἐκείνου εὐπραξίας.
然而,“并非因为自己会遭遇别的事情,而是因为邻人本身”这一特征,必须同样存在于所有这些情感中;因为如果这种痛苦和动荡是因为“由于他人的幸运,自己将遭遇不幸”而产生,那么它就不再是嫉妒或义愤,而是恐惧了。
§2.9.4φανερὸν δʼ ὅτι ἀκολουθήσει καὶ τὰ ἐναντία πάθη τούτοις· ὁ μὲν γὰρ λυπούμενος ἐπὶ τοῖς ἀναξίως κακοπραγοῦσιν ἡσθήσεται ἢ ἄλυπος ἔσται ἐπὶ τοῖς ἐναντίως κακοπραγοῦσιν, οἷον τοὺς πατραλοίας καὶ μιαιφόνους, ὅταν τύχωσι τιμωρίας, οὐδεὶς ἂν λυπηθείη χρηστός· δεῖ γὰρ χαίρειν ἐπὶ τοῖς τοιούτοις, ὡς δʼ αὔτως καὶ ἐπὶ τοῖς εὖ πράττουσι κατʼ ἀξίαν· ἄμφω γὰρ δίκαια, καὶ ποιεῖ χαίρειν τὸν ἐπιεικῆ· ἀνάγκη γὰρ ἐλπίζειν ὑπάρξαι ἂν ἅπερ τῷ ὁμοίῳ, καὶ αὑτῷ.
显然,相反的情感也会随之而来;因为那些对不配受难的人感到痛苦的人,在面对相反情况下的受难者时,将会感到高兴或不感到痛苦;例如,当杀父者和杀人犯受到惩罚时,任何一个好人都不会感到痛苦;因为我们应该为此感到高兴,同样也应该为那些按照配得而境遇优渥的人感到高兴;因为这两者都是公正的,并使正直的人感到高兴;因为他必须期待,属于他同等之人(配得之人)的事物也会属于他自己。
§2.9.5καὶ ἔστιν τοῦαὐτοῦ ἤθους ἅπαντα ταῦτα, τὰ δʼ ἐναντία τοῦ ἐναντίου· ὁ γὰρ αὐτός ἐστιν ἐπιχαιρέκακος καὶ φθονερός· ἐφʼ ᾧ γάρ τις λυπεῖται γιγνομένῳ καὶ ὑπάρχοντι, ἀναγκαῖον τοῦτον ἐπὶ τῇ στερήσει καὶ τῇ φθορᾷ τῇ τούτου χαίρειν· διὸ κωλυτικὰ μὲν ἐλέου πάντα ταῦτʼ ἐστί, διαφέρει δὲ διὰ τὰς εἰρημένας αἰτίας, ὥστε πρὸς τὸ μὴ ἐλεεινὰ ποιεῖν ἅπαντα ὁμοίως χρήσιμα.
而所有这些都属于同一种性格,相反的则属于相反的性格;因为幸灾乐祸的人和嫉妒的人是同一个人;因为每当一个人对某事的产生和存在感到痛苦时,他必然对该事的丧失和毁灭感到高兴;因此,所有这些情感都是阻碍怜悯的,尽管它们由于上述原因而有所不同,但为了使事物变得不值得怜悯,它们都同样有用。
§2.9.6πρῶτον μὲν οὖν περὶ τοῦ νεμεσᾶν λέγωμεν, τίσιν τε νεμεσῶσι καὶ ἐπὶ τίσι καὶ πῶς ἔχοντες αὐτοί, εἶτα μετὰ ταῦτα περὶ τῶν ἄλλων. §2.9.7φανερὸν δʼ ἐκ τῶν εἰρημένων·
那么,首先让我们来谈谈义愤:人们对谁产生义愤,对什么事情产生义愤,以及他们自己处于什么状态;然后在此之后,再谈论其他情感。
εἰ γάρ ἐστι τὸ νεμεσᾶν λυπεῖσθαι ἐπὶ τῷ φαινομένῳ ἀναξίως εὐπραγεῖν, πρῶτον μὲν δῆλον ὅτι οὐχ οἷόν τʼ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς νεμεσᾶν· §2.9.8οὐ γὰρ εἰ δίκαιος ἢ ἀνδρεῖος, ἢ εἰ ἀρετὴν λήψεται, νεμεσήσει τούτῳ (οὐδὲ γὰρ ἔλεοι ἐπὶ τοῖς ἐναντίοις τούτων εἰσίν), ἀλλὰ ἐπὶ πλούτῳ καὶ δυνάμει καὶ τοῖς τοιούτοις, ὅσων ὡς ἁπλῶς εἰπεῖν ἄξιοί εἰσιν οἱ ἀγαθοὶ καὶ οἱ τὰ φύσει ἔχοντες ἀγαθά, οἷον εὐγένειαν καὶ κάλλος καὶ ὅσα τοιαῦτα.
这从已经说过的那些话中显而易见;因为如果产生义愤是对显而易见的不配享有的幸运感到痛苦,首先显而易见的是,不可能对所有的善事物都产生义愤;因为如果某人是公正的、勇敢的,或者他将获得美德,人们不会对他产生义愤(事实上对这些品质的相反面也没有怜悯),而是对财富、权力及诸如此类的事物产生义愤,简而言之,这些是好人所配得的,也是那些拥有天赋之善(例如高贵的出身、美貌以及所有此类事物)的人所配得的。