Humanitext Reader

亚里士多德 · 修辞学 §2.20.1-2.20.9

例证的分类及其在论辩中的运用

第 59 段,共 98 段 · 希腊语

内容简介

作者开始讨论共同的说服手段(例证与修辞三段论)。他将例证分为历史事实和虚构(比喻和寓言),并引用斯特西科鲁斯和伊索的著名寓言作为说明,最后阐述了在有无修辞三段论的情况下如何有效使用例证。

§2.20.1λοιπὸν δὲ περὶ τῶν κοινῶν πίστεων ἅπασιν εἰπεῖν, ἐπείπερ εἴρηται περὶ τῶν ἰδίων.
既然已经讨论了特有的说服手段,剩下的就是讨论对所有人共同的说服手段了。
εἰσὶ δʼ αἱ κοιναὶ πίστεις δύο τῷ γένει, παράδειγμα καὶ ἐνθύμημα· ἡ γὰρ γνώμη μέρος ἐνθυμήματός ἐστιν.
共同的说服手段在属上有两种:例证和修辞三段论;因为格言是修辞三段论的一部分。
§2.20.2πρῶτον μὲν οὖν περὶ παραδείγματος λέγωμεν· ὅμοιον γὰρ ἐπαγωγῇ τὸ παράδειγμα, ἡ δʼ ἐπαγωγὴ ἀρχή.
因此,首先让我们来谈谈例证;因为例证类似于归纳,而归纳是一个起点。
παραδειγμάτων δὲ εἴδη δύο· ἓν μὲν γάρ ἐστιν παραδείγματος εἶδος τὸ λέγειν πράγματα προγενομένα, ἓν δὲ τὸ αὐτὸν ποιεῖν.
例证有两种类型:一种类型是讲述以前发生过的事实,另一种是自己虚拟出来的。
τούτου δὲ ἓν μὲν παραβολὴ ἓν δὲ λόγοι, §2.20.3οἷον οἱ Αἰσώπειοι καὶ Λιβυκοί.
在后者中,一种是比喻,另一种是寓言,比如伊索寓言和利比亚寓言。
ἔστιν δὲ τὸ μὲν πράγματα λέγειν τοιόνδε τι, ὥσπερ εἴ τις λέγοι ὅτι δεῖ πρὸς βασιλέα παρασκευάζεσθαι καὶ μὴ ἐᾶν Αἴγυπτον χειρώσασθαι· καὶ γὰρ πρότερον Δαρεῖος οὐ πρότερον διέβη πρὶν Αἴγυπτον ἔλαβεν, λαβὼν δὲ διέβη, καὶ πάλιν Ξέρξης οὐ πρότερον ἐπεχείρησεν πρὶν ἔλαβεν, λαβὼν δὲ διέβη, ὥστε καὶ οὗτος ἐὰν λάβῃ, διαβήσεται, διὸ οὐκ ἐπιτρεπτέον.
讲述事实是这样的:例如,如果有人说有必要对国王作好准备,而不能允许他制服埃及;因为以前大流士在夺取埃及之前并没有渡海,但夺取之后他就渡海了;后来薛西斯在夺取埃及之前也没有动手,但夺取之后他就渡海了;因此,如果这个国王夺取了埃及,他也一定会渡海过来,所以绝不能允许他。
§2.20.4παραβολὴ δὲ τὰ Σωκρατικά, οἷον εἴ τις λέγοι ὅτι οὐ δεῖ κληρωτοὺς ἄρχειν· ὅμοιον γὰρ ὥσπερ ἂν εἴ τις τοὺς ἀθλητὰς κληροίη μὴ οἳ δύνανται ἀγωνίζεσθαι ἀλλʼ οἳ ἂν λάχωσιν, ἢ τῶν πλωτήρων ὅντινα δεῖ κυβερνᾶν κληρώσειεν, ὡς δέον τὸν λαχόντα ἀλλὰ μὴ τὸν ἐπιστάμενον.
比喻则是苏格拉底式的论点,例如,如果有人说不应该由抽签决定的人来执政;因为这就像是有人用抽签来决定运动员,选出的不是有能力参赛的人,而是抽中签的人;或者是通过抽签决定水手们中应该由谁来导航,就好像应该由抽中签的人而不是由懂得导航的人来做一样。
§2.20.5λόγος δέ, οἷος ὁ Στησιχόρου περὶ Φαλάριδος καὶ ὁ Αἰσώπου ὑπὲρ τοῦ δημαγωγοῦ.
寓言则是像斯特西科鲁斯关于法拉里斯的寓言,以及伊索为煽动家辩护的寓言。
Στησίχορος μὲν γὰρ ἑλομένων στρατηγὸν αὐτοκράτορα τῶν Ἱμεραίων Φάλαριν καὶ μελλόντων φυλακὴν διδόναι τοῦ σώματος, τἆλλα διαλεχθεὶς εἶπεν αὐτοῖς λόγον ὡς ἵππος κατεῖχε λειμῶνα μόνος, ἐλθόντος δʼ ἐλάφου καὶ διαφθείροντος τὴν νομὴν βουλόμενος τιμωρήσασθαι τὸν ἔλαφον ἠρώτα τινὰ ἄνθρωπον εἰ δύναιτʼ ἂν μετʼ αὐτοῦ τιμωρήσασθαι τὸν ἔλαφον, ὁ δʼ ἔφησεν, ἐὰν λάβῃ χαλινὸν καὶ αὐτὸς ἀναβῇ ἐπʼ αὐτὸν ἔχων ἀκόντια· συνομολογήσας δὲ καὶ ἀναβάντος ἀντὶ τοῦ τιμωρήσασθαι αὐτὸς ἐδούλευσε τῷ ἀνθρώπῳ.
因为当希梅拉人选举法拉里斯为全权将军,并准备给他提供人身护卫时,斯特西科鲁斯在谈论了其他事情之后,对他们说了一个寓言:一匹马独自占有一片草地,但当一只鹿走过来并破坏了牧草时,马想要惩罚这只鹿,于是问一个人,他是否能和自己一起惩罚这只鹿;那人说可以,只要马接受缰绳,且那人自己拿着标枪骑到马背上;马同意了,那人骑了上去,结果马不仅没有得到报复,反而自己成为了那人的奴隶。
οὕτω δὲ καὶ ὑμεῖς , ἔφη, ὁρᾶτε μὴ βουλόμενοι τοὺς πολεμίους τιμωρήσασθαι τὸ αὐτὸ πάθητε τῷ ἵππῳ· τὸν μὲν γὰρ χαλινὸν ἔχετε ἤδη, ἑλόμενοι στρατηγὸν αὐτοκράτορα· ἑὰν δὲ φυλακὴν δῶτε καὶ ἀναβῆναι ἐάσητε, δουλεύσετε ἤδη Φαλάριδι .
“所以你们也是一样,”他说,“要当心,免得因为想要惩罚敌人,而落得和那匹马一样的下场;因为通过选举一个全权将军,你们已经戴上了缰绳;但如果你们给他提供护卫并允许他骑上来,你们就将成为法拉里斯的奴隶了。
§2.20.6Αἴσωπος δὲ ἐν Σάμῳ δημηγορῶν κρινομένου δημαγωγοῦ περὶ θανάτου ἔφη ἀλώπεκα διαβαίνουσαν ποταμὸν ἀπωσθῆναι εἰς φάραγγα, οὐ δυναμένην δὲ ἐκβῆναι πολὺν χρόνον κακοπαθεῖν καὶ κυνοραιστὰς πολλοὺς ἔχεσθαι αὐτῆς, ἐχῖνον δὲ πλανώμενον, ὡς εἶδεν αὐτήν, κατοικτείραντα ἐρωτᾶν εἰ ἀφέλοι αὐτῆς τοὺς κυνοραιστάς, τὴν δὲ οὐκ ἐᾶν· ἐρομένου δὲ διὰ τί, ὅτι οὗτοι μὲν φάναι ἤδη μου πλήρεις εἰσὶ καὶ ὀλίγον ἕλκουσιν αἷμα, ἐὰν δὲ τούτους ἀφέλητε, ἕτεροι ἐλθόντες πεινῶντες ἐκπιοῦνταί μου τὸ λοιπὸν αἷμα .
” 伊索在萨摩斯进行公民大会演说时,在一位煽动家正面临死刑审判时,他说道:一只狐狸在渡河时被冲进了一个深谷,无法脱身,痛苦挣扎了许久,并且有许多吸血蜱寄生在它身上;一只路过的刺猬看见了它,心生怜悯,问是否要帮它把这些蜱除掉,但狐狸不肯;刺猬问为什么,狐狸说:“因为这些已经吸饱了我的血,不再吸多少了;但如果你们把这些除掉,别的饥饿的蜱就会过来,把我剩下的血都吸干。
ἀτὰρ καὶ ὑμᾶς, ἄνδρες Σάμιοι, οὗτος μὲν οὐδὲν ἔτι βλάψει (πλούσιος γάρ ἐστιν), ἐὰν δὲ τοῦτον ἀποκτείνητε, ἕτεροι ἥξουσι πένητες, οἳ ὑμᾶς ἀναλώσουσι τὰ λοιπὰ κλέπτοντες.
” “因此,萨摩斯的公民们,这个人将不再会伤害你们(因为他很富有),但如果你们杀了他,另一些贫穷的人就会过来,他们会通过偷窃来耗尽你们剩余的财产。
§2.20.7εἰσὶ δʼ οἱ λόγοι δημηγορικοί, καὶ ἔχουσιν ἀγαθὸν τοῦτο, ὅτι πράγματα μὲν εὑρεῖν ὅμοια γεγενημένα χαλεπόν, λόγους δὲ ῥᾷον· ποιῆσαι γὰρ δεῖ ὥσπερ καὶ παραβολάς, ἄν τις δύνηται τὸ ὅμοιον ὁρᾶν, ὅπερ ῥᾷόν ἐστιν ἐκ φιλοσοφίας.
” 寓言适用于公民大会演说,并且它们有这样一个好处:发现以往发生的相似事实是困难的,而创造寓言则比较容易;因为就像创造比喻一样去创造它们就行,只要人能够看出相似性,而通过哲学更容易做到这一点。
§2.20.8ῥᾴω μὲν οὖν πορίσασθαι τὰ διὰ τῶν λόγων, χρησιμώτερα δὲ πρὸς τὸ βουλεύσασθαι τὰ διὰ τῶν πραγμάτων· ὅμοια γὰρ ὡς ἐπὶ τὸ πολὺ τὰ μέλλοντα τοῖς γεγονόσιν.
因此,通过寓言来提供例证较为容易,但对于审议而言,通过事实来提供例证则更有用;因为将要发生的事情在大多数情况下与已经发生的事情相似。
§2.20.9δεῖ δὲ χρῆσθαι τοῖς παραδείγμασι οὐκ ἔχοντα μὲν ἐνθυμήματα ὡς ἀποδείξεσιν (ἡ γὰρ πίστις διὰ τούτων), ἔχοντα δὲ ὡς μαρτυρίοις, ἐπιλόγῳ χρώμενον τοῖς ἐνθυμήμασιν· προτιθέμενα μὲν γὰρ ἔοικεν ἐπαγωγῇ, τοῖς δὲ ῥητορικοῖς οὐκ οἰκεῖον ἐπαγωγὴ πλὴν ἐν ὀλίγοις, ἐπιλεγόμενα δὲ μαρτυρίοις, ὁ δὲ μάρτυς πανταχοῦ πιθανός· διὸ καὶ προτιθέντι μὲν ἀνάγκη πολλὰ λέγειν, ἐπιλέγοντι δὲ καὶ ἓν ἱκανόν· μάρτυς γὰρ χρηστὸς καὶ εἷς χρήσιμος.
在使用例证时,如果在没有修辞三段论的情况下,应将例证作为证明来使用(因为说服力是通过它们产生的);而在有修辞三段论的情况下,则应将例证作为证词来使用,把它们作为修辞三段论的结语;因为当前置时,它们类似于归纳,而归纳对于修辞演说而言除了少数情况外并不合适;但当后置时,它们类似于证词,而证人在任何地方都是有说服力的;因此,当前置时,有必要讲述许多例证,但当后置时,即使一个也就足够了;因为一个好的证人,哪怕只有一个,也是有用的。
πόσα μὲν οὖν εἴδη παραδειγμάτων, καὶ πῶς αὐτοῖς καὶ πότε χρηστέον, εἴρηται.
因此,关于例证有多少种类型,以及应当如何以及何时使用它们,已经讨论过了。

词汇与语法注释

  1. §2.20.1λοιπὸν δὲ ... εἰπεῖν — 无人称形容词 λοιπόν(剩下)与不定式 εἰπεῖν(说)连用,表示“接下来剩下要讨论的是……”,起到了过渡到新主题的作用。
  2. §2.20.2τούτου δὲ — 指示代词 τούτου 是中性单数属格,指代前文的 τὸ αὐτὸν ποιεῖν(自己虚构出来的例子)。它引入了虚构例证的子类别:比喻(παραβολή)与寓言(λόγοι)。
  3. §2.20.4ὡς δέον — 无人称动词 δεῖ(必须)的中性单数宾格分词 δέον 与接续词 ὡς 连用,构成宾格绝对结构(accusative absolute),表示主观的理由或假设(“就好像应该……似的”)。
  4. §2.20.5ἑλομένων ... τῶν Ἱμεραίων — 这是一个属格绝对结构(genitive absolute),其中 τῶν Ἱμεραίων 是分词 ἑλομένων 和 μελλόντων 的逻辑主语。Φάλαριν 是 ἑλομένων 的直接宾语,而 στρατηγὸν αὐτοκράτορα 作为其宾语补足语(双重宾格)。
  5. §2.20.9οὐκ ἔχοντα ... ἔχοντα δὲ — 分词 ἔχοντα(阳性复数宾格)与无人称动词 δεῖ 所要求的动词不定式的隐含逻辑主语一致。这两个分词在句中起条件状语的作用,分别表示“当[演讲者]没有修辞三段论时”和“当有修辞三段论时”。

引用这一段

亚里士多德, 修辞学 §2.20.1-2.20.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.20.1-2.20.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。