§2.21.1περὶ δὲ γνωμολογίας, ῥηθέντος τί ἐστιν γνώμη μάλιστʼ ἂν γένοιτο φανερὸν περὶ ποίων τε καὶ πότε καὶ τίσιν ἁρμόττει χρῆσθαι τῷ γνωμολογεῖν ἐν τοῖς λόγοις.
关于格言的使用,在说明了什么是格言之后,关于格言适用于哪些事物、在何时以及对哪些人在演讲中使用,就最能变得清楚了。
§2.21.2ἔστι δὴ γνώμη ἀπόφανσις, οὐ μέντοι οὔτε περὶ τῶν καθʼ ἕκαστον, οἷον ποῖός τις Ἰφικράτης, ἀλλὰ καθόλου, οὔτε περὶ πάντων, οἷον ὅτι τὸ εὐθὺ τῷ καμπύλῳ ἐναντίον, ἀλλὰ περὶ ὅσων αἱ πράξεις εἰσί, καὶ ἃ αἱρετὰ ἢ φευκτά ἐστι πρὸς τὸ πράττειν, ὥστʼ ἐπεὶ τὸ ἐνθύμημα ὁ περὶ τοιούτων συλλογισμός ἐστιν, σχεδὸν τὰ συμπεράσματα τῶν ἐνθυμημάτων καὶ αἱ ἀρχαὶ ἀφαιρεθέντος τοῦ συλλογισμοῦ γνῶμαί εἰσιν, οἷον
"
χρὴ δʼ οὔ ποθʼ ὅστις ἀρτίφρων πέφυκʼ ἀνήρ
παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς.
实际上,格言是一种宣示,但它既不针对个别事物(例如:伊菲克拉特斯是个怎样的人),而是针对普遍事物;它也不针对所有的普遍事物(例如:直线与曲线相反),而是针对那些行动所涉及的事物,以及在行动中应当选择或规避的事物。 因此,既然修辞推论是关于这类事物的推理,那么如果去掉推理的过程,修辞推论的结论和前提几乎就是格言。 例如: “天生心智健全的男子,绝不应当让自己的孩子被教育得过分聪明。
"
τοῦτο μὲν οὖν γνώμη· προστεθείσης δὲ τῆς αἰτίας καὶ τοῦ διὰ τί ἐνθύμημά ἐστιν τὸ ἅπαν, οἷον
"
χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας,
φθόνον παρʼ ἀστῶν ἀλφάνουσι δυσμενῆ,
"
καὶ τὸ
"
οὐκ ἔστιν ὅστις πάντʼ ἀνὴρ εὐδαιμονεῖ,
"
καὶ τὸ
"
οὐκ ἔστιν ἀνδρῶν ὅστις ἔστʼ ἐλεύθερος
"
γνώμη, πρὸς δὲ τῷ ἐχομένῳ ἐνθύμημα,
"
ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης. "
” 这本身是一句格言;但是,如果加上原因和为什么,整体就成了修辞推论。 例如: “因为除了他们所拥有的其他闲散之外,他们还会招致公民们怀有敌意的嫉妒。 ” 还有这句: “没有一个人在所有事情上都是幸福的,” 以及这句: “在人类之中,没有一个是自由的” 都是格言,但如果与接下来的话相连,它就是修辞推论: “因为他不是金钱的奴隶,就是命运的奴隶。
§2.21.3εἰ δή ἐστιν γνώμη τὸ εἰρημένον, ἀνάγκη τέτταρα εἴδη εἶναι γνώμης· ἢ γὰρ μετʼ ἐπιλόγου ἔσται ἢ ἄνευ ἐπιλόγου.
” 如果格言确实如上所述,那么格言必然有四种类型:因为它们要么带有附加理由,要么不带附加理由。
§2.21.4ἀποδείξεως μὲν οὖν δεόμεναί εἰσιν ὅσαι παράδοξόν τι λέγουσιν ἢ ἀμφισβητούμενον· ὅσαι δὲ μηδὲν παράδοξον, ἄνευ ἐπιλόγου.
需要证明的是那些表达了某种反常理之论或有争议之事的格言;而不表达任何反常理之论的,则不带附加理由。
§2.21.5τούτων δʼ ἀνάγκη τὰς μὲν διὰ τὸ προεγνῶσθαι μηδὲν δεῖσθαι ἐπιλόγου, οἷον
"
ἀνδρὶ δʼ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γʼ ἐμὶν δοκεῖ
"
(φαίνεται μὲν γὰρ τοῖς πολλοῖς οὕτω), τὰς δʼ ἅμα λεγομένας δήλας εἶναι ἐπιβλέψασιν, οἷον
"
οὐδεὶς ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. "
在这些不带附加理由的格言中,有些必然因为已被人们熟知而不需要附加理由,例如: “对男子而言,健康是最好的,至少在我看来是这样” (因为在大多数人看来确实如此);而另一些,则在说出的同时,对于仔细观察的人来说也是显而易见的,例如: “没有一个情人不是永远在爱的。
§2.21.6τῶν δὲ μετʼ ἐπιλόγου αἱ μὲν ἐνθυμήματος μέρος εἰσίν, ὥσπερ
"
χρὴ δʼ οὔ ποθʼ ὅστις ἀρτίφρων,
"
αἱ δʼ ἐνθυμηματικαὶ μέν, οὐκ ἐνθυμήματος δὲ μέρος· αἵπερ καὶ μάλιστʼ εὐδοκιμοῦσιν.
” 在带有附加理由的格言中,有些是修辞推论的一部分,正如: “天生心智健全的人绝不应当……” 而另一些则具有修辞推论的特征,但不是修辞推论的一部分;这些格言最受欢迎。
εἰσὶν δʼ αὗται ἐν ὅσαις ἐμφαίνεται τοῦ λεγομένου τὸ αἴτιον, οἷον ἐν τῷ
"
ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν·
在这些格言中,所说之话的原因在其中显露出来,例如: “既是凡人,就不要怀着不灭的怨恨。
"
τὸ μὲν γὰρ φάναι
μὴ δεῖν φυλάττειν
γνώμη, τὸ δὲ προσκείμενον
θνητὸν ὄντα
τὸ διὰ τί.
” 因为说 “不应当怀有怨恨”是格言,而补充上去的“既是凡人”则是为什么。
ὁμοίως δὲ καὶ
"
θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν. "
同样地: “凡人应当思考凡人的事,而不是凡人去思考不灭的事。
§2.21.7φανερὸν οὖν ἐκ τῶν εἰρημένων πόσα τε εἴδη γνώμης, καὶ περὶ ποῖον ἕκαστον ἁρμόττει·
” 因此,从上面所说的话中可以明显看出格言有多少种类型,以及每种类型适用于什么样的事物。
περὶ μὲν γὰρ τῶν ἀμφισβητουμένων ἢ παραδόξων μὴ ἄνευ ἐπιλόγου, ἀλλʼ ἢ προθέντα τὸν ἐπίλογον γνώμῃ χρῆσθαι τῷ συμπεράσματι (οἷον εἴ τις εἴποι
ἐγὼ μὲν οὖν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ οὔτʼ ἀργὸν εἶναι, οὔ φημι χρῆναι παιδεύεσθαι
), ἢ τοῦτο προειπόντα ἐπειπεῖν τὰ ἔμπροσθεν·
因为对于有争议的或反常理的事物,不应当不带附加理由,而要么是将附加理由置于前,而将结论作为格言来使用(例如,如果有人说:“因此,我,既然既不应当被嫉妒,也不应当闲散,便主张不应当受教育”),要么是在先说了这句格言之后,再补充上先前(作为理由)的话。
περὶ δὲ τῶν μὴ παραδόξων ἀδήλων δὲ προστιθέντα τὸ διότι στρογγυλώτατα.
而对于那些虽然不反常理但并不显明的事物,则应该以最精练的方式加上原因。
§2.21.8ἁρμόττει δʼ ἐν τοῖς τοιούτοις καὶ τὰ Λακωνικὰ ἀποφθέγματα καὶ τὰ αἰνιγματώδη, οἷον εἴ τις λέγει ὅπερ Στησίχορος ἐν Λοκροῖς εἶπεν, ὅτι οὐ δεῖ ὑβριστὰς εἶναι, ὅπως μὴ οἱ τέττιγες χαμόθεν ᾄδωσιν.
在这类情况下,拉哥尼亚式的警句和谜语也是适用的,例如有人说了司代西科罗斯在洛克里人那里说过的话,即“不应当骄横跋扈,免得蝉在地面上鸣叫”。