Humanitext Reader

亚里士多德 · 修辞学 §2.9.9-2.9.16

易生义愤之人及其对象与排除怜悯之法

第 47 段,共 98 段 · 希腊语

内容简介

作者阐述了人们为何更容易对新近获得幸运或处于不相称地位的人产生义愤,并说明了正确评估自身价值的高尚之人更容易产生义愤,进而展示了如何在演讲中排除听众的怜悯之情。

§2.9.9ἐπεὶ δὲ τὸ ἀρχαῖον ἐγγύς τι φαίνεται τοῦ φύσει, ἀνάγκη τοῖς ταὐτὸ ἔχουσιν ἀγαθόν, ἐὰν νεωστὶ ἔχοντες τυγχάνωσι καὶ διὰ τοῦτο εὐπραγῶσι, μᾶλλον νεμεσᾶν· μᾶλλον γὰρ λυποῦσιν οἱ νεωστὶ πλουτοῦντες τῶν πάλαι καὶ διὰ γένος· ὁμοίως δὲ καὶ ἄρχοντες καὶ δυνάμενοι καὶ πολύφιλοι καὶ εὔτεκνοι καὶ ὁτιοῦν τῶν τοιούτων.
由于古老的事物似乎在某种程度上与自然的事物相近,因此,在拥有相同善事物的人中,如果他们是最近才拥有的并因此境迎优渥,人们必然会对他们产生更多的义愤;因为新近致富的人比那些久已富有或因出身而富有的人更让人痛苦;同样地,对于掌权者、有势力者、多友者、多子者以及任何此类情况也是如此。
καὶ ἂν διὰ ταῦτα ἄλλο τι ἀγαθὸν γίγνηται αὐτοῖς, ὡσαύτως· καὶ γὰρ ἐνταῦθα μᾶλλον λυποῦσιν οἱ νεόπλουτοι ἄρχοντες διὰ τὸν πλοῦτον ἢ οἱ ἀρχαιόπλουτοι.
如果因为这些,他们又获得了其他某种善事物,情况也是一样;因为在这种情况下,新富的掌权者因其财富也比古富的掌权者更令人痛苦。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
在其他情况下也是如此。
§2.9.10αἴτιον δʼ ὅτι οἱ μὲν δοκοῦσι τὰ αὑτῶν ἔχειν οἱ δʼ οὔ· τὸ γὰρ ἀεὶ οὕτω φαινόμενον ἔχειν ἀληθὲς δοκεῖ, ὥστε οἱ ἕτεροι οὐ τὰ αὑτῶν ἔχειν.
原因在于,前者看起来拥有属于他们自己的东西,而后者则不然;因为始终显得如此的事物似乎是真实的,结果就是另一方显得拥有的不是他们自己的东西。
§2.9.11καὶ ἐπεὶ ἕκαστον τῶν ἀγαθῶν οὐ τοῦ τυχόντος ἄξιον, ἀλλά τις ἔστιν ἀναλογία καί τι ἁρμόττον, οἷον ὅπλων κάλλος οὐ τῷ δικαίῳ ἁρμόττει ἀλλὰ τῷ ἀνδρείῳ, καὶ γάμοι διαφέροντες οὐ τοῖς νεωστὶ πλουσίοις ἀλλὰ τοῖς εὐγενέσιν· ἂν οὖν ἀγαθὸς ὢν μὴ τοῦ ἁρμόττοντος τυγχάνῃ, νεμεσητόν.
而且,由于每种善事物并不是任何随便的人都配享有的,而是存在着某种比例和某种相称,例如,优美的武器不适合公正的人,而适合勇敢的人,而卓越的联姻不适合新富之人,而适合出身显贵之人;因此,如果一个优秀的人没有获得与他相称的东西,这就是令人义愤的。
καὶ τὸ τὸν ἥττω τῷ κρείττονι ἀμφισβητεῖν, μάλιστα μὲν οὖν τοὺς ἐν τῷ αὐτῷ, ὅθεν καὶ τοῦτʼ εἴρηται, " Αἴαντος δʼ ἀλέεινε μάχην Τελαμωνιάδαο· Ζεὺς γὰρ οἱ νεμέσασχʼ, ὅτʼ ἀμείνονι φωτὶ μάχοιτο· " εἰ δὲ μή, κἂν ὁπωσοῦν ὁ ἥττων τῷ κρείττονι, οἷον εἰ ὁ μουσικὸς τῷ δικαίῳ· βέλτιον γὰρ ἡ δικαιοσύνη τῆς μουσικῆς.
而劣者与优者争胜,尤其是处于同一领域的人,也是令人义愤的,这也是为什么会有这样的诗句: “但要避免与特拉蒙之子埃阿斯交战;因为当他与更好的男子战斗时,宙斯就会对他感到义愤;” 否则,只要劣者以任何方式与优者争胜,情况也是如此,例如,如果音乐家与公正的人争胜;因为公正比音乐更好。
§2.9.12οἷς μὲν οὖν νεμεσῶσι καὶ διὰ τί, ἐκ τούτων δῆλον· ταῦτα γὰρ καὶ τὰ τοιαῦτά ἐστιν.
那么,人们对谁产生义愤,以及由于什么原因,从这些就可以看得很清楚;因为这些及此类事物就是原因。
αὐτοὶ δὲ νεμεσητικοί εἰσιν, ἐὰν ἄξιοι τυγχάνωσιν ὄντες τῶν μεγίστων ἀγαθῶν καὶ ταῦτα κεκτημένοι· τὸ γὰρ τῶν ὁμοίων ἠξιῶσθαι τοὺς μὴ ὁμοίους οὐ δίκαιον.
至于人们自己,如果他们配享有最大的善事物并且已经拥有了这些,他们就会倾向于产生义愤;因为让那些不平等的人被认为配享有平等的事物是不公正的。
§2.9.13δεύτερον δέ, ἂν ὄντες ἀγαθοὶ καὶ σπουδαῖοι τυγχάνωσιν· κρίνουσί τε γὰρ εὖ, καὶ τὰ ἄδικα μισοῦσι.
第二,如果他们恰好是善良和优秀的人;因为他们能做出很好的判断,并且憎恨不公正的事。
§2.9.14καὶ ἐὰν φιλότιμοι καὶ ὀρεγόμενοί τινων πραγμάτων, καὶ μάλιστʼ ἂν περὶ ταῦτα φιλότιμοι ὦσιν ὧν ἕτεροι ἀνάξιοι ὄντες τυγχάνουσιν.
还有,如果他们追求荣誉并渴望某些事物,特别是当他们在他人不配享有、却偏偏获得的事情上追求荣誉时。
§2.9.15καὶ ὅλως οἱ ἀξιοῦντες αὐτοὶ αὑτοὺς ὧν ἑτέρους μὴ ἀξιοῦσι, νεμεσητικοὶ τούτοις καὶ τούτων· διὸ καὶ οἱ ἀνδραποδώδεις καὶ φαῦλοι καὶ ἀφιλότιμοι οὐ νεμεσητικοί· οὐδὲν γὰρ ἔστιν οὗ ἑαυτοὺς οἴονται ἀξίους εἶναι.
总之,那些认为自己配得上某些事物、而认为他人不配的人,对这些人并因这些事物容易产生义愤;因此,卑屈的人、无用的人和不追求荣誉的人不会产生义愤;因为没有任何事物是他们认为自己配得上的。
§2.9.16φανερὸν δʼ ἐκ τούτων ἐπὶ ποίοις ἀτυχοῦσι καὶ κακοπραγοῦσιν ἢ μὴ τυγχάνουσι χαίρειν ἢ ἀλύπως ἔχειν δεῖ· ἐκ γὰρ τῶν εἰρημένων τὰ ἀντικείμενά ἐστι δῆλα, ὥστʼ ἐὰν τούς τε κριτὰς τοιούτους παρασκευάσῃ ὁ λόγος, καὶ τοὺς ἀξιοῦντας ἐλεεῖσθαι, καὶ ἐφʼ οἷς ἐλεεῖσθαι, δείξῃ ἀναξίους ὄντας τυγχάνειν ἀξίους δὲ μὴ τυγχάνειν, ἀδύνατον ἐλεεῖν.
从这些事情中显而易见的是,对于他人的何种不运、遭遇不幸或未能获得,人们应当感到高兴或不感到痛苦;因为从已经说过的话中,相反的情况就很清楚了,因而,如果演讲使得裁判者们处于这种状态,并且表明那些要求怜悯的人,以及他们要求怜悯的事由,是不配获得而应该得不到的,那么要产生怜悯就是不可能的。

词汇与语法注释

  1. §2.9.9τοῖς ταὐτὸ ἔχουσιν ἀγαθόν — 此与格短语由取决于无人称表述 `ἀνάγκη [ἐστίν]` 的不定式 `νεμεσᾶν`(产生义愤)所支配,表示义愤的对象。虽然在语法上也可以将其视为 `ἀνάγκη` 的逻辑主语(“对于拥有……的人来说,……是必然的”),但从上下文来看,它显然是指被投以义愤的对象(新近获得幸运者)。
  2. §2.9.10ὥστε οἱ ἕτεροι οὐ τὰ αὑτῶν ἔχειν — 由连接词 `ὥστε`(引导结果子句)引出的不定式从句。通常不定式的逻辑主语应为宾格,但此处由于强调与主句主语(久已富有者与新富者)的对比,因而使用了主格 `οἱ ἕτεροι`。
  3. §2.9.11ἂν οὖν ἀγαθὸς ὢν μὴ τοῦ ἁρμόττοντος τυγχάνῃ — 条件从句的主语(第三人称单数“某人”)被省略。分词 `ἀγαθὸς ὢν`(虽然是优秀的人)在主格上与该省略主语一致,此处表示让步或前提条件。主句中的 `νεμεσητόν` 是中性单数的形容词,省略了动词 `ἐστίν`,起无人称表述作用。
  4. §2.9.12τὸ τῶν ὁμοίων ἠξιῶσθαι τοὺς μὴ ὁμοίους — 由中性冠词 `τὸ` 引导的不定式名词化从句。对格的 `τοὺς μὴ ὁμοίους`(不平等的人)作为被动完成时不定式 `ἠξιῶσθαι`(被认为配得上)的逻辑主语,而属格的 `τῶν ὁμοίων`(平等的事物)则是表示配得内容的属格。
  5. §2.9.15νεμεσητικοί τούτοις καὶ τούτων — 这是一个特殊的语法结构,形容词 `νεμεσητικός`(易于产生义愤的)同时支配了与格 `τούτοις`(对这些人)和表示情感原因或对象的属格 `τούτων`(因为这些事)。
  6. §2.9.16ὥστʼ ἐὰν τούς τε κριτὰς τοιούτους παρασκευάσῃ ὁ λόγος — 这是一个长大的条件从句,自 `ἐὰν` 开始一直延伸至 `μὴ τυγχάνειν`。其主语是 `ὁ λόγος`(演讲/言说),它并列支配了动词 `παρασκευάσῃ`(使……准备好)和 `δείξῃ`(表明)。后者 `δείξῃ` 支配着一个对格与分词/不定式的复合结构。主句 `ἀδύνατον [ἐστίν]` 之后的不定式 `ἐλεεῖν`(怜悯)的逻辑主语,正是条件从句中的 `τούς ... κριτάς`(裁判者们)。

引用这一段

亚里士多德, 修辞学 §2.9.9-2.9.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.9.9-2.9.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。