Humanitext Reader

亚里士多德 · 修辞学 §2.25.1-2.25.14

通过对抗推论与四种异议进行的反驳

第 71 段,共 98 段 · 希腊语

内容简介

亚里士多德介绍了反驳修辞推论的方法(建立对抗推论或提出四种异议:来自其自身、相反、相似或先前的裁决),并详细阐述了在修辞争论中如何正确应对盖然、征标、例证和确证。

§2.25.1καὶ περὶ μὲν ἐνθυμημάτων, καὶ τῶν ὄντων καὶ τῶν φαινομένων, εἴρηται, περὶ δὲ λύσεως ἐχόμενόν ἐστιν τῶν εἰρημένων εἰπεῖν.
关于修辞推论,无论是真实的还是看似真实的,已经讨论完毕。 接下来的内容是探讨对上述论述的反驳(消除)。
ἔστιν δὲ λύειν ἢ ἀντισυλλογισάμενον ἢ ἔνστασιν ἐνεγκόντα.
反驳可以通过建立对抗推论,或者提出异议来进行。
§2.25.2τὸ μὲν οὖν ἀντισυλλογίζεσθαι δῆλον ὅτι ἐκ τῶν αὐτῶν τόπων ἐνδέχεται ποιεῖν· οἱ μὲν γὰρ συλλογισμοὶ ἐκ τῶν ἐνδόξων, δοκοῦντα δὲ πολλὰ ἐναντία ἀλλήλοις ἐστίν·
那么,显而易见,可以通过相同的论点来建立对抗推论;因为推论是由通念构成的,而存在着许多彼此相反的意见。
§2.25.3αἱ δʼ ἐνστάσεις φέρονται καθάπερ καὶ ἐν τοῖς Τοπικοῖς, τετραχῶς· ἢ γὰρ ἐξ ἑαυτοῦ ἢ ἐκ τοῦ ὁμοίου ἢ ἐκ τοῦ ἐναντίου ἢ ἐκ τῶν κεκριμένων.
另一方面,异议的提出正如在《论题篇》中一样,有四种方式:或是来自其自身,或是来自相似的事物,或是来自相反的事物,或是来自已被裁决的事物。
§2.25.4λέγω δὲ ἀφʼ ἑαυτοῦ μέν, οἷον εἰ περὶ ἔρωτος εἴη τὸ ἐνθύμημα ὡς σπουδαῖος, ἡ ἔνστασις διχῶς· ἢ γὰρ καθόλου εἰπόντα ὅτι πᾶσα ἔνδεια πονηρόν, ἢ κατὰ μέρος ὅτι οὐκ ἂν ἐλέγετο Καύνιος ἔρως, εἰ μὴ ἦσαν καὶ πονηροὶ ἔρωτες.
我所说的“来自其自身”,例如,关于爱的修辞推论如果是在于“爱是美好的”,那么异议有两种方式提出:或者是普遍地说明“一切缺乏都是坏的”,或者是具体地说明“如果不存在坏的爱,就不会有‘考诺斯之爱’这种说法了”。
§2.25.5ἀπὸ δὲ τοῦ ἐναντίου ἔνστασις φέρεται, οἷον, εἰ τὸ ἐνθύμημα ἦν ὅτι ὁ ἀγαθὸς ἀνὴρ πάντας τοὺς φίλους εὖ ποιεῖ, ὅτι ἀλλʼ οὐδʼ ὁ μοχθηρὸς κακῶς.
或者是来自相反事物的异议,例如,如果修辞推论是 “好人对所有的朋友都行善”,那么异议则是“但坏人也并不对所有的朋友都作恶”。
§2.25.6ἀπὸ δὲ τοῦ ὁμοίου, οἷον, εἰ ἦν τὸ ἐνθύμημα ὅτι οἱ κακῶς πεπονθότες ἀεὶ μισοῦσιν, ὅτι ἀλλʼ οὐδʼ οἱ εὖ πεπονθότες ἀεὶ φιλοῦσιν.
来自相似事物的异议,例如,如果修辞推论是“受到恶劣对待的人总是心怀怨恨”,那么异议则是“但受到优待的人也并不总是心怀爱意”。
§2.25.7αἱ δὲ κρίσεις αἱ ἀπὸ τῶν γνωρίμων ἀνδρῶν, οἷον εἴ τις ἐνθύμημα εἶπεν ὅτι τοῖς μεθύουσι δεῖ συγγνώμην ἔχειν, ἀγνοοῦντες γὰρ ἁμαρτάνουσιν, ἔνστασις ὅτι οὔκουν ὁ Πιττακὸς αἰνετός· οὐ γὰρ ἂν μείζους ζημίας ἐνομοθέτησεν ἐάν τις μεθύων ἁμαρτάνῃ.
至于来自著名人物裁决的异议,例如,如果有人提出修辞推论说, “应当宽容醉酒的人,因为他们是在无知中犯错”,那么异议则是:“那么皮塔科斯就不值得赞扬了;因为如果不是这样,他就不会立法规定,若有人在醉酒时犯错,要处以更重的惩罚。
§2.25.8ἐπεὶ δὲ τὰ ἐνθυμήματα λέγεται ἐκ τεττάρων, τὰ δὲ τέτταρα ταῦτʼ ἐστίν, εἰκὸς παράδειγμα τεκμήριον σημεῖον, ἔστι δὲ τὰ μὲν ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ ἢ ὄντων ἢ δοκούντων συνηγμένα ἐνθυμήματα ἐκ τῶν εἰκότων, τὰ δὲ διʼ ἐπαγωγῆς ἐκ τοῦ ὁμοίου, ἢ ἑνὸς ἢ πλειόνων, ὅταν λαβὼν τὸ καθόλου εἶτα συλλογίσηται τὰ κατὰ μέρος, διὰ παραδείγματος, τὰ δὲ διὰ ἀναγκαίου καὶ ἀεὶ ὄντος διὰ τεκμηρίου, τὰ δὲ διὰ τοῦ καθόλου τοῦ ἐν μέρει ὄντος, ἐάν τε ὂν ἐάν τε μή, διὰ σημείων, τὸ δὲ εἰκὸς οὐ τὸ ἀεὶ ἀλλὰ τὸ ὡς ἐπὶ τὸ πολύ, φανερὸν ὅτι τὰ τοιαῦτα μὲν τῶν ἐνθυμημάτων ἀεὶ ἔστι λύειν φέροντα ἔνστασιν,
” 由于修辞推论被认为是由四种要素构成的,这四种要素即:盖然、例证、确证、征标。 其中,那些根据通常发生或显得通常发生的事物推导出的修辞推论,是来自盖然的;那些通过归纳、从一个或多个相似事物中,在获得普遍性之后再推论具体部分的,是通过例证的;那些通过必然且始终存在的事物推导出的,是通过确证的;而那些通过存在于部分中的普遍性(无论存在与否)推导出的,则是通过征标的。 既然盖然并非始终如此,而是通常如此,显然,对于这一类的修辞推论,总是可以通过提出异议来进行反驳。
§2.25.9ἡ δὲ λύσις φαινομένη ἀλλʼ οὐκ ἀληθὴς ἀεί· οὐ γὰρ ὅτι οὐκ εἰκός λύει ὁ ἐνιστάμενος, ἀλλʼ ὅτι οὐκ ἀναγκαῖον·
但这种反驳往往是表面的,而非总是真实的;因为提出异议者并不是通过证明“这不盖然”来反驳,而是通过证明“这并非必然”来反驳。
§2.25.10διὸ καὶ ἀεὶ ἔστι πλεονεκτεῖν ἀπολογούμενον μᾶλλον ἢ κατηγοροῦντα διὰ τοῦτον τὸν παραλογισμόν· ἐπεὶ γὰρ ὁ μὲν κατηγορῶν διὰ εἰκότων ἀποδείκνυσιν, ἔστι δὲ οὐ ταὐτὸ λῦσαι ἢ ὅτι οὐκ εἰκὸς ἢ ὅτι οὐκ ἀναγκαῖον, ἀεὶ δʼ ἔχει ἔνστασιν τὸ ὡς ἐπὶ τὸ πολύ (οὐ γὰρ ἂν ᾖ ἅμʼ ἀεὶ εἰκός, ἀεὶ καὶ ἀναγκαῖον), ὁ δὲ κριτὴς οἴεται, ἂν οὕτω λυθῇ, ἢ οὐκ εἰκὸς εἶναι ἢ οὐχ αὑτῷ κριτέον, παραλογιζόμενος, ὥσπερ ἐλέγομεν (οὐ γὰρ ἐκ τῶν ἀναγκαίων δεῖ αὐτὸν μόνον κρίνειν, ἀλλὰ καὶ ἐκ τῶν εἰκότων· τοῦτο γάρ ἐστι τὸ γνώμῃ τῇ ἀρίστῃ κρίνειν), οὔκουν ἱκανὸν ἂν λύσῃ ὅτι οὐκ ἀναγκαῖον, ἀλλὰ δεῖ λύειν ὅτι οὐκ εἰκός.
因此,由于这种谬误推理,在辩护时总是比在指控时更占便宜;因为指控者是通过盖然来证明的,而以“不盖然”和以“非必然”来进行反驳并非同一回事,且通常如此的事物总是容许提出异议(因为否则的话,如果它不总是盖然的,它也就总是必然的了),而裁判官认为,如果以这种方式进行反驳,要么该事物是不盖然的,要么自己不应当做出裁决,正如我们所说,裁判官落入了谬误推理(因为裁判官不仅应当根据必然的事物来裁决,还应当根据盖然的事物来裁决;因为这就是“凭最善之见识进行裁决”的含义);因此,仅仅反驳“并非必然”是不够的,而必须反驳“不盖然”。
§2.25.11τοῦτο δὲ συμβήσεται ἐὰν ᾖ ἡ ἔνστασις μᾶλλον ὡς ἐπὶ τὸ πολύ.
而这将在异议更具“通常如此”的性质时实现。
ἐνδέχεται δὲ εἶναι τοιαύτην διχῶς, ἢ τῷ χρόνῳ ἢ τοῖς πράγμασιν, κυριώτατα δὲ εἰ ἀμφοῖν· εἰ γὰρ τὰ πλείω καὶ πλεονάκις οὕτως, τοῦτʼ ἐστὶν εἰκὸς μᾶλλον.
这种异议可以通过两种方式实现:或是在时间上,或是在事物上,而最权威的则是两者皆具;因为如果更多的事物且更频繁地如此,这就是更具盖然性的。
§2.25.12λύεται δὲ καὶ τὰ σημεῖα καὶ τὰ διὰ σημείου ἐνθυμήματα εἰρημένα, κἂν ᾖ ὑπάρχοντα, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις· ὅτι γὰρ ἀσυλλόγιστόν ἐστιν πᾶν σημεῖον, δῆλον ἡμῖν ἐκ τῶν Ἀναλυτικῶν.
此外,征标以及通过征标表述的修辞推论,即使它们是真实存在的,也可以像在第一部分中所说的那样被反驳;因为每一个征标都是无法构成推论的,这从《分析篇》中对我们而言是显而易见的。
§2.25.13πρὸς δὲ τὰ παραδειγματώδη ἡ αὐτὴ λύσις καὶ τὰ εἰκότα· ἐάν τε γὰρ ἔχωμεν ἕν τι οὐχ οὕτω, λέλυται, ὅτι οὐκ ἀναγκαῖον, εἰ καὶ τὰ πλείω ἢ πλεονάκις ἄλλως, ἐάν τε καὶ τὰ πλείω καὶ τὰ πλεονάκις οὕτω, μαχετέον ἢ ὅτι τὸ παρὸν οὐχ ὅμοιον ἢ οὐχ ὁμοίως, ἢ διαφοράν γέ τινα ἔχει.
对于例证,采用与对盖然相同的反驳方式;因为如果我们有一个并非如此的例子,它就因为“并非必然”而被反驳,即使在大多数情况下或更频繁的情况下并非如此;而如果大多数情况下和更频繁的情况下确实如此,我们就必须争辩:要么当下的情况并非相似,要么不是以相似的方式,或者至少在某些方面存在差异。
§2.25.14τὰ δὲ τεκμήρια καὶ τεκμηριώδη ἐνθυμήματα κατὰ μὲν τὸ ἀσυλλόγιστον οὐκ ἔσται λῦσαι (δῆλον δὲ καὶ τοῦθʼ ἡμῖν ἐκ τῶν Ἀναλυτικῶν), λείπεται δʼ ὡς οὐχ ὑπάρχει τὸ λεγόμενον δεικνύναι.
至于确证以及基于确证的修辞推论,则无法从“不能构成推论”的角度来反驳(这从《分析篇》中对我们而言也是显而易见的),剩下的唯一途径就是证明所说的事实并不存在。
εἰ δὲ φανερὸν καὶ ὅτι ὑπάρχει καὶ ὅτι τεκμήριον, ἄλυτον ἤδη γίγνεται τοῦτο· πάντα γὰρ γίγνεται ἀπόδειξις ἤδη φανερά.
但如果显而易见它既存在又是确证,那么它就是不可反驳的了;因为一切此时都已成了显而易见的证明。

词汇与语法注释

  1. §2.25.3ἐξ ἑαυτοῦ — 意为“来自其自身”。在语境中,它指从对方提出的论证本身或所讨论主题自身的定义中引出异议。虽然有人将其解释为“从反对者自己的立场出发”,但随后的具体例子(§2.25.4)利用爱(ἔρως)之定义的固有双重性来反驳该命题,这支持了“从讨论对象自身的性质中引出异议”的解释。
  2. §2.25.8ἐπεὶ δὲ τὰ ἐνθυμήματα λέγεται ἐκ τεττάρων... φανερὸν ὅτι τὰ τοιαῦτα μὲν τῶν ἐνθυμημάτων ἀεὶ ἔστι λύειν φέροντα ἔνστασιν — 此部分包含一个由原因连词 ἐπεί 引导的极长从句(ἐπεὶ δὲ τὰ ἐνθυμήματα λέγεται... διὰ σημείων),及随后的补充定义(τὸ δὲ εἰκὸς... ὡς ἐπὶ τὸ πολύ),最后导向主句 φανερὸν ὅτι...。亚里士多德在对构成修辞推论的四种要素进行定义和分类后,得出结论:基于“盖然”(以及相似的例证和征标)的推论因为缺乏必然性(οὐκ ἀναγκαῖον),因此总是可以通过提出异议来予以驳斥。
  3. §2.25.10οὐ γὰρ ἂν ᾖ ἅμʼ ἀεὶ εἰκός, ἀεὶ καὶ ἀναγκαῖον — 使用 ἄν 伴随虚拟语气(ἂν ᾖ)表示一般或假设条件的结构。尽管部分手抄本写作 ἂν εἴη(祈愿语气),它皆表示对同时性条件的否定:“因为如果并非‘既总是盖然的同时也总是必然的’”。它提供了逻辑依据:既然“通常如此”(τὸ ὡς ἐπὶ τὸ πολύ)并不等同于“总是必然”,因此总是存在提出异议(指明其非必然)的空间。

引用这一段

亚里士多德, 修辞学 §2.25.1-2.25.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.25.1-2.25.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。