Humanitext Reader

亚里士多德 · 修辞学 §2.8.1-2.8.16

怜悯的定义及产生怜悯的条件与不幸遭遇

第 45 段,共 98 段 · 希腊语

内容简介

给出怜悯(eleos)的定义,探讨产生怜悯之人的条件,以及引发怜悯的不幸与情境。

§2.8.1καὶ περὶ μὲν τοῦ χαρίζεσθαι καὶ ἀχαριστεῖν εἴρηται· ποῖα δʼ ἐλεεινὰ καὶ τίνας ἐλεοῦσι, καὶ πῶς αὐτοὶ ἔχοντες, λέγωμεν.
关于施予好意和不怀好意,我们已经谈过了;现在让我们来探讨哪些事物是值得怜悯的,人们怜悯谁,以及他们自己在什么状态下会产生怜悯。
§2.8.2ἔστω δὴ ἔλεος λύπη τις ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ ἢ λυπηρῷ τοῦ ἀναξίου τυγχάνειν, ὃ κἂν αὐτὸς προσδοκήσειεν ἂν παθεῖν ἢ τῶν αὑτοῦ τινα, καὶ τοῦτο ὅταν πλησίον φαίνηται·
那么,怜悯可以定义为:当不配受难的人遭遇显而易见的、具有毁灭性或痛苦的恶时,我们所产生的一种痛苦,而这种恶是人们可以预料到自己或自己的亲友也会遭受的,并且是在这种恶显得迫在眉睫的时候。
δῆλον γὰρ ὅτι ἀνάγκη τὸν μέλλοντα ἐλεήσειν ὑπάρχειν τοιοῦτον οἷον οἴεσθαι παθεῖν ἄν τι κακὸν ἢ αὐτὸν ἢ τῶν αὑτοῦ τινα, καὶ τοιοῦτο κακὸν οἷον εἴρηται ἐν τῷ ὅρῳ ἢ ὅμοιον ἢ παραπλήσιον·
因为显然,一个将要产生怜悯的人,必须处于这样一种状态:认为自己或自己的亲友有可能遭受某种恶,而且是定义中所说的那种恶,或是与之相似、相近的恶。
§2.8.3διὸ οὔτε οἱ παντελῶς ἀπολωλότες ἐλεοῦσιν (οὐδὲν γὰρ ἂν ἔτι παθεῖν οἴονται· πεπόνθασι γάρ), οὔτε οἱ ὑπερευδαιμονεῖν οἰόμενοι, ἀλλʼ ὑβρίζουσιν· εἰ γὰρ ἅπαντα οἴονται ὑπάρχειν τἀγαθά, δῆλον ὅτι καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν μηδὲν κακόν· καὶ γὰρ τοῦτο τῶν ἀγαθῶν.
因此,那些彻底破产、彻底毁灭的人不会产生怜悯(因为他们认为自己不会再遭受任何不幸,因为他们已经遭受过了),那些自认为极其幸福的人也不会产生怜悯,反而会表现得傲慢无礼;因为如果他们认为自己拥有一切善,显然他们也认为自己不可能遭受任何恶,因为这也是善之一。
§2.8.4εἰσὶ δὲ τοιοῦτοι οἷοι νομίζειν παθεῖν ἄν, οἵ τε πεπονθότες ἤδη καὶ διαπεφευγότες, καὶ οἱ πρεσβύτεροι καὶ διὰ τὸ φρονεῖν καὶ διʼ ἐμπειρίαν, καὶ οἱ ἀσθενεῖς, καὶ οἱ δειλότεροι μᾶλλον, καὶ οἱ πεπαιδευμένοι· εὐλόγιστοι γάρ.
那些认为自己可能会受难的人包括:那些已经遭受过并侥幸逃脱的人,年长者(因为他们的智慧和经验),身体软弱者,较为胆怯的人,以及受过教育的人,因为他们善于思考。
§2.8.5καὶ οἷς ὑπάρχουσι γονεῖς ἢ τέκνα ἢ γυναῖκες· αὐτοῦ τε γὰρ ταῦτα, καὶ οἷα παθεῖν τὰ εἰρημένα.
还有那些拥有父母、子女或妻子的人;因为这些是他们自己的亲人,并且有可能遭受上述的不幸。
§2.8.6καὶ οἱ μήτε ἐν ἀνδρείας πάθει ὄντες, οἷον ἐν ὀργῇ ἢ θάρρει (ἀλόγιστα γὰρ τοῦ ἐσομένου ταῦτα), μήτε ἐν ὑβριστικῇ διαθέσει (καὶ γὰρ οὗτοι ἀλόγιστοι τοῦ πείσεσθαί τι), ἀλλʼ οἱ μεταξὺ τούτων, μήτʼ αὖ φοβούμενοι σφόδρα·
那些既不处于勇敢的激情中——例如愤怒或自信中(因为这些状态不会去考虑未来),也不处于傲慢的心境中(因为这些人同样不会考虑遭受不幸的可能性)的人,而是处于这两者之间,并且不处于极度恐惧中的人。
οὐ γὰρ ἐλεοῦσιν οἱ ἐκπεπληγμένοι, διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει.
因为那些惊慌失措的人是不会产生怜悯的,因为他们完全专注于自己当下的痛苦。
§2.8.7κἂν οἴωνταί τινας εἶναι τῶν ἐπιεικῶν· ὁ γὰρ μηδένα οἰόμενοςπάντας οἰήσεται ἀξίους εἶναι κακοῦ.
此外,如果他们认为世上还有些正派的人;因为如果一个人认为谁都不正派,他就会认为所有人都配得上恶。
καὶ ὅλως δὴ ὅταν ἔχῃ οὕτως ὥστʼ ἀναμνησθῆναι τοιαῦτα συμβεβηκότα ἢ αὑτῷ ἤ τῳ τῶν αὑτοῦ, ἢ ἐλπίσαι γενέσθαι αὑτῷ ἤ τῳ τῶν αὑτοῦ.
总而言之,当一个人的状态使他能回想起自己或亲友曾遭遇过这类不幸,或者使他预料到自己或亲友将会遭遇这些不幸时。
§2.8.8ὡς μὲν οὖν ἔχοντες ἐλεοῦσιν εἴρηται, ἃ δʼ ἐλεοῦσιν ἐκ τοῦ ὁρισμοῦ δῆλον·
关于人们在何种状态下会产生怜悯,我们已经说过了;而他们怜悯什么,则可以从定义中清楚地看出。
ὅσα τε γὰρ τῶν λυπηρῶν καὶ ὀδυνηρῶν φθαρτικά, πάντα ἐλεεινά, καὶ ὅσα ἀναιρετικά, καὶ ὅσων ἡ τύχη αἰτία κακῶν μέγεθος ἐχόντων.
因为所有具有毁灭性的、痛苦和令人难受的事物都是值得怜悯的,所有具有破坏性的事物也是如此,还有所有由命运造成的、具有重大规模的恶。
§2.8.9ἔστι δὲ ὀδυνηρὰ μὲν καὶ φθαρτικὰ θάνατοι καὶ αἰκίαι σωμάτων καὶ κακώσεις καὶ γῆρας καὶ νόσοι καὶ τροφῆς ἔνδεια, §2.8.10ὧν δʼ ἡ τύχη αἰτία κακῶν ἀφιλία, ὀλιγοφιλία (διὸ καὶ τὸ διασπᾶσθαι ἀπὸ φίλων καὶ συνήθων ἐλεεινόν), αἶσχος, ἀσθένεια, ἀναπηρία, καὶ τὸ ὅθεν προσῆκεν ἀγαθόν τι ὑπάρξαι κακόν τι συμβῆναι, §2.8.11καὶ τὸ πολλάκις τοιοῦτον, καὶ τὸ πεπονθότος γενέσθαι τι ἀγαθόν, οἷον Διοπείθει τὰ παρὰ βασιλέως τεθνεῶτι κατεπέμφθη, καὶ τὸ ἢ μηδὲν γεγενῆσθαι ἀγαθὸν ἢ γενομένων μὴ εἶναι ἀπόλαυσιν.
而痛苦和具有毁灭性的事物是指:死亡、肉体的虐待、伤害、衰老、疾病和食物匮乏;由命运造成的恶则是:没有朋友、朋友稀少(因此被从朋友和熟人中拆散也是令人怜悯的)、丑陋、虚弱、残疾,以及本该有善事物产生的地方却发生了恶事物,还有这种事情经常发生,以及在遭受不幸之后有善事物降临(例如,在丢皮特斯死后,国王的礼物才送达他那里),或者根本没有善事物降临,或者即使降临了也无法享受。
ἐφʼ οἷς μὲν οὖν ἐλεοῦσι, ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν·
这些和诸如此类的事物,就是人们产生怜悯的对象。
§2.8.12ἐλεοῦσι δὲ τούς τε γνωρίμους, ἂν μὴ σφόδρα ἐγγὺς ὦσιν οἰκειότητι (περὶ δὲ τούτους ὥσπερ περὶ αὑτοὺς μέλλοντας ἔχουσιν·
人们也怜悯他们的熟人,只要关系不是极其亲密(因为对于极其亲密的亲人,他们的感受就像是自己即将遭受不幸一样。
διὸ καὶ ὁ Ἀμάσιος ἐπὶ μὲν τῷ υἱεῖ ἀγομένῳ ἐπὶ τὸ ἀποθανεῖν οὐκ ἐδάκρυσεν, ὡς φασίν, ἐπὶ δὲ τῷ φίλῳ προσαιτοῦντι· τοῦτο μὲν γὰρ ἐλεεινόν, ἐκεῖνο δὲ δεινόν·
所以据说阿玛西斯在儿子被带去处死时没有哭泣,却在朋友乞讨时落泪了;因为后者是值得怜悯的,而前者是可怕的。
τὸ γὰρ δεινὸν ἕτερον τοῦ ἐλεεινοῦ καὶ ἐκκρουστικὸν τοῦ ἐλέου καὶ πολλάκις τῷ ἐναντίῳ χρήσιμον· §2.8.13οὐ γὰρ ἔτι ἐλεοῦσιν ἐγγὺς αὐτοῖς τοῦ δεινοῦ ὄντος), καὶ τοὺς ὁμοίους ἐλεοῦσιν κατὰ ἡλικίαν, κατὰ ἤθη, κατὰ ἕξεις, κατὰ ἀξιώματα, κατὰ γένη· ἐν πᾶσι γὰρ τούτοις μᾶλλον φαίνεται καὶ αὐτῷ ἂν ὑπάρξαι·
因为可怕不同于值得怜悯,它倾向于驱逐怜悯,并常常起到相反的作用;因为当可怕的事情距离他们自己很近时,他们就不再产生怜悯了),人们也怜悯那些在年龄、性格、习惯、地位、出身方面与自己相似的人;因为在所有这些情况下,同样的不幸似乎更有可能发生在自己身上。
ὅλως γὰρ καὶ ἐνταῦθα δεῖ λαβεῖν ὅτι ὅσα ἐφʼ αὑτῶν φοβοῦνται, ταῦτα ἐπʼ ἄλλων γιγνόμενα ἐλεοῦσιν.
总而言之,在这里也必须把握一点:人们对自己所恐惧的事情,在别人身上发生时就会产生怜悯。
§2.8.14ἐπεὶ δʼ ἐγγὺς φαινόμενα τὰ πάθη ἐλεεινά ἐστιν, τὰ δὲ μυριοστὸν ἔτος γενόμενα ἢ ἐσόμενα οὔτε ἐλπίζοντες οὔτε μεμνημένοι ἢ ὅλως οὐκ ἐλεοῦσιν ἢ οὐχ ὁμοίως, ἀνάγκη τοὺς συναπεργαζομένους σχήμασι καὶ φωναῖς καὶ ἐσθῆσι καὶ ὅλως ὑποκρίσει ἐλεεινοτέρους εἶναι (ἐγγὺς γὰρ ποιοῦσι φαίνεσθαι τὸκακόν, πρὸ ὀμμάτων ποιοῦντες ἢ ὡς μέλλοντα ἢ ὡς γεγονότα· §2.8.15καὶ τὰ γεγονότα ἄρτι ἢ μέλλοντα διὰ ταχέων ἐλεεινότερα), §2.8.16καὶ διὰ τοῦτο καὶ τὰ σημεῖα, οἷον ἐσθῆτάς τε τῶν πεπονθότων καὶ ὅσα τοιαῦτα, καὶ τὰς πράξεις καὶ λόγους καὶ ὅσα ἄλλα τῶν ἐν τῷ πάθει ὄντων, οἷον ἤδη τελευτώντων.
既然那些显得迫在眉睫的痛苦是值得怜悯的,而对于一万年前或一万年后发生的事情,由于人们既不预料也不记忆,因而要么根本不产生怜悯,要么不会以同样的方式产生,那么,那些通过身势、声音、服装以及一般的表演来协助营造效果的人,必然会更令人怜悯(因为他们让恶显得迫在眉睫,使之呈现在我们眼前,要么仿佛即将发生,要么仿佛已经发生;况且刚刚发生或即将迅速发生的事情更令人怜悯),也正因为如此,各种迹象——例如受难者的衣服及诸如此类之物,以及处于痛苦之中的人们(如行将就木者)的行动、言语和任何其他事物——都是令人怜悯的。
καὶ μάλιστα τὸ σπουδαίους εἶναι ἐν τοῖς τοιούτοις καιροῖς ὄντας ἐλεεινόν· ἅπαντα γὰρ ταῦτα διὰ τὸ ἐγγὺς φαίνεσθαι μᾶλλον ποιεῖ τὸν ἔλεον, καὶ ὡς ἀναξίου ὄντος καὶ ἐν ὀφθαλμοῖς φαινομένου τοῦ πάθους.
尤其是在这样的危机时刻表现得高尚和庄重,是令人怜悯的;因为所有这些,通过使痛苦显得迫在眉睫,更大程度地唤起了怜悯,既因为这是不配承受的,也因为这痛苦显现在我们的眼帘之中。

词汇与语法注释

  1. 2.8.2τοῦ ἀναξίου τυγχάνειν — 不定式 τυγχάνειν(遭遇、获得)通常支配属格,但在这里 τοῦ ἀναξίου(不配受难者)充当不定式的逻辑主语。中性冠词 τοῦ 将整个短语名词化,意为“不配受难者遭遇[不幸]”。
  2. 2.8.12ὥσπερ περὶ αὑτοὺς μέλλοντας — 在由连词 ὥσπερ(仿佛)引导的从句中,分词 μέλλοντας(宾格复数阳性)与反身代词 αὑτούς 一致。此处省略了诸如 πάσχειν(遭受)之类的不定式,整句意为“仿佛他们自己将要遭受[不幸]一样”。
  3. 2.8.14τοὺς συναπεργαζομένους σχήμασι καὶ φωναῖς — 分词 τοὺς συναπεργαζομένους(协同制造者)在与 ἐλεεινοτέρους εἶναι(更显可怜)构成的“对格加不定式”结构中充当主语。与格 σχήμασι 和 φωναῖς 表示手段,指演员或演说家通过手势和声音等“共同营造”出不幸的效果。

引用这一段

亚里士多德, 修辞学 §2.8.1-2.8.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.8.1-2.8.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。