Humanitext Reader

亚里士多德 · 修辞学 §2.4.19-2.4.32

友爱的进一步条件、敌意以及愤怒与憎恨的区别

第 39 段,共 98 段 · 希腊语

内容简介

亚里士多德列举了人们产生友爱的具体条件和对象(如共情、相似性、信任和共享耻辱感等),并定义了友爱的种类与成因。随后,他对比分析了敌意(憎恨)的本质,多角度论述了愤怒与憎恨之间的区别。

§2.4.19ὁ γὰρ ἀγαθὸς ταῦτα δρᾷ.
因为好人会做这些事。
καὶ τοὺς μὴ ἀντιτείνοντας τοῖς ὀργιζομένοις ἢ σπουδάζουσιν· μαχητικοὶ γὰρ οἱ τοιοῦτοι.
还有那些不反抗发怒的人或认真做事的人的人;因为这样的人是好斗的。
καὶ τοὺς πρὸς αὐτοὺς σπουδαίως πως ἔχοντας, οἷον θαυμάζοντας αὐτοὺς καὶ σπουδαίους ὑπολαμβάνοντας καὶ χαίροντας αὐτοῖς, §2.4.20καὶ ταῦτα μάλιστα πεπονθότας περὶ ἃ μάλιστα βούλονται αὐτοὶ ἢ θαυμάζεσθαι ἢ σπουδαῖοι δοκεῖν εἶναι ἢ ἡδεῖς.
以及那些对他们怀有某种真诚态度的人,例如钦佩他们、认为他们优秀并因他们而高兴的人,尤其是那些在他们自己最希望被钦佩、或显得优秀、或显得讨人喜欢的方面,对他们怀有这种态度的人。
§2.4.21καὶ τοὺς ὁμοίους καὶ ταὐτὰ ἐπιτηδεύοντας, ἐὰν μὴ παρενοχλῶσι μηδʼ ἀπὸ ταὐτοῦ ᾖ ὁ βίος· γίγνεται γὰρ οὕτω τὸ " κεραμεὺς κεραμεῖ. "
还有那些与自己相似、从事相同行业的人,只要他们不产生干扰,且生计不源于同一个地方;因为如果是那样,就会变成‘陶工嫉妒陶工’。
§2.4.22καὶ τοὺς τῶν αὐτῶν ἐπιθυμοῦντας, ὧν ἐνδέχεται ἅμα μετέχειν αὐτούς· εἰ δὲ μή, ταὐτὸ καὶ οὕτω συμβαίνει.
以及那些渴望同样事物的人,前提是他们有可能同时分享这些事物;否则,在这种情况下也会发生同样的事情。
§2.4.23καὶ πρὸς οὓς οὕτως ἔχουσιν ὥστε μὴ αἰσχύνεσθαι τὰ πρὸς δόξαν, μὴ καταφρονοῦντες.
以及那些与其处于如此关系,以至于对涉及世人评价的事情不感到羞耻的人,只要他们不是出于蔑视。
§2.4.24καὶ πρὸς οὓς αἰσχύνονται τὰ πρὸς ἀλήθειαν.
以及那些在涉及真理的事情上令自己感到羞耻的人。
καὶ πρὸς οὓς φιλοτιμοῦνται, ἢ ὑφʼ ὧν ζηλοῦσθαι βούλονται καὶ μὴ φθονεῖσθαι, τούτους ἢ φιλοῦσιν ἢ βούλονται φίλοι εἶναι.
还有那些他们与之竞争、或者希望被其羡慕而不愿被其嫉妒的人,对这些人,他们要么爱他们,要么希望成为他们的朋友。
§2.4.25καὶ οἷς ἂν τἀγαθὰ συμπράττωσιν, ἐὰν μὴ μέλλῃ αὐτοῖς ἔσεσθαι μείζω κακά.
以及那些与其共同行善的人,只要结果不会对他们自己产生更大的坏处。
§2.4.26καὶ οἳ ὁμοίως καὶ τοὺς ἀπόντας καὶ τοὺς παρόντας φιλοῦσιν· διὸ καὶ τοὺς περὶ τοὺς τεθνεῶτας τοιούτους πάντες φιλοῦσιν.
以及那些同样爱着不在场者和在场者的人;因此,所有人也都爱那些对死者怀有这种态度的人。
καὶ ὅλως τοὺς σφόδρα φιλοφίλους καὶ μὴ ἐγκαταλείποντας· μάλιστα γὰρ φιλοῦσι τῶν ἀγαθῶν τοὺς φιλεῖν ἀγαθούς.
总的来说,爱那些非常珍视朋友、不离不弃的人;因为在好人中,人们最爱那些擅长去爱的人。
§2.4.27καὶ τοὺς μὴ πλαττομένους πρὸς αὐτούς· τοιοῦτοι δὲ οἱ καὶ τὰ φαῦλα τὰ ἑαυτῶν λέγοντες·
还有那些对他们不加掩饰的人;这样的人就是那些连自己的缺点也坦言相告的人。
εἴρηται γὰρ ὅτι πρὸς τοὺς φίλους τὰ πρὸς δόξαν οὐκ αἰσχυνόμεθα·
因为已经说过,在朋友面前,我们对涉及名誉的事并不感到羞耻。
εἰ οὖν ὁ αἰσχυνόμενος μὴ φιλεῖ, ὁ μὴ αἰσχυνόμενος φιλοῦντι ἔοικεν.
因此,如果感到羞耻的人不爱,那么不感到羞耻的人就像是在爱。
καὶ τοὺς μὴ φοβερούς, καὶ οὓς θαρροῦμεν· οὐδεὶς γὰρ ὃν φοβεῖται φιλεῖ.
还有那些不令人害怕的人,以及我们对其感到放心的人;因为没有人会爱自己所害怕的人。
§2.4.28εἴδη δὲ φιλίας ἑταιρεία οἰκειότης συγγένεια καὶ ὅσα τοιαῦτα.
友爱的种类有同伴关系、亲密关系、亲属关系以及诸如此类的一切。
ποιητικὰ δὲ φιλίας χάρις §2.4.29καὶ τὸ μὴ δεηθέντος ποιῆσαι καὶ τὸ ποιήσαντα μὴ δηλῶσαι· αὐτοῦ γὰρ οὕτως ἕνεκα φαίνεται καὶ οὐ διά τι ἕτερον.
产生友爱的事物包括恩惠,以及在未被要求时便予以施舍,并且在施予后不予宣扬;因为这样看来,这显然是为了他本人,而不是出于其他任何原因。
§2.4.30περὶ δʼ ἔχθρας καὶ τοῦ μισεῖν φανερὸν ὡς ἐκ τῶν ἐναντίων ἔστι θεωρεῖν.
至于敌意和憎恨,显然可以通过其相反面来考察。
ποιητικὰ δὲ ἔχθρας ὀργή, ἐπηρεασμός, διαβολή.
产生敌意的事物包括愤怒、恶意刁难和诽谤。
§2.4.31ὀργὴ μὲν οὖν ἐστιν ἐκ τῶν πρὸς αὑτόν, ἔχθρα δὲ καὶ ἄνευ τοῦ πρὸς αὑτόν· ἂν γὰρ ὑπολαμβάνωμεν εἶναι τοιόνδε, μισοῦμεν.
愤怒源于针对自身的事,但敌意即使没有针对自身的事也会产生;因为如果我们认为某人是某种类型的人,我们就会憎恨他。
καὶ ἡ μὲν ὀργὴ ἀεὶ περὶ τὰ καθʼ ἕκαστα, οἷον Καλλίᾳ ἢ Σωκράτει, τὸ δὲ μῖσος καὶ πρὸς τὰ γένη· τὸν γὰρ κλέπτην μισεῖ καὶ τὸν συκοφάντην ἅπας.
而且,愤怒总是针对具体的人,例如卡利亚斯或苏格拉底,而憎恨也针对整个类别;因为每个人都憎恨小偷和密告者。
καὶ τὸ μὲν ἰατὸν χρόνῳ, τὸ δʼ ἀνίατον.
此外,前者可以通过时间化解,而后者是无法治愈的。
καὶ τὸ μὲν λύπης ἔφεσις, τὸ δὲ κακοῦ· αἴσθεσθαι γὰρ βούλεται ὁ ὀργιζόμενος, τῷ δʼ οὐδὲν διαφέρει.
前者是对痛苦的追求,而后者是对恶果的追求;因为发怒者希望对方能感受到痛苦,而对憎恨者来说这无所谓。
ἔστι δὲ τὰ μὲν λυπηρὰ αἰσθητὰ πάντα, τὰ δὲ μάλιστα κακὰ ἥκιστα αἰσθητά, ἀδικία καὶ ἀφροσύνη· οὐδὲν γὰρ λυπεῖ ἡ παρουσία τῆς κακίας.
所有令人痛苦的事都是能被感觉到的,但最严重的恶(如不公正和愚蠢)最不被察觉;因为邪恶的存在并不会带来痛苦。
καὶ τὸ μὲν μετὰ λύπης, τὸ δʼ οὐ μετὰ λύπης· ὁ μὲν γὰρ ὀργιζόμενος λυπεῖται, ὁ δὲ μισῶν οὔ.
前者伴随着痛苦,而后者不伴随着痛苦;因为发怒者感到痛苦,而憎恨者却不感到痛苦。
καὶ ὁ μὲν πολλῶν ἂν γενομένων ἐλεήσειεν, ὁ δʼ οὐδενός· ὁ μὲν γὰρ ἀντιπαθεῖν βούλεται ᾧ ὀργίζεται, ὁ δὲ μὴ εἶναι.
而且,如果发生了许多惨事,发怒者可能会产生怜悯,但憎恨者决不会怜悯任何人;因为前者希望他所发怒的对象受到报复,而后者则希望对方不复存在。
§2.4.32φανερὸν οὖν ἐν τούτων ὅτι ἐνδέχεται ἐχθροὺς καὶ φίλους καὶ ὄντας ἀποδεικνύναι καὶ μὴ ὄντας ποιεῖν καὶ φάσκοντας διαλύειν, καὶ διʼ ὀργὴν ἢ διʼ ἔχθραν ἀμφισβητοῦντας ἐφʼ ὁποτέραν ἂν προαιρῆταί τις ἄγειν.
因此,从这些事情中可以明显看出,我们可以证明人们是敌人或朋友,可以在他们原本不是时使他们成为敌人或朋友,也可以拆穿那些自称是朋友或敌人的人,并且在人们因愤怒或敌意而争论时,将他们引向辩论者所选择的任意一方。

词汇与语法注释

  1. 2.4.20πεπονθότας — 动词 πάσχω 的第二过去(完成时)主动分词的宾格复数形式。在此处它并非表示被动意义的“遭受”,而是指“怀有、受到……的影响(态度或情感)”。它承接上一节的 τοὺς πρὸς αὐτοὺς σπουδαίως πως ἔχοντας(对他们抱有某种真诚态度的人),指在主体最希望被赞赏的方面,也对他们抱有相同态度或情感的人。
  2. 2.4.26τῶν ἀγαθῶν τοὺς φιλεῖν ἀγαθούς — τῶν ἀγαθῶν 是部分属格(“在美好的人/事中”),修饰后文的形容词 ἀγαθούς(“优秀的、擅长的”)。不定词(不定式)φιλεῖν(“去爱”)作为限定不定词,用来限定/修饰 ἀγαθούς 的范围(“在去爱这一方面”)。整句的意思是“在优秀的人之中,尤其是那些擅长去爱[朋友]的人”。
  3. 2.4.31τῷ δʼ οὐδὲν διαφέρει — 指示代词的与格 τῷ 指代上文中的“憎恨者”(ὁ μισῶν)。它是无人称动词 διαφέρει(“有关系、重要”)的补足语,而 οὐδὲν 则是作副词用的宾格(“毫无”)。此句表达了对比:“但对于憎恨者而言,这(被憎恨者是否察觉到其痛苦)完全无关紧要”。

引用这一段

亚里士多德, 修辞学 §2.4.19-2.4.32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.4.19-2.4.32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。