§2.4.1τίνας δὲ φιλοῦσι καὶ μισοῦσι, καὶ διὰ τί, τὴν φιλίαν καὶ τὸ φιλεῖν ὁρισάμενοι λέγωμεν.
让我们在定义了友爱和爱之后,再来说明人们爱谁、恨谁,以及为什么。
§2.4.2ἔστω δὴ τὸ φιλεῖν τὸ βούλεσθαί τινι ἃ οἴεται ἀγαθά, ἐκείνου ἕνεκα ἀλλὰ μὴ αὑτοῦ, καὶ τὸ κατὰ δύναμιν πρακτικὸν εἶναι τούτων.
那么,让我们把爱定义为:为了对方而不是为了自己,而希望对方获得自己认为是美好的事物,并且尽力去付诸实行。
φίλος δέ ἐστιν ὁ φιλῶν καὶ ἀντιφιλούμενος· οἴονται δὲ φίλοι εἶναι οἱ οὕτως ἔχειν οἰόμενοι πρὸς ἀλλήλους.
而朋友就是那个爱人且被对方所爱的人;那些认为彼此处于这种关系之中的人,就认为自己是朋友。
§2.4.3τούτων δὲ ὑποκειμένων ἀνάγκη φίλον εἶναι τὸν συνηδόμενον τοῖς ἀγαθοῖς καὶ συναλγοῦντα τοῖς λυπηροῖς μὴ διά τι ἕτερον ἀλλὰ διʼ ἐκεῖνον· γιγνομένων γὰρ ὧν βούλονται χαίρουσιν πάντες, τῶν ἐναντίων δὲ λυποῦνται, ὥστε τῆς βουλήσεως σημεῖον αἱ λῦπαι καὶ αἱ ἡδοναί.
有了这些假设,朋友必然是那个为对方的好事而共同感到高兴、为对方的苦事而共同感到悲伤的人,这不为别的,而是为了对方;因为当人们所希望的事情发生时,所有人都会感到高兴,而在相反的情况下则会感到悲伤,因此悲伤和快乐是其意愿的标志。
§2.4.4καὶ οἷς δὴ ταὐτὰ ἀγαθὰ καὶ κακά, καὶ οἱ τοῖς αὐτοῖς φίλοι καὶ οἱ τοῖς αὐτοῖς ἐχθροί· ταὐτὰ γὰρ τούτοις βούλεσθαι ἀνάγκη, ὥστε ἅπερ αὑτῷ καὶ ἄλλῳ βουλόμενος τούτῳ φαίνεται φίλος εἶναι.
此外,那些视同样的事物为好与坏的人,以及那些拥有共同朋友和共同敌人的人,也是朋友;因为这些人必然对这些事物有共同的愿望,以至于凡是为自己所希望的事物,他也为对方希望,从而显得是对方的朋友。
§2.4.5καὶ τοὺς πεποιηκότας εὖ φιλοῦσιν, ἢ αὐτοὺς ἢ ὧν κήδονται, ἢ εἰ μεγάλα, ἢ εἰ προθύμως, ἢ εἰ ἐν τοιούτοις καιροῖς, καὶ αὐτῶν ἕνεκα, ἢ οὓς ἂν οἴωνται βούλεσθαι ποιεῖν εὖ.
人们也爱那些曾施予恩惠的人,无论是施予他们自己,还是施予他们所关心的人,尤其是当恩惠巨大、或是热忱施予、或是在关键时刻施予、并且是纯粹为了他们自身时;或者爱那些他们认为想要施予恩惠的人。
§2.4.6καὶ τοὺς τῶν φίλων φίλους καὶ φιλοῦντας οὓς αὐτοὶ φιλοῦσιν.
人们也爱自己朋友的朋友,以及爱那些自己所爱之人的人。
καὶ τοὺς φιλουμένους ὑπὸ τῶν φιλουμένων αὐτοῖς.
还有那些被自己所爱之人所爱的人。
§2.4.7καὶ τοὺς τοῖς αὐτοῖς ἐχθροὺς καὶ μισοῦντας οὓς αὐτοὶ μισοῦσιν, καὶ τοὺς μισουμένους ὑπὸ τῶν αὐτοῖς μισουμένων· πᾶσιν γὰρ τούτοις τὰ αὐτὰ ἀγαθὰ φαίνεται εἶναι καὶ αὐτοῖς, ὥστε βούλεσθαι τὰ αὐτοῖς ἀγαθά, ὅπερ ἦν τοῦ φίλου.
以及那些视同样的人为敌人、并憎恨那些自己所憎恨之人的人,和那些被自己所电憎恨之人所憎恨的人;因为对所有这些人来说,同样的事物对他们自身而言似乎都是美好的,从而他们希望得到对他们自身而言美好的事物,而这正是朋友的定义。
§2.4.8ἔτι τοὺς εὐποιητικοὺς εἰς χρήματα καὶ εἰς σωτηρίαν· διὸ τοὺς ἐλευθερίους καὶ ἀνδρείους τιμῶσι καὶ τοὺς δικαίους·
此外,还爱那些在钱财和人身安全方面乐于施予恩惠的人;因此,人们尊敬大度慷慨的人、勇敢的人以及公正的人。
§2.4.9τοιούτους δʼ ὑπολαμβάνουσι τοὺς μὴ ἀφʼ ἑτέρων ζῶντας· τοιοῦτοι δʼ οἱ ἀπὸ τοῦ ἐργάζεσθαι, καὶ τούτων οἱ ἀπὸ γεωργίας, καὶ τῶν ἄλλων οἱ αὐτουργοὶ μάλιστα.
人们认为,不靠他人施舍度日的人就是这样的人;而这样的人就是靠自己的劳动生活的人,在这些人中,尤其是那些以务农为生的人,而在其他人中,尤其是那些自耕农。
§2.4.10καὶ τοὺς σώφρονας, ὅτι οὐκ ἄδικοι.
还有温和自制的人,因为他们不公正。
§2.4.11καὶ τοὺς ἀπράγμονας διὰ τὸ αὐτό.
以及不爱多管闲事的人,也是出于同样的原因。
καὶ οἷς βουλόμεθα φίλοι εἶναι, ἂν φαίνωνται βουλόμενοι· εἰσὶ δὲ τοιοῦτοι οἵ τʼ ἀγαθοὶ κατʼ ἀρετὴν καὶ οἱ εὐδόκιμοι ἢ ἐν ἅπασιν ἢ ἐν τοῖς βελτίστοις ἢ ἐν τοῖς θαυμαζομένοις ὑφʼ αὑτῶν ἢ ἐν τοῖς θαυμάζουσιν αὐτούς.
还有那些我们希望与之成为朋友、且他们显然也如此希望的人;这样的人是在美德上优秀的人,以及享有盛誉的人——无论是在所有人中,还是在最优秀的人中,还是在他们自己所钦佩的人中,还是在那些钦佩他们的人中。
§2.4.12ἔτι τοὺς ἡδεῖς συνδιαγαγεῖν καὶ συνδιημερεῦσαι· τοιοῦτοι δʼ οἱ εὔκολοι καὶ μὴ ἐλεγκτικοὶ τῶν ἁμαρτανομένων καὶ μὴ φιλόνικοι μηδὲ δυσέριδες (πάντες γὰρ οἱ τοιοῦτοι μαχητικοί, οἱ δὲ μαχόμενοι τἀναντία φαίνονται βούλεσθαι), §2.4.13καὶ οἱ ἐπιδέξιοι καὶ τῷ τωθάσαι καὶ τῷ ὑπομεῖναι· ἐπὶ ταὐτὸ γὰρ ἀμφοτέρως σπεύδουσι τῷ πλησίον, δυνάμενοί τε σκώπτεσθαι καὶ ἐμμελῶς σκώπτοντες.
此外,还有那些与其共同度日、相处愉快的人;这样的人是性性温和、不挑剔他人错误、不好胜也不好争辩的人(因为所有这样的人都是好斗的,而好斗的人似乎希望得到相反的事物),以及那些在开玩笑和忍受玩笑方面都很得体的人;因为无论通过哪种方式,他们都与邻人追求着同样的目标,因为他们既能承受善意的嘲笑,也能得体地去嘲笑别人。
§2.4.14καὶ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα ἀγαθά, καὶ τούτων μάλιστα ἃ φοβοῦνται μὴ ὑπάρχειν αὐτοῖς.
还有那些赞美我们所拥有的优点的人,尤其是那些我们担心自己并不真正拥有的优点。
§2.4.15καὶ τοὺς καθαρείους περὶ ὄψιν, περὶ ἀμπεχόνην, περὶ ὅλον τὸν βίον.
以及在容貌、穿着和整个生活方式上都干净整洁的人。
§2.4.16καὶ τοὺς μὴ ὀνειδιστὰς μήτε τῶν ἁμαρτημάτων μήτε τῶν εὐεργετημάτων· ἀμφότεροι γὰρ ἐλεγκτικοί.
还有那些既不责备他人的过失,也不夸耀自己施予的恩惠的人;因为这两者都是挑剔的。
§2.4.17καὶ τοὺς μὴ μνησικακοῦντας, μηδὲ φυλακτικοὺς τῶν ἐγκλημάτων, ἀλλʼ εὐκαταλλάκτους· οἵους γὰρ ἂν ὑπολαμβάνωσιν εἶναι πρὸς τοὺς ἄλλους, καὶ πρὸς αὑτοὺς οἴονται.
以及那些不记仇、也不寻找他人的过失,而是容易和解的人;因为他们认为这些人对别人是怎样的态度,对自己也将会是怎样的态度。
§2.4.18καὶ τοὺς μὴ κακολόγους μηδὲ εἰδότας μήτε τὰ τῶν πλησίον κακὰ μήτε τὰ αὐτῶν, ἀλλὰ τἀγαθά·
还有那些不搬弄是非,既不打听邻人的坏事,也不打听自己的坏事,而只打听好事的人;