§2.23.23ἄλλος ἐλεγκτικός, τὸ τὰ ἀνομολογούμενα σκοπεῖν, εἴ τι ἀνομολογούμενον ἐκ τόπων καὶ χρόνων καὶ πράξεων καὶ λόγων, χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος, οἷον
καὶ φησὶ μὲν φιλεῖν ὑμᾶς, συνώμοσεν δὲ τοῖς τριάκοντα
, χωρὶς δʼ ἐπʼ αὐτοῦ,
καὶ φησὶ μὲν εἶναί με φιλόδικον, οὐκ ἔχει δὲ ἀποδεῖξαι δεδικασμένον οὐδεμίαν δίκην
, χωρὶς δʼ ἐπʼ αὐτοῦ καὶ τοῦ ἀμφισβητοῦντος,
καὶ οὗτος μὲν οὐ δεδάνεικε πώποτε οὐδέν, ἐγὼ δὲ καὶ πολλοὺς λέλυμαι ὑμῶν
.
另一个是论驳性的,即观察矛盾之处,看在地点、时间、行为和言论中是否有任何矛盾。 这可以分别针对诉讼对手,例如“他说他爱你们,但他却与三十人政权共谋”;或者分别针对自己,例如“他说我好诉讼,但他却无法证明我曾起诉过任何官司”;或者同时将自己和诉讼对手并列,例如“此人从未给任何人借过钱,而我却为你们中的许多人赎了身”。
§2.23.24ἄλλος τοῖς προδιαβεβλημένοις καὶ ἀνθρώποις καὶ πράγμασιν, ἢ δοκοῦσι, τὸ λέγειν τὴν αἰτίαν τοῦ παραδόξου· ἔστιν γάρ τι διʼ ὃ φαίνεται·
另一个论式是,针对预先被诽谤或显得如此的人或事,说明其反常现象的原因;因为必定存在某种原因使其显得如此。
οἷον, ὑποβεβλημένης τινὸς τὸν αὑτῆς υἱόν, διὰ τὸ ἀσπάζεσθαι ἐδόκει συνεῖναι τῷ μειρακίῳ, λεχθέντος δὲ τοῦ αἰτίου ἐλύθη ἡ διαβολή· καὶ οἷον ἐν τῷ Αἴαντι τῷ Θεοδέκτου Ὀδυσσεὺς λέγει πρὸς τὸν Αἴαντα διότι ἀνδρειότερος ὢν τοῦ Αἴαντος οὐ δοκεῖ.
例如,一个女人因为秘密收养了自己的儿子,因拥抱他而被认为与该青年有染,但当原因说明后,诽谤便消除了;又如在狄奥德克特斯的《埃阿斯》中,奥德修斯对埃阿斯说明为什么自己虽然比埃阿斯更勇敢,但看起来却并非如此。
§2.23.25ἄλλος ἀπὸ τοῦ αἰτίου, ἄν τε ὑπάρχῃ, ὅτι ἔστι, κἂν μὴ ὑπάρχῃ, ὅτι οὐκ ἔστιν· ἅμα γὰρ τὸ αἴτιον καὶ οὗ αἴτιον, καὶ ἄνευ αἰτίου οὐθὲν ἔστιν, οἷον Λεωδάμας ἀπολογούμενος ἔλεγε, κατηγορήσαντος Θρασυβούλου ὅτι ἦν στηλίτης γεγονὼς ἐν τῇ ἀκροπόλει, ἀλλʼ ἐκκέκοπται ἐπὶ τῶν τριάκοντα· οὐκ ἐνδέχεσθαι ἔφη· μᾶλλον γὰρ ἂν πιστεύειν αὑτῷ τοὺς τριάκοντα ἐγγεγραμμένης τῆς ἔχθρας πρὸς τὸν δῆμον.
另一个论式源于原因,即如果原因存在,结果就存在,如果原因不存在,结果就不存在;因为原因和其所产生的结果是并存的,没有原因就没有一切。 例如,莱奥达马斯在辩护时,针对色拉西布洛斯指控他曾在阿克罗波利斯立有耻辱碑但被三十人政权磨去一事,他说这是不可能的;因为如果他对民众的敌意一直刻在碑上,三十人政权反而会更加信任他。
§2.23.26ἄλλος, εἰ ἐνεδέχετο βέλτιον ἄλλως, ἢ ἐνδέχεται, ὧν ἢ συμβουλεύει ἢ πράττει ἢ πέπραχε σκοπεῖν· φανερὸν γὰρ ὅτι, εἰ οὕτως ἔχει, οὐ πέπραχεν· οὐδεὶς γὰρ ἑκὼν τὰ φαῦλα καὶ γιγνώσκων προαιρεῖται.
另一个论式是,考量在劝说、实施或已实施的事情中,是否可以用另一种更好的方式来做,或者可以做;因为显然,如果情况是这样,他就不会这样做;因为没有人会明知且自愿地选择坏事。
ἔστιν δὲ τοῦτο ψεῦδος· πολλάκις γὰρ ὕστερον γίγνεται δῆλον πῶς ἦν πρᾶξαι βέλτιον, πρότερον δὲ ἄδηλον.
但这其实是错误的;因为人们往往在事后才清楚如何做更好,而在事前是不清楚的。
§2.23.27ἄλλος, ὅταν τι ἐναντίον μέλλῃ πράττεσθαι τοῖς πεπραγμένοις, ἅμα σκοπεῖν, οἷον Ξενοφάνης Ἐλεάταις ἐρωτῶσιν εἰ θύωσι τῇ Λευκοθέᾳ καὶ θρηνῶσιν ἢ μή, συνεβούλευεν, εἰ μὲν θεὸν ὑπολαμβάνουσιν, μὴ θρηνεῖν, εἰ δʼ ἄνθρωπον, μὴ θύειν.
另一个论式是,当要采取与已做之事相反的行为时,同时进行考察;例如色诺芬尼对问及是否应该向勒乌科忒亚献祭并哀悼她的埃利亚人建议,如果他们认为她是神,就不该哀悼她,如果认为她是人,就不该献祭。
§2.23.28ἄλλος τόπος τὸ ἐκ τῶν ἁμαρτηθέντων κατηγορεῖν ἢ ἀπολογεῖσθαι, οἷον ἐν τῇ Καρκίνου Μηδείᾳ οἱ μὲν κατηγοροῦσιν ὅτι τοὺς παῖδας ἀπέκτεινεν, οὐ φαίνεσθαι γοῦν αὐτούς (ἥμαρτε γὰρ ἡ Μήδεια περὶ τὴν ἀποστολὴν τῶν παίδων), ἡ δʼ ἀπολογεῖται ὅτι οὐ τοὺς παῖδας ἀλλὰ τὸν Ἰάσονα ἂν ἀπέκτεινεν· τοῦτο γὰρ ἥμαρτεν ἂν μὴ ποιήσασα, εἴπερ καὶ θάτερον ἐποίησεν.
另一个论点是根据所犯的错误进行指控或辩护,例如在卡尔基诺斯的《美狄亚》中,人们指控她杀死了孩子,因为至少看不到他们(因为美狄亚在送走孩子的事情上犯了错),而她辩护说,她应该杀死伊阿宋而不是孩子们;因为如果她真的做了另一件事,那么不做这件事就是个错误。
ἔστι δʼ ὁ τόπος οὗτος τοῦ ἐνθυμήματος καὶ τὸ εἶδος ὅλη ἡ πρότερον Θεοδώρου τέχνη.
这一修辞推论的论点和类型构成了以前狄奥多罗斯的整个“技艺”。
§2.23.29ἄλλος ἀπὸ τοῦ ὀνόματος, οἷον ὡς ὁ Σοφοκλῆς
"
σαφῶς σιδήρῳ καὶ φοροῦσα τοὔνομα,
"
καὶ ὡς ἐν τοῖς τῶν θεῶν ἐπαίνοις εἰώθασι λέγειν, καὶ ὡς Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει, καὶ Ἡρόδικος Θρασύμαχον
ἀεὶ θρασύμαχος εἶ
, καὶ Πῶλον
ἀεὶ σὺ πῶλος εἶ
, καὶ Δράκοντα τὸν νομοθέτην, ὅτι οὐκ ἀνθρώπου οἱ νόμοι ἀλλὰ δράκοντος (χαλεποὶ γάρ)· καὶ ὡς ἡ Εὐριπίδου Ἑκάβη εἰς τὴν Ἀφροδίτην
"
καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς,
"
καὶ ὡς Χαιρήμων
"
Πενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος. "
另一个论式源于名字,例如索福克勒斯说: “显然是铁,且承受其名” 以及人们在赞美神明时常说的话,又如科农称色拉西布洛斯名实相副,赫罗迪科斯对色拉西马科斯说“你总是名实相副”,对波洛斯说“你总是名实相副”,以及关于立法者德拉孔,说他的法律不是人类的,而是龙(蛇)的(因为它们很严酷);又如欧里庇得斯的《赫卡贝》中对阿佛洛狄忒说: “你的名字正确地开启了女神的愚蠢” 以及海雷蒙说: “彭透斯,因即将到来的悲伤而得名。
§2.23.30εὐδοκιμεῖ δὲ μᾶλλον τῶν ἐνθυμημάτων τὰ ἐλεγκτικὰ τῶν ἀποδεικτικῶν διὰ τὸ συναγωγὴν μὲν ἐναντίων εἶναι ἐν μικρῷ τὸ ἐλεγκτικὸν ἐνθύμημα, παρʼ ἄλληλα δὲ φανερὰ εἶναι τῷ ἀκροατῇ μᾶλλον.
” 在修辞推论中,论驳性的比证明性的更受欢迎,因为论驳性的修辞推论是在极小的篇幅内将相反的事物结合起来,而并列的事物对听众来说更加显而易见。
πάντων δὲ καὶ τῶν ἐλεγκτικῶν καὶ τῶν δεικτικῶν συλλογισμῶν θορυβεῖται μάλιστα τὰ τοιαῦτα ὅσα ἀρχόμενα προορῶσι μὴ ἐπιπολῆς εἶναι (ἅμα γὰρ καὶ αὐτοὶ ἐφʼ αὑτοῖς χαίρουσι προαισθανόμενοι), καὶ ὅσων τοσοῦτον ὑστερίζουσιν ὥσθʼ ἅμα εἰρημένων γνωρίζειν.
在所有(包括论驳性和证明性)推论中,最受欢迎的是那些在开始时听众就能预见到其并非浅薄的推论(因为听众会因为自己预先察觉而感到高兴),以及那些落后程度极小、以至于在说出的同时就能被理解的推论。