§2.5.1ποῖα δὲ φοβοῦνται καὶ τίνας καὶ πῶς ἔχοντες, ὧδʼ ἔσται φανερόν.
人们害怕什么样的事物,害怕什么样的人,以及在何种状态下感到害怕,将通过以下途径变得显而易见。
ἔστω δὴ ὁ φόβος λύπη τις ἢ ταραχὴ ἐκ φαντασίας μέλλοντος κακοῦ φθαρτικοῦ ἢ λυπηροῦ·
那么,让恐惧成为一种因预示着会带来毁灭或痛苦的未来之恶的心像而产生的某种痛苦或动摇。
οὐ γὰρ πάντα τὰ κακὰ φοβοῦνται, οἷον εἰ ἔσται ἄδικος ἢ βραδύς, ἀλλʼ ὅσα λύπας μεγάλας ἢ φθορὰς δύναται, καὶ ταῦτα ἐὰν μὴ πόρρω ἀλλὰ σύνεγγυς φαίνηται ὥστε μέλλειν.
因为人们并不害怕所有的恶,例如是否会变得不公正或迟钝,而是害怕那些能够造成巨大痛苦或毁灭的事情,且这些事情并非在遥远之处,而是显得近在咫尺,以至于即将发生。
τὰ γὰρ πόρρω σφόδρα οὐ φοβοῦνται· ἴσασι γὰρ πάντες ὅτι ἀποθανοῦνται, ἀλλʼ ὅτι οὐκ ἐγγύς, οὐδὲν φροντίζουσιν.
因为人们并不害怕极其遥远的事情;确实,所有人都知道自己会死,但因为死期不近,所以根本不在意。
§2.5.2εἰ δὴ ὁ φόβος τοῦτʼ ἐστίν, ἀνάγκη τὰ τοιαῦτα φοβερὰ εἶναι ὅσα φαίνεται δύναμιν ἔχειν μεγάλην τοῦ φθείρειν ἢ βλάπτειν βλάβας εἰς λύπην μεγάλην συντεινούσας·
如果恐惧确实是这样,那么凡是显得具有毁灭或伤害的巨大力量、且这种伤害会趋于巨大痛苦的事情,就必然是可怕的。
διὸ καὶ τὰ σημεῖα τῶν τοιούτων φοβερά· ἐγγὺς γὰρ φαίνεται τὸ φοβερόν·
因此,这些事情的征兆也是可怕的,因为可怕的事情显得临近了。
τοῦτο γάρ ἐστι κίνδυνος, φοβεροῦ πλησιασμός.
这就是危险:可怕之物的临近。
§2.5.3τοιαῦτα δὲ ἔχθρα τε καὶ ὀργὴ δυναμένων ποιεῖν τι (δῆλον γὰρ ὅτι βούλονται τε καὶ δύνανται, ὥστε ἐγγύς εἰσιν τοῦ ποιεῖν), §2.5.4καὶ ἀδικία δύναμιν ἔχουσα·
属于这类情况的,包括那些有能力做某事的人的敌意和愤怒(因为显然他们既有意愿也有能力,因而他们处于即将付诸行动的临界状态),以及拥有力量的不公正;因为不公正的人之所以不公正,是由于他的有意选择。
τῷ προαιρεῖσθαι γὰρ ὁ ἄδικος ἄδικος. §2.5.5καὶ ἀρετὴ ὑβριζομένη δύναμιν ἔχουσα (δῆλον γὰρ ὅτι προαιρεῖται μὲν ὅταν ὑβρίζηται, ἀεί, δύναται δὲ νῦν), §2.5.6καὶ φόβος τῶν δυναμένων τι ποιῆσαι·
还有受到侮辱且拥有力量的美德(因为显然它在受到侮辱时总是会有意选择报复,而现在它拥有了力量),还有那些有能力做某事的人所抱有的恐惧;因为这样的人也必然处于准备应对的状态。
ἐν παρασκευῇ γὰρ ἀνάγκη εἶναι καὶ τὸν τοιοῦτον· §2.5.7ἐπεὶ δʼ οἱ πολλοὶ χείρους καὶ ἥττους τοῦ κερδαίνειν καὶ δειλοὶ ἐν τοῖς κινδύνοις, φοβερὸν ὡς ἐπὶ τὸ πολὺ τὸ ἐπʼ ἄλλῳ αὐτὸν εἶναι, ὥστε οἱ συνειδότες πεποιηκότι τι δεινὸν φοβεροὶ ἢ κατειπεῖν ἢ ἐγκαταλιπεῖν.
而且,由于大多数人都是较差的一类,是利益的奴隶,且在危险面前表现懦弱,所以受人支配通常是可怕的,因此那些知道自己做了可怕之事的人是可怕的,他们要么会告发,要么会遗弃。
§2.5.8καὶ οἱ δυνάμενοι ἀδικεῖν τοῖς δυναμένοις ἀδικεῖσθαι· ὡς γὰρ ἐπὶ τὸ πολὺ ἀδικοῦσιν οἱ ἄνθρωποι ὅταν δύνωνται.
还有那些能够行不公正的人,对于能够被行不公正的人来说是可怕的;因为人们在有能力时通常会行不公正。
καὶ οἱ ἠδικημένοι ἢ νομίζοντες ἀδικεῖσθαι· ἀεὶ γὰρ τηροῦσι καιρόν.
还有那些受到不公正对待或自认为受到不公正对待的人;因为他们一直在伺机报复。
καὶ οἱ ἠδικηκότες, ἂν δύναμιν ἔχωσι, φοβεροί, δεδιότες τὸ ἀντιπαθεῖν· §2.5.9ὑπέκειτο γὰρ τὸ τοιοῦτο φοβερόν.
还有那些行了不公正的人,如果他们拥有力量,也是可怕的,因为他们害怕受到报复;因为这样的事已被假定为是可怕的。
καὶ οἱ τῶν αὐτῶν ἀνταγωνισταί, ὅσα μὴ ἐνδέχεται ἅμα ὑπάρχειν ἀμφοῖν· ἀεὶ γὰρ πολεμοῦσι πρὸς τοὺς τοιούτους.
还有为了相同之物的竞争者,只要这些事物不可能由双方同时拥有;因为他们总是会与这样的人开战。
§2.5.10καὶ οἱ τοῖς κρείττοσιν αὐτῶν φοβεροί· μᾶλλον γὰρ ἂν δύναιντο βλάπτειν αὐτούς, εἰ καὶ τοὺς κρείττους.
还有那些对优于他们的人来说是可怕的人;因为如果他们甚至能伤害优于他们的人,他们就更有能力伤害自己。
καὶ οὓς φοβοῦνται οἱ κρείττους αὐτῶν, διὰ ταὐτό.
还有那些被优于他们的人所害怕的人,原因相同。
§2.5.11καὶ οἱ τοὺς κρείττους αὐτῶν ἀνῃρηκότες, καὶ οἱ τοῖς ἥττοσιν αὐτῶν ἐπιτιθέμενοι· ἢ γὰρ ἤδη φοβεροὶ ἢ αὐξηθέντες.
还有那些消灭了优于他们的人的人,以及那些攻击劣于他们的人的人;因为他们要么已经是可怕的,要么在壮大后会变得可怕。
καὶ τῶν ἠδικημένων καὶ ἐχθρῶν ἢ ἀντιπάλων οὐχ οἱ ὀξύθυμοι καὶ παρρησιαστικοί, ἀλλὰ οἱ πρᾶοι καὶ εἴρωνες καὶ πανοῦργοι· ἄδηλοι γὰρ εἰ ἐγγύς, ὥστε οὐδέποτε φανεροὶ ὅτι πόρρω.
此外,在受到不公正对待的人、仇敌或竞争者中,可怕的不是那些易怒且直言不讳的人,而是那些温和、隐瞒本意且阴险狡诈的人;因为不清楚他们是否临近,以至于永远无法表明他们还在遥远之处。
§2.5.12πάντα δὲ τὰ φοβερὰ φοβερώτερα ὅσα ἁμαρτάνουσιν ἐπανορθώσασθαι μὴ ἐνδέχεται, ἀλλʼ ἢ ὅλως ἀδύνατα, ἢ μὴ ἐπʼ αὐτοῖς ἀλλʼ ἐπὶ τοῖς ἐναντίοις.
而在所有可怕的事情中,凡是犯了错便无法挽回的事情更令人害怕,这要么是完全不可能挽回,要么是不在他们自己手中,而是在对手手中。
καὶ ὧν βοήθειαι μή εἰσιν ἢ μὴ ῥᾴδιαι.
还有那些没有解救办法,或解救不易的事情。
ὡς δʼ ἁπλῶς εἰπεῖν, φοβερά ἐστιν ὅσα ἐφʼ ἑτέρων γιγνόμενα ἢ μέλλοντα ἐλεεινά ἐστιν.
简单来说,凡是在别人身上发生或即将发生时令人怜悯的事情,都是可怕的。
τὰ μὲν οὖν φοβερὰ καὶ ἃ φοβοῦνται σχεδὸν ὡς εἰπεῖν τὰ μέγιστα ταῦτʼ ἐστίν, ὡς δὲ διακείμενοι αὐτοὶ φοβοῦνται, νῦν λέγωμεν.
因此,可怕的事情以及人们所害怕的事情,几乎可以说最大的就是这些。 至于他们自己处于何种状态时会感到害怕,我们现在来谈谈。
§2.5.13εἰ δή ἐστιν ὁ φόβος μετὰ προσδοκίας τινὸς τοῦ πείσεσθαί τι φθαρτικὸν πάθος, φανερὸν ὅτι οὐδεὶς φοβεῖται τῶν οἰομένων μηδὲν ἂν παθεῖν, οὐδὲ ταῦτα ἃ μὴ οἴονται ἂν παθεῖν οὐδὲ τούτους ὑφʼ ὧν μὴ οἴονται, οὐδὲ τότε ὅτε μὴ οἴονται.
如果恐惧确实伴随着对将要遭受某种毁灭性灾难的某种预想,那么显而易见,那些认为自己绝不会遭受任何事情的人,是不会害怕的;他们既不会害怕那些他们认为不会遭受的事情,也不会害怕那些他们认为不会从其身上遭受的人,更不会在他们认为不会发生的时刻感到害怕。
ἀνάγκη τοίνυν φοβεῖσθαι τοὺς οἰομένους τι παθεῖν ἄν, καὶ τοὺς ὑπὸ τούτων καὶ ταῦτα καὶ τότε.
因此,必然是那些认为自己可能遭受某些事情的人,以及从这些人身上、遭受这些事情、在此时刻感到害怕。