Humanitext Reader

亚里士多德 · 修辞学 §2.24.1-2.24.5

看似真实的修辞推论之论点

第 69 段,共 98 段 · 希腊语

内容简介

亚里士多德将真实推论与看似真实的推论之别应用于修辞推论,结合具体实例列举并阐述了看似真实的修辞推论的五个论点:词藻表达、同音异义、分割与结合、夸大其词以及征兆。

§2.24.1ἐπεὶ δʼ ἐνδέχεται τὸν μὲν εἶναι συλλογισμόν, τὸν δὲ μὴ εἶναι μὲν φαίνεσθαι δέ, ἀνάγκη καὶ ἐνθύμημα τὸ μὲν εἶναι, τὸ δὲ μὴ εἶναι ἐνθύμημα φαίνεσθαι δέ, ἐπείπερ τὸ ἐνθύμημα συλλογισμός τις.
既然有可能一者是真正的推论,而另一者并非推论而只是看起来如此,那么修辞推论也必然如此,一者是真正的修辞推论,而另一者并非修辞推论而只是看起来如此,因为修辞推论是一种推论。
§2.24.2τόποι δʼ εἰσὶ τῶν φαινομένων ἐνθυμημάτων εἷς μὲν ὁ παρὰ τὴν λέξιν, καὶ τούτου ἓν μὲν μέρος, ὥσπερ ἐν τοῖς διαλεκτικοῖς, τὸ μὴ συλλογισάμενον συμπερασματικῶς τὸ τελευταῖον εἰπεῖν, οὐκ ἄρα τὸ καὶ τό, ἀνάγκη ἄρα τὸ καὶ τό , ἐν τοῖς ἐνθυμήμασι τὸ συνεστραμμένως καὶ ἀντικειμένως εἰπεῖν φαίνεται ἐνθύμημα (ἡ γὰρ τοιαύτη λέξις χώρα ἐστὶν ἐνθυμήματος)· καὶ ἔοικε τὸ τοιοῦτον εἶναι παρὰ τὸ σχῆμα τῆς λέξεως.
在看似真实的修辞推论的论点中,第一种是基于词藻表达。 这其中一部分就像在辩证术中一样,在没有真正进行推论的情况下以结论的形式说出最后的话,即“因此,不是这和那,而是这和那必然如此”。 在修辞推论中,以紧凑和对立的方式说话看起来就像是修辞推论(因为这种表达方式是修辞推论的领域);而这种情况似乎源于表达的形式。
ἔστι δὲ εἰς τὸ τῇ λέξει συλλογιστικῶς λέγειν χρήσιμον τὸ συλλογισμῶν πολλῶν κεφάλαια λέγειν, ὅτι τοὺς μὲν ἔσωσε, τοῖς δʼ ἑτέροις ἐτιμώρησε, τοὺς δʼ Ἕλληνας ἠλευθέρωσε·
为了在词藻上显得像在进行推论,说出许多推论的要点是很有用的,例如“他救了一些人,惩罚了另一些人,释放了希腊人”。
ἕκαστον μὲν γὰρ τούτων ἐξ ἄλλων ἀπεδείχθη, συντεθέντων δὲ φαίνεται καὶ ἐκ τούτων τι γίγνεσθαι.
因为这些事情中的每一件都是从其他地方证明出来的,但当它们被结合在一起时,看起来其中也产生了一些新的结论。
ἓν δὲ τὸ παρὰ τὴν ὁμωνυμίαν, τὸ φάναι σπουδαῖον εἶναι μῦν, ἀφʼ οὗ γʼ ἐστὶν ἡ τιμιωτάτη πασῶν τελετή· τὰ γὰρ μυστήρια πασῶν τιμιωτάτη τελετή.
另一部分是基于同音异义,例如说老鼠(μῦς)是高贵的,因为从它那里产生了所有仪式中最受尊敬的仪式;因为秘仪(μυστήρια)是所有仪式中最受尊崇的。
ἢ εἴ τις κύνα ἐγκωμιάζων τὸν ἐν τῷ οὐρανῷ συμπαραλαμβάνοι, ἢ τὸν Πᾶνα, ὅτι Πίνδαρος ἔφησεν " ὦ μάκαρ, ὅν τε μεγάλας θεοῦ κύνα παντοδαπὸν καλέουσιν Ὀλύμπιοι, " ἢ ὅτι τὸ μηδένα εἶναι κύνʼ ἀτιμότατόν ἐστιν, ὥστε τὸ κύνα δῆλον ὅτι τίμιον.
或者,如果有人在赞美狗时,把天上的狗(天狼星)也包括进去,或者把潘神包括进去,因为宾达罗斯说过: “哦,幸福的人,奥林匹斯诸神称你为伟大女神的、幻化万千之犬,” 或者因为完全没有狗是最不光彩的事,所以有狗显然是光彩的。
καὶ τὸ κοινωνικὸν φάναι τὸν Ἑρμῆν εἶναι μάλιστα τῶν θεῶν· μόνος γὰρ καλεῖται κοινὸς Ἑρμῆς.
又如说赫尔墨斯是诸神中最乐于分享的;因为只有他被称为“共同的赫尔墨斯”。
καὶ τὸ τὸν λόγον εἶναι σπουδαιότατον, ὅτι οἱ ἀγαθοὶ ἄνδρες οὐ χρημάτων ἀλλὰ λόγου εἰσὶν ἄξιοι· τὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς λέγεται.
又如说言论/理智(λόγος)是最崇高的,因为优秀的人不值金钱而值言论/声誉(λόγου ἄξιοι);因为“值得言论/有价值”并不是在单一意义上被说出的。
§2.24.3ἄλλος τὸ τὸ διῃρημένον συντιθέντα λέγειν ἢ τὸ συγκείμενον διαιροῦντα·
另一个论点是将分割开的事物结合起来说,或者将结合在一起的事物分割开来说。
ἐπεὶ γὰρ ταὐτὸν δοκεῖ εἶναι οὐκ ὂν ταὐτὸ πολλάκις, ὁπότερον χρησιμώτερον, τοῦτο δεῖ ποιεῖν.
因为不相同的事物往往显得相同,所以应该采取哪一种更有用的方式。
ἔστι δὲ τοῦτο Εὐθυδήμου λόγος, οἷον τὸ εἰδέναι ὅτι τριήρης ἐμ Πειραεῖ ἐστίν· ἕκαστον γὰρ οἶδεν.
这就像尤苏德谟的论证,例如知道三列桨战船在比雷埃夫斯港;因为人们知道其中的每一个(元素)。
καὶ τὸν τὰ στοιχεῖα ἐπιστάμενον ὅτι τὸ ἔπος οἶδεν· τὸ γὰρ ἔπος τὸ αὐτό ἐστιν.
以及知道字母的人就知道诗(ἔπος);因为诗就是这些字母(元素)本身。
καὶ ἐπεὶ τὸ δὶς τοσοῦτον νοσῶδες, μηδὲ τὸ ἓν φάναι ὑγιεινὸν εἶναι· ἄτοπον γὰρ εἰ τὰ δύο ἀγαθὰ ἓν κακόν ἐστιν.
又如既然两倍的剂量会引起疾病,就说单倍的剂量也是不健康的;因为如果两个好东西凑在一起变成一个坏东西,那是很荒谬的。
οὕτω μὲν οὖν ἐλεγκτικόν, ὧδε δὲ δεικτικόν· οὐ γάρ ἐστιν ἓν ἀγαθὸν δύο κακά· ὅλος δὲ ὁ τόπος παραλογιστικός.
以这种方式使用是论驳性的,而以下列方式使用则是证明性的:“因为一个好东西不能变成两个坏东西”;但整个论点都是谬误的。
πάλιν τὸ Πολυκράτους εἰς Θρασύβουλον, ὅτι τριάκοντα τυράννους κατέλυσε· συντίθησι γάρ.
再如波柳克拉特斯针对色拉西布洛斯的言论,说他推翻了三十个僭主;因为他是结合起来说的。
ἢ τὸ ἐν τῷ Ὀρέστῃ τῷ Θεοδέκτου· ἐκ διαιρέσεως γάρ ἐστιν· " δίκαιόν ἐστιν, ἥτις ἂν κτείνῃ πόσιν, " ἀποθνῄσκειν ταύτην, καὶ τῷ πατρί γε τιμωρεῖν τὸν υἱόν, οὐκοῦν καὶ ταῦτα ἃ πέπρακται·
或者在狄奥德克特斯的《俄瑞斯忒斯》中的例子;因为这是源于分割: “杀害丈夫的女流,无论何人,” 她死都是公正的,而儿子为父亲复仇也是公正的;那么,所做的这些事情也都是公正的。
συντεθέντα γὰρ ἴσως οὐκέτι δίκαιον.
因为当结合在一起时,也许就不再公正了。
εἴη δʼ ἂν καὶ παρὰ τὴν ἔλλειψιν· ἀφαιρεῖ γὰρ τὸ ὑπὸ τίνος.
这也可能是由于缺失;因为他省略了“被谁”所杀。
§2.24.4ἄλλος δὲ τόπος τὸ δεινώσει κατασκευάζειν ἢ ἀνασκευάζειν·
另一个论点是通过夸大其词(激起愤怒)来确立或驳斥。
τοῦτο δʼ ἐστὶν ὅταν, μὴ δείξας ὅτι ἐποίησεν μηδʼ ὅτι οὐκ ἐποίησεν, αὐξήσῃ τὸ πρᾶγμα· ποιεῖ γὰρ φαίνεσθαι ἢ ὡς οὐ πεποίηκεν, ὅταν ὁ τὴν αἰτίαν ἔχων αὔξῃ, ἢ ὡς πεποίηκεν, ὅταν ὁ κατηγορῶν αὐξῇ.
这是指在没有证明当事人做了或没做某事的情况下,就夸大事情;因为当被告夸大时,这使事情显得好像他没有做,而当原告夸大时,这使事情显得好像他做了一样。
οὔκουν ἐστὶν ἐνθύμημα· παραλογίζεται γὰρ ὁ ἀκροατὴς ὅτι ἐποίησεν ἢ οὐκ ἐποίησεν, οὐ δεδειγμένου.
因此,这不构成修辞推论;因为在没有证明的情况下,听众会谬误地得出结论说他做了或没做。
§2.24.5ἄλλος τὸ ἐκ σημείου· ἀσυλλόγιστον γὰρ καὶ τοῦτο·
另一个是基于征兆;因为这也是不能构成推论的。
οἷον εἴ τις λέγοι ταῖς πόλεσι συμφέρουσιν οἱ ἐρῶντες· ὁ γὰρ Ἁρμοδίου καὶ Ἀριστογείτονος ἔρως κατέλυσε τὸν τύραννον Ἵππαρχον , ἢ εἴ τις λέγοι ὅτι κλέπτης Διονύσιος· πονηρὸς γάρ· ἀσυλλόγιστον γὰρ δὴ τοῦτο· οὐ γὰρ πᾶς πονηρὸς κλέπτης, ἀλλὰ κλέπτης πᾶς πονηρός.
例如有人说: “相爱者对城邦是有益的;因为哈尔莫迪乌斯和阿里斯托革顿的爱推翻了僭主希帕库斯,” 或者如果有人说狄奥尼修斯是小偷,因为他是个恶人;因为这确实不能构成推论,因为并非每个恶人都是小偷,尽管每个小偷都是恶人。

词汇与语法注释

  1. 1401aτὸ μὴ συλλογισάμενον συμπερασματικῶς τὸ τελευταῖον εἰπεῖν — 分词 μὴ συλλογισάμενον 起修饰作用,表示让步(“尽管实际上并未完成推论”)。τὸ τελευταῖον 用作副词,意为“最后”或“作为结论”。这指的是在没有经过实际逻辑推导的情况下,使用表示结论的连接词来陈述看似是结论之话语的谬误。
  2. 1401aτὸ γὰρ λόγου ἄξιον οὐχ ἁπλῶς λέγεται — 短语 λόγου ἄξιος 具有双重含义,既指“配得上言论/声誉(与金钱相对)”,也指“值得考虑(重要)”。表达式 οὐχ ἁπλῶς λέγεται(“不是在单一方面被说出”,即多义的)指出了这种语义的多重性,解释了同音异义谬误产生的原因。
  3. 1401aτὸ τὸ διῃρημένον συντιθέντα λέγειν ἢ τὸ συγκείμενον διαιροῦντα — 宾格分词 συντιθέντα 和 διαιροῦντα 与不定式 λέγειν 的未表达的主语(泛指说话者)相一致。文中并列呈现了不当地结合分割之物(结合谬误)和不当地分割结合之物(分割谬误)的情况。
  4. 1401bεἴη δʼ ἂν καὶ παρὰ τὴν ἔλλειψιν· ἀφαιρεῖ γὰρ τὸ ὑπὸ τίνος — 动词 εἴη δʼ ἂν 是潜在希求语气,表示可能性(“这也可能是由于……”)。介词 παρὰ 搭配宾格表示原因(“由于”),ἔλλειψιν 指前提条件等的“缺失”或“省略”。这种谬误是通过省略不可或缺的限定条件(如“被谁”所杀)来制造表面上合理的论证。
  5. 1401bοὐ δεδειγμένου — 这是一个属格绝对结构,其中中性分词 δεδειγμένου 以无人称形式(或指代前述命题)使用,表示让步:“尽管这并未被证明”。它独立于主句(παραλογίζεται...)起副词修饰作用。

引用这一段

亚里士多德, 修辞学 §2.24.1-2.24.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.24.1-2.24.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。