§2.24.6ἄλλος διὰ τὸ συμβεβηκός, οἷον ὃ λέγει Πολυκράτης εἰς τοὺς μῦς, ὅτι ἐβοήθησαν διατραγόντες τὰς νευράς· ἢ εἴ τις φαίη τὸ ἐπὶ δεῖπνον κληθῆναι τιμιώτατον· διὰ γὰρ τὸ μὴ κληθῆναι ὁ Ἀχιλλεὺς ἐμήνισε τοῖς Ἀχαιοῖς ἐν Τενέδῳ· ὁ δʼ ὡς ἀτιμαζόμενος ἐμήνισεν, συνέβη δὲ τοῦτο διὰ τὸ μὴ κληθῆναι.
另一个是基于偶然属性的,例如波柳克拉特斯关于老鼠所说的话,即它们通过咬断弓弦提供了帮助;或者如果有人说被邀请参加晚宴是最光荣的;因为正是由于未被邀请,阿喀琉斯才在特涅多斯对阿开亚人发怒;然而他是作为感到受辱者而发怒,而这只是由于未被邀请而偶然发生的。
§2.24.7ἄλλος τὸ παρὰ τὸ ἑπόμενον, οἷον ἐν τῷ Ἀλεξάνδρῳ, ὅτι μεγαλόψυχος· ὑπεριδὼν γὰρ τὴν πολλῶν ὁμιλίαν ἐν τῇ Ἴδῃ διέτριβεν καθʼ αὑτόν· ὅτι γὰρ οἱ μεγαλόψυχοι τοιοῦτοι, καὶ οὗτος μεγαλόψυχος δόξειεν ἄν.
另一个是基于随伴后果的,例如在《亚历山大》中说他是宽宏大量的;因为他轻视众人的交往,独自在伊达山度日;因为宽宏大量的人正是如此,他似乎也显得是宽宏大量的。
καὶ ἐπεὶ καλλωπιστὴς καὶ νύκτωρ πλανᾶται, μοιχός· τοιοῦτοι γάρ.
又由于他爱打扮且夜间游荡,便断定他是通奸者;因为这样的人确实如此。
ὅμοιον δὲ καὶ ὅτι ἐν τοῖς ἱεροῖς οἱ πτωχοὶ καὶ ᾄδουσι καὶ ὀρχοῦνται, καὶ ὅτι τοῖς φυγάσιν ἔξεστιν οἰκεῖν ὅπου ἂν θέλωσιν·
类似的情况还有:在神庙中穷人又唱又跳,以及流亡者被允许居住在他们想住的任何地方;因为这些事情属于那些显得幸福的人,那些拥有这些事物的人也可能显得是幸福的。
ὅτι γὰρ τοῖς δοκοῦσιν εὐδαιμονεῖν ὑπάρχει ταῦτα, καὶ οἷς ταῦτα ὑπάρχει δόξαιεν ἂν εὐδαιμονεῖν, διαφέρει δὲ τῷ πῶς· διὸ καὶ εἰς τὴν ἔλλειψιν ἐμπίπτει.
然而,这在“如何”上存在差别;因此这也落入缺失条件的范畴。
§2.24.8ἄλλος παρὰ τὸ ἀναίτιον ὡς αἴτιον, οἷον τῷ ἅμα ἢ μετὰ τοῦτο γεγονέναι· τὸ γὰρ μετὰ τοῦτο ὡς διὰ τοῦτο λαμβάνουσιν, καὶ μάλιστα οἱ ἐν ταῖς πολιτείαις, οἷον ὡς ὁ Δημάδης τὴν Δημοσθένους πολιτείαν πάντων τῶν κακῶν αἰτίαν· μετʼ ἐκείνην γὰρ συνέβη ὁ πόλεμος.
另一个是基于把非原因当作原因,例如因为某事与之同时发生或在其后发生;因为人们把在其后发生的事当作由其产生的事,尤其是那些参与政治的人,例如德马德斯说德摩斯梯尼的政策是所有灾难的原因;因为战争是在那之后发生的。
§2.24.9ἄλλος παρὰ τὴν ἔλλειψιν τοῦ πότε καὶ πῶς, οἷον ὅτι δικαίως Ἀλέξανδρος ἔλαβε τὴν Ἑλένην· αἵρεσις γὰρ αὐτῇ ἐδόθη παρὰ τοῦ πατρός.
另一个是基于缺失“何时”和“如何”,例如亚历山大正当地娶了海伦;因为她的父亲曾给予她选择的机会。
οὐ γὰρ ἀεὶ ἴσως, ἀλλὰ τὸ πρῶτον· καὶ γὰρ ὁ πατὴρ μέχρι τούτου κύριος.
因为这恐怕并非一直有效,而只是在最初;因为父亲的权威也只到那个时候为止。
ἢ εἴ τις φαίη τὸ τύπτειν τοὺς ἐλευθέρους ὕβριν εἶναι· οὐ γὰρ πάντως, ἀλλʼ ὅταν ἄρχῃ χειρῶν ἀδίκων.
或者如果有人说殴打自由人是一种侮辱;因为并不是在所有情况下都是如此,而只有在首先动手行不义之事时才是。
§2.24.10ἔτι ὥσπερ ἐν τοῖς ἐριστικοῖς παρὰ τὸ ἁπλῶς καὶ μὴ ἁπλῶς, ἀλλὰ τί, γίγνεται φαινόμενος συλλογισμός, οἷον ἐν μὲν τοῖς διαλεκτικοῖς ὅτι ἔστι τὸ μὴ ὄν, ἔστι γὰρ τὸ μὴ ὂν μὴ ὄν, καὶ ὅτι ἐπιστητὸν τὸ ἄγνωστον, ἔστιν γὰρ ἐπιστητὸν τὸ ἄγνωστον ὅτι ἄγνωστον, οὕτως καὶ ἐν τοῖς ῥητορικοῖς ἐστιν φαινόμενον ἐνθύμημα παρὰ τὸ μὴ ἁπλῶς εἰκὸς ἀλλὰ τὶ εἰκός.
此外,正如在争辩性的讨论中,通过把绝对与非绝对(而是特定)相混同,会产生看似真实的推论,例如在辩证术中,说“非存在存在”,因为非存在作为非存在而存在,以及说“未知之事是可知的”,因为未知之事作为未知的而被得知,同样在修辞学中,也会因为不是绝对的盖然,而是特定意义上的盖然而产生看似真实的修辞推论。
ἔστιν δὲ τοῦτο οὐ καθόλου, ὥσπερ καὶ Ἀγάθων λέγει
"
τάχʼ ἄν τις εἰκὸς αὐτὸ τοῦτʼ εἶναι λέγοι,
βροτοῖσι πολλὰ τυγχάνειν οὐκ εἰκότα.
但这并非普遍的,正如阿加通所说: “也许有人会说,这本身就是盖然的,即凡人身上会发生许多不盖然的事。
"
γίγνεται γὰρ τὸ παρὰ τὸ εἰκός, ὥστε εἰκὸς καὶ τὸ παρὰ τὸ εἰκός, εἰ δὲ τοῦτο, ἔσται τὸ μὴ εἰκὸς εἰκός.
” 因为违反盖然的事确实会发生,所以违反盖然的事也是盖然的,而如果是这样,不盖然的事也将成为盖然的。
ἀλλʼ οὐχ ἁπλῶς, ἀλλʼ ὥσπερ καὶ ἐπὶ τῶν ἐριστικῶν τὸ κατὰ τί καὶ πρὸς τί καὶ πῇ οὐ προστιθέμενα ποιεῖ τὴν συκοφαντίαν, καὶ ἐνταῦθα παρὰ τὸ εἰκὸς εἶναι μὴ ἁπλῶς ἀλλὰ τὶ εἰκός.
但这不是绝对的,而是正如在争辩性讨论中,不加上“在何种程度上”、“对什么而言”以及“如何”会产生诡辩一样,这里也是因为那并非绝对的盖然,而是特定意义上的盖然。
§2.24.11ἔστι δʼ ἐκ τούτου τοῦ τόπου ἡ Κόρακος τέχνη συγκειμένη· ἄν τε γὰρ μὴ ἔνοχος ᾖ τῇ αἰτίᾳ, οἷον ἀσθενὴς ὢν αἰκίας φεύγει (οὐ γὰρ εἰκός), κἂν ἔνοχος ᾖ, οἷον ἰσχυρὸς ὤν (οὐ γὰρ εἰκός, ὅτι εἰκὸς ἔμελλε δόξειν)
.
而科拉克斯的修辞术就是由这一论点组成的;因为无论被告是否免于起诉,例如一个虚弱的人被控告犯有暴行罪(这并不盖然),或者当他有嫌疑时,例如他身强力壮(这也不是盖然的,因为这必定会被认为是有可能的)。
ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ἢ γὰρ ἔνοχον ἀνάγκη ἢ μὴ ἔνοχον εἶναι τῇ αἰτίᾳ· φαίνεται μὲν οὖν ἀμφότερα εἰκότα, ἔστι δὲ τὸ μὲν εἰκός, τὸ δὲ οὐχ ἁπλῶς ἀλλʼ ὥσπερ εἴρηται· καὶ τὸ τὸν ἥττω δὲ λόγον κρείττω ποιεῖν τοῦτʼ ἔστιν.
其他情况也是如此;因为被告要么有嫌疑,要么没有嫌疑;所以两方面看起来都是盖然的,但其中一个是真实的盖然,而另一个不是绝对的,而是像刚才所说的那样;而“使较弱的论点显得较强”也就是指这个。
καὶ ἐντεῦθεν δικαίως ἐδυσχέραινον οἱ ἄνθρωποι τὸ Πρωταγόρου ἐπάγγελμα· ψεῦδός τε γάρ ἐστιν, καὶ οὐκ ἀληθὲς ἀλλὰ φαινόμενον εἰκός, καὶ ἐν οὐδεμιᾷ τέχνῃ ἀλλʼ ἢ ἐν ῥητορικῇ καὶ ἐριστικῇ.
并且由此人们正当地感到反感于普罗泰戈拉的宣言;因为那是虚假的,不是真实的盖然而是看似真实的盖然,而且在修辞学和争辩术之外的任何其他技术中都不存在。