Humanitext Reader

亚里士多德 · 修辞学 §2.23.12-2.23.16

源于权威判断与后果比较的论式

第 66 段,共 98 段 · 希腊语

内容简介

本章节通过具体实例讨论了修辞学中的五个论式:源于权威或多数人判断的论证(§12)、源于整体之部分的论证(§13)、根据伴随的善恶后果进行劝导或阻止的论证(§14)、源于对立事物之论证反转的“折变”法(§15),以及利用公开赞誉与内心私利之不一致的论证(§16)。

§2.23.12ἄλλος ἐκ κρίσεως περὶ τοῦ αὐτοῦ ἢ ὁμοίου ἢ ἐναντίου, μάλιστα μὲν εἰ πάντες καὶ ἀεί, εἰ δὲ μή, ἀλλʼ οἵ γε πλεῖστοι, ἢ σοφοὶ ἢ πάντες ἢ οἱ πλεῖστοι, ἢ ἀγαθοί, ἢ εἰ αὐτοὶ οἱ κρίνοντες, ἢ οὓς ἀποδέχονται οἱ κρίνοντες, ἢ οἷς μὴ οἷόν τε ἐναντίον κρίνειν, οἷον τοῖς κυρίοις, ἢ οἷς μὴ καλὸν ἐναντίον κρίνειν, οἷον θεοῖς ἢ πατρὶ ἢ διδασκάλοις, ὥσπερ ὃ εἰς Μιξιδημίδην εἶπεν Αὐτοκλῆς, ταῖς μὲν σεμναῖς θεαῖς καλῶς εἶχεν ἐν Ἀρείῳ πάγῳ δοῦναι τὰ δίκαια, Μιξιδημίδῃ δʼ οὔ.
另一个论式源于针对同一事物、相似事物或相反事物所作出的判断,尤其是当所有人在任何时候都如此判断时;如果不是这样,至少是大多数人,或是智者,或是所有人或大多数智者,或是善人;或者是裁判者自己,或是裁判者所认可的人,或是人们无法作出相反判断的人(例如权权者),或是人们作出相反判断会显得不体面的人(例如众神、父亲或老师)。 正如奥托克莱斯针对米克西德米德斯所说,庄严的女神们在阿雷奥帕戈斯接受审判是得当的,而米克西德米德斯则不然。
ἢ ὥσπερ Σαπφώ, ὅτι τὸ ἀποθνῄσκειν κακόν· οἱ θεοὶ γὰρ οὕτω κεκρίκασιν· ἀπέθνησκον γὰρ ἄν.
又如萨福所说,死亡是一件坏事,因为众神就是这样判断的,否则他们自己也就会死去了。
ἢ ὥσπερ Ἀρίστιππος πρὸς Πλάτωνα ἐπαγγελτικώτερόν τι εἰπόντα, ὡς ᾤετο· ἀλλὰ μὴν ὅ γʼ ἑταῖρος ἡμῶν , ἔφη, οὐθὲν τοιοῦτον , λέγων τὸν Σωκράτη, καὶ Ἡγησίπολις ἐν Δελφοῖς ἠρώτα τὸν θεόν, πρότερον κεχρημένος Ὀλυμπίασιν, εἰ αὐτῷ τὰ αὐτὰ δοκεῖ ἅπερ τῷ πατρί, ὡς αἰσχρὸν ὂν τἀναντία εἰπεῖν, καὶ περὶ τῆς Ἑλένης ὡς Ἰσοκράτης ἔγραψεν ὅτι σπουδαία, εἴπερ Θησεὺς ἔκρινεν, καὶ περὶ Ἀλεξάνδρου, ὅτι αἱ θεαὶ προέκριναν, καὶ περὶ Εὐαγόρου, ὅτι σπουδαῖος, ὥσπερ Ἰσοκράτης φησίν· Κόνων γοῦν δυστυχήσας, πάντας τοὺς ἄλλους παραλιπών, ὡς Εὐαγόραν ἦλθεν .
又如阿里斯蒂波斯对柏拉图所说,当时他认为柏拉图说话有些过于自负,便说:“然而,我们的同伴,”他指的是苏格拉底,“绝没有说过这样的话。 ”以及赫格西波利斯在德尔斐询问神明,在此之前他已在奥林匹亚请过示,问神明是否与他的父亲持有相同的看法,因为他认为说出相反的话是可耻的。 又如伊索克拉特斯关于海伦所写的,她是一个优秀的人,因为忒修斯曾这样判断;以及关于亚历山大(帕里斯),因为女神们首选了他;以及关于埃瓦戈拉斯,正如伊索克拉特斯所说,他是优秀的: “至少科农在遭遇不幸时,避开了所有其他人,而投奔了埃瓦戈拉斯。
§2.23.13ἄλλος ἐκ τῶν μερῶν, ὥσπερ ἐν τοῖς Τοπικοῖς ποία κίνησις ἡ ψυχή· ἥδε γὰρ ἢ ἥδε.
” 另一个论式源于部分,正如《论题篇》中探讨灵魂属于哪种运动,因为非此即彼。
παράδειγμα ἐκ τοῦ Σωκράτους τοῦ Θεοδέκτου· εἰς ποῖον ἱερὸν ἠσέβηκεν;
一个例子来自狄奥德克特斯的《苏格拉底》:“他对哪座神庙不敬了?
τίνας θεῶν οὐ τετίμηκεν ὧν ἡ πόλις νομίζει;
在城邦所信奉的众神中,他没有敬重哪一位?
§2.23.14ἄλλος, ἐπειδὴ ἐπὶ τῶν πλείστων συμβαίνει ὥστε ἕπεσθαί τι τῷ αὐτῷ ἀγαθὸν καὶ κακόν, ἐκ τοῦ ἀκολουθοῦντος προτρέπειν ἢ ἀποτρέπειν, καὶ κατηγορεῖν ἢ ἀπολογεῖσθαι, καὶ ἐπαινεῖν ἢ ψέγειν, οἷον τῇ παιδεύσει τὸ φθονεῖσθαι ἀκολουθεῖ κακὸν ὄν, τὸ δὲ σοφὸν εἶναι ἀγαθόν·
” 另一个论式是,既然在大多数情况下,同一件事会同时带来好的和坏的后果,那么就根据其伴随的后果来进行劝导或阻止、控告或辩护、赞扬或谴责。 例如,“受教育会伴随着被嫉妒,这是坏事,但也会伴随着变得智慧,这是好事。
οὐ τοίνυν δεῖ παιδεύεσθαι, φθονεῖσθαι γὰρ οὐ δεῖ· δεῖ μὲν οὖν παιδεύεσθαι, σοφὸν γὰρ εἶναι δεῖ .
因此,不应该受教育,因为不应该被嫉妒;然而,应当受教育,因为应当变得智慧。
ὁ τόπος οὗτός ἐστιν ἡ Καλλίππου τέχνη, προσλαβοῦσα τὸ δυνατὸν καὶ τἆλλα ὡς εἴρηται.
”这个论点就是卡利波斯的“技艺”,正如前面所说,其中还加入了可行性等其他要素。
§2.23.15ἄλλος, ὅταν περὶ δυοῖν καὶ ἀντικειμένοιν ἢ προτρέπειν ἢ ἀποτρέπειν δέῃ, τῷ πρότερον εἰρημένῳ τρόπῳ ἐπʼ ἀμφοῖν χρῆσθαι. διαφέρει δέ, ὅτι ἐκεῖ μὲν τὰ τυχόντα ἀντιτίθεται, ἐνταῦθα δὲ τἀναντία·
另一个论式是,当需要对两个相反的事物进行劝导或阻止时,要在两种情况下都采用前面提到的方法。 不同之处在于,在前一种情况下,对比的是任何偶然的后果,而在这里,对比的则是相反的事物。
οἷον ἱέρεια οὐκ εἴα τὸν υἱὸν δημηγορεῖν· ἐὰν μὲν γάρ , ἔφη, τὰ δίκαια λέγῃς, οἱ ἄνθρωποί σε μισήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ θεοί·
例如,一位女祭司不允许她的儿子进行公众演讲:“因为,”她说,“如果你说公道话,人们会恨你;如果你说不公道话,众神会恨你。
δεῖ μὲν οὖν δημηγορεῖν· ἐὰν μὲν γὰρ τὰ δίκαια λέγῃς, οἱ θεοί σε φιλήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ ἄνθρωποι .
相反,你应该演讲;因为如果你说公道话,众神会爱你;如果你说不公道话,人们会爱你。
τοῦτο δʼ ἐστὶ ταὐτὸ τῷ λεγομένῳ, τὸ ἕλος πρίασθαι καὶ τοὺς ἅλας·
”这与俗语所说的“买下沼地连同买下盐”是一样的。
καὶ ἡ βλαίσωσις τοῦτο ἐστίν, ὅταν δυοῖν ἐναντίοιν ἑκατέρῳ ἀγαθὸν καὶ κακὸν ἕπηται, ἐναντία ἑκάτερα ἑκατέροις.
这就是“折变(扭曲)”,即当两个相反的事物各自伴随着一好一坏的后果,且彼此恰好相反时。
§2.23.16ἄλλος, ἐπειδὴ οὐ ταὐτὰ φανερῶς ἐπαινοῦσι καὶ ἀφανῶς, ἀλλὰ φανερῶς μὲν τὰ δίκαια καὶ τὰ καλὰ ἐπαινοῦσι μάλιστα, ἰδίᾳ δὲ τὰ συμφέροντα μᾶλλον βούλονται, ἐκ τούτων πειρᾶσθαι συνάγειν θάτερον·
另一个论式是,由于人们在公开场合和私下里称赞的东西并不相同,在公开场合他们最称赞正义和高尚的事物,但在私下里他们更倾向于对自己有利的事物,因此可以尝试从这两者中推导出另一方。
τῶν γὰρ παραδόξων οὗτος ὁ τόπος κυριώτατός ἐστιν.
因为在引出悖论的论点时,这个论式是最为有效的。

词汇与语法注释

  1. §2.23.12δοῦναι τὰ δίκαια — 惯用语,意为“承担惩罚”或“接受审判/裁决”。这里指复仇女神们(庄严的女神)在阿雷奥帕戈斯法庭接受审判并顺从法律裁决的神话先例,以此论证米克西德米德斯同样无法逃避审判。
  2. §2.23.12ἀπέθνησκον γὰρ ἄν — 这是一个虚拟条件句,其结果主句由直陈式未完成过去时加 ἄν 构成。必须补足省略的条件从句“如果死是一件好事的话”(εἰ τὸ ἀποθνῄσκειν ἀγαθὸν ἦν)。通过“众神是不死的”这一前提,导出了萨福关于“死亡是坏事”的结论。
  3. §2.23.15βλαίσωσις — 原本是一个医学/身体学术语,意为“足外翻、弯曲、扭曲”。在此处被比喻性地用于修辞学中,指代“论证的反转(retortion)”,即在两个相反的选择各自动带相反的好坏后果时(即两难处境)进行的论点逆转。

引用这一段

亚里士多德, 修辞学 §2.23.12-2.23.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.23.12-2.23.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。