§2.23.17ἄλλος ἐκ τοῦ ἀνάλογον ταῦτα συμβαίνειν, οἷον ὁ Ἰφικράτης, τὸν υἱὸν αὐτοῦ, νεώτερον ὄντα τῆς ἡλικίας, ὅτι μέγας ἦν λειτουργεῖν ἀναγκαζόντων, εἶπεν ὅτι εἰ τοὺς μεγάλους τῶν παίδων ἄνδρας νομίζουσι, τοὺς μικροὺς τῶν ἀνδρῶν παῖδας εἶναι ψηφιοῦνται, καὶ Θεοδέκτης ἐν τῷ Νόμῳ, ὅτι
πολίτας μὲν ποιεῖσθε τοὺς μισθοφόρους, οἷον Στράβακα καὶ Χαρίδημον, διὰ τὴν ἐπιείκειαν· φυγάδας δʼ οὐ ποιήσεσθε τοὺς ἐν τοῖς μισθοφόροις ἀνήκεστα διαπεπραγμένους;
另一个论式源于这些事情按比例发生(类比),例如伊菲克拉特斯,当他的儿子虽然未达法定年龄但因身材高大而被人们强迫履行公共义务时,他说,如果他们把高大的孩子当成成年人,那么他们就会投票判定矮小的成年人是孩子。 又如狄奥德克特斯在《法律》中说:“你们因其端正的品行而将斯特拉巴克斯和哈里德莫斯等雇佣兵纳为公民;难道你们不打算将那些在雇佣兵中犯下滔天罪行的人判为流放者吗?
§2.23.18ἄλλος ἐκ τοῦ τὸ συμβαῖνον ἐὰν ᾖ ταὐτόν, ὅτι καὶ ἐξ ὧν συμβαίνει ταὐτά· οἷον Ξενοφάνης ἔλεγεν ὅτι ὁμοίως ἀσεβοῦσιν οἱ γενέσθαι φάσκοντες τοὺς θεοὺς τοῖς ἀποθανεῖν λέγουσιν· ἀμφοτέρως γὰρ συμβαίνει μὴ εἶναι τοὺς θεούς ποτε.
” 另一个论式源于如果后果相同,则产生该后果的起因也相同;正如色诺芬尼过去常说,那些宣称神明诞生的人与那些说神明会死的人同样是不敬的,因为在这两种情况下,其后果都在于某一时刻神明并不存在。
καὶ ὅλως δὲ τὸ συμβαῖνον ἐξ ἑκάστου λαμβάνειν ὡς τὸ αὐτὸ ἀεί· μέλλετε δὲ κρίνειν οὐ περὶ Ἰσοκράτους ἀλλὰ περὶ ἐπιτηδεύματος, εἰ χρὴ φιλοσοφεῖν
.
而且,通常将各事物的后果视为始终相同: “你们不仅是在对伊索克拉特斯进行审判,也是在对一种生活方式进行审判,即人们是否应该研究哲学。
καὶ ὅτι τὸ διδόναι γῆν καὶ ὕδωρ δουλεύειν ἐστίν, καὶ τὸ μετέχειν τῆς κοινῆς εἰρήνης ποιεῖν τὸ προσταττόμενον.
”以及,送出土和水意味着被奴役,而参与共同和平则意味着执行被命令的事。
ληπτέον δʼ ὁπότερον ἂν ᾖ χρήσιμον.
无论这两者中的哪一个,应当取其有用者。
§2.23.19ἄλλος ἐκ τοῦ μὴ ταὐτὸ ἀεὶ αἱρεῖσθαι ὕστερον καὶ πρότερον, ἀλλʼ ἀνάπαλιν, οἷον τόδε τὸ ἐνθύμημα,
ἦ φεύγοντες μὲν ἐμαχόμεθα ὅπως κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα ὅπως μὴ μαχώμεθα;
另一个论式源于人们在前后选择上并不总是相同,而是恰恰相反,例如下面这个修辞推论(恩梯墨玛):“如果我们作为流亡者时为了归国而战斗,那么现在已经归国了,我们却要为了不战斗而选择流亡吗?
ὁτὲ μὲν γὰρ τὸ μένειν ἀντὶ τοῦ μάχεσθαι ᾑροῦντο, ὁτὲ δὲ τὸ μὴ μάχεσθαι ἀντὶ τοῦ μὴ μένειν.
”因为在某一时刻,他们选择留下而不是战斗,在另一时刻,他们选择不战斗而不是不留下。
§2.23.20ἄλλος τὸ οὗ ἕνεκʼ ἂν εἴη ἢ γένοιτο, τούτου ἕνεκα φάναι εἶναι ἢ γεγενῆσθαι, οἷον εἰ δοίη τίς τινι ἵνʼ ἀφελόμενος λυπήσῃ, ὅθεν καὶ τοῦτʼ εἴρηται,
"
πολλοῖς ὁ δαίμων οὐ κατʼ εὔνοιαν φέρων
μεγάλα δίδωσιν εὐτυχήματʼ, ἀλλʼ ἵνα
τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας.
另一个论式是,声称某事物的存在或产生是为了那件如果它存在或产生就会成为其目的的事情;例如,如果有人把某物赠与他人,目的只是为了通过将其夺走来造成痛苦。 因此也有以下说法: “神明对许多人并非出于好意而赋予极大的幸运,而是为了让他们遭受更加显眼的不幸。
"
καὶ τὸ ἐκ τοῦ Μελεάγρου τοῦ Ἀντιφῶντος,
"
οὐχ ὡς κτάνωσι θῆρʼ, ὅπως δὲ μάρτυρες
ἀρετῆς γένωνται Μελεάγρῳ πρὸς Ἑλλάδα.
” 以及安提丰在《梅列阿格》中的诗句: “并非为了让他们杀死野兽,而是为了让他们成为向全希腊见证梅列阿格之美德的见证人。
"
καὶ τὸ ἐκ τοῦ Αἴαντος τοῦ Θεοδέκτου, ὅτι ὁ Διομήδης προείλετο Ὀδυσσέα οὐ τιμῶν, ἀλλʼ ἵνα ἥττων ᾖ ὁ ἀκολουθῶν· ἐνδέχεται γὰρ τούτου ἕνεκα ποιῆσαι.
” 又如狄奥德克特斯在《埃阿斯》中的台词,即狄奥米德斯选择奥德修斯并非由于敬重他,而是为了让他的随从显得逊色;因为出于这一目的而做某事是可能的。
§2.23.21ἄλλος, κοινὸς καὶ τοῖς ἀμφισβητοῦσιν καὶ τοῖς συμβουλεύουσι, σκοπεῖν τὰ προτρέποντα καὶ ἀποτρέποντα, καὶ ὧν ἕνεκα καὶ πράττουσι καὶ φεύγουσιν· ταῦτα γάρ ἐστιν ἃ ἐὰν μὲν ὑπάρχῃ δεῖ πράττειν, ἐὰν δὲ μὴ ὑπάρχῃ, μὴ πράττειν, οἷον, εἰ δυνατὸν καὶ ῥᾴδιον καὶ ὠφέλιμον ἢ αὐτῷ ἢ φίλοις ἢ βλαβερὸν ἐχθροῖς, κἂν ᾖ ἐπιζήμιον, εἰ ἐλάττων ἡ ζημία τοῦ πράγματος, καὶ προτρέπονται ἐκ τούτων καὶ ἀποτρέπονται ἐκ τῶν ἐναντίων.
另一个论式对诉讼双方和劝说者都是相通的,即考虑促成和劝阻的因素,以及人们因何原因而行动和避免行动;因为这些是如果存在就必须做,而如果不存在就不能做的事情;例如,是否可能、容易、且对自己或朋友有利,或对敌人有害,或者即使是有害的,如果损失小于行动本身。 他们根据这些进行劝导,并根据其相反面进行劝阻。
ἐκ δὲ τῶν αὐτῶν τούτων καὶ κατηγοροῦσι καὶ ἀπολογοῦνται· ἐκ μὲν τῶν ἀποτρεπόντων ἀπολογοῦνται, ἐκ δὲ τῶν προτρεπόντων κατηγοροῦσιν.
此外,根据同样这些因素,人们进行指控和辩护;他们根据劝阻因素进行辩护,而根据促成因素进行指控。
ἔστι δʼ ὁ τόπος οὗτος ὅλη τέχνη ἥ τε Παμφίλου καὶ ἡ Καλλίππου.
这一论点构成了潘菲洛斯和卡利波斯的整个“技艺”。
§2.23.22ἄλλος ἐκ τῶν δοκούντων μὲν γίγνεσθαι ἀπίστων δέ, ὅτι οὐκ ἂν ἔδοξαν, εἰ μὴ ἦν ἢ ἐγγὺς ἦν.
另一个论式源于那些被认为发生但令人难以置信的事情,因为如果不是真实或接近真实,人们是不会相信它们的。
καὶ ὅτι μᾶλλον· ἢ γὰρ τὰ ὄντα ἢ τὰ εἰκότα ὑπολαμβάνουσιν·
而且更是如此,因为人们所接受的要么是事实,要么是常理。
εἰ οὖν ἄπιστον καὶ μὴ εἰκός, ἀληθὲς ἂν εἴη· οὐ γὰρ διά γε τὸ εἰκὸς καὶ πιθανὸν δοκεῖ οὕτως·
因此,如果一件事情令人难以置信且不合常理,那么它必定是真的,因为人们绝不是由于它的常理和说服力才如此相信的。
οἷον Ἀνδροκλῆς ἔλεγεν ὁ Πιτθεὺς κατηγορῶν τοῦ νόμου, ἐπεὶ ἐθορύβησαν αὐτῷ εἰπόντι,
δέονται οἱ νόμοι νόμου τοῦ διορθώσοντος, καὶ γὰρ οἱ ἰχθύες ἁλός, καίτοι οὐκ εἰκὸς οὐδὲ πιθανὸν ἐν ἅλμῃ τρεφομένους δεῖσθαι ἁλός, καὶ τὰ στέμφυλα ἐλαίου, καίτοι ἄπιστον, ἐξ ὧν ἔλαιον γίγνεται, ταῦτα δεῖσθαι ἐλαίου
.
例如,皮特斯的安德罗克莱斯在指控该法律时说,当时人们因他所说的话而起哄: “法律需要一条法律来进行修正,正如鱼需要盐一样,尽管在盐水中长大的东西需要盐,这既不合常理也缺乏说服力;而压榨后的橄榄残渣需要油,尽管从中产生油的东西需要油,这令人难以置信。 ”