§2.19.17πρῶτον μὲν γάρ, εἰ τὸ ἧττον γίγνεσθαι πεφυκὸς γέγονεν, γεγονὸς ἂν εἴη καὶ τὸ μᾶλλον.
因为第一,如果天生较不倾向于发生的事情已经发生了,那么较倾向于发生的事情也应该已经发生了。
καὶ εἰ τὸ ὕστερον εἰωθὸς γίγνεσθαι γέγονεν, καὶ τὸ πρότερον γέγονεν, οἷον εἰ ἐπιλέλησται, καὶ ἔμαθέ ποτε τοῦτο.
而且如果通常在后发生的事情已经发生了,那么在先的事情也已经发生了;例如,如果他遗忘了,那他以前一定学习过这。
§2.19.18καὶ εἰ ἐδύνατο καὶ ἐβούλετο, πέπραχε· πάντες γάρ, ὅταν δυνάμενοι βουληθῶσι, πράττουσιν· ἐμποδὼν γὰρ οὐδέν.
而且如果他有能力并且想要[去做],他就已经做了;因为所有人,当他们有能力并且想要时,都会去做;因为没有什么阻碍他们。
§2.19.19ἔτι εἰ ἐβούλετο καὶ μηδὲν τῶν ἔξω ἐκώλυεν, καὶ εἰ ἐδύνατο καὶ ὠργίζετο, καὶ εἰ ἐδύνατο καὶ ἐπεθύμει· ὡς γὰρ ἐπὶ τὸ πολὺ ὧν ὀρέγονται, ἂν δύνωνται, ποιοῦσιν, οἱ μὲν φαῦλοι διʼ ἀκρασίαν, οἱ δʼ ἐπιεικεῖς ὅτι τῶν ἐπιεικῶν ἐπιθυμοῦσιν.
此外,如果他想要并且外部没有阻碍,以及如果他有能力并且正在发怒,以及如果他有能力并且渴望[它];因为,在大多数情况下,如果能够做到,人们就会做他们所欲求的事,卑劣的人由于缺乏自制力,而体面的人则因为他们渴望体面的事。
§2.19.20καὶ εἰ ἔμελλε, καὶ ποιεῖν· εἰκὸς γὰρ τὸν μέλλοντα καὶ ποιῆσαι.
而且如果他打算[去做],他[很可能]也做了;因为打算做的人很可能也实际去做。
§2.19.21καὶ εἰ γέγονεν ὅσα ἢ πέφυκε πρὸ ἐκείνου ἢ ἕνεκα ἐκείνου, οἷον εἰ ἤστραψε, καὶ ἐβρόντησεν, καὶ εἰ ἐπείρασε, καὶ ἔπραξεν.
并且,如果那些天生在它之前发生或为了它而发生的事情都已经发生了,例如,如果闪电了,那么也就打雷了;如果尝试了,那么也就做了。
καὶ εἰ ὅσα ὕστερον πέφυκε γίγνεσθαι ἢ οὗ ἕνεκα γίγνεται γέγονε, καὶ τὸ πρότερον καὶ τὸ τούτου ἕνεκα γέγονεν, οἷον εἰ ἐβρόντησε, καὶ ἤστραψεν, καὶ εἰ ἔπραξεν, ἐπείρασεν.
而如果那些天生在后发生或它为了其而发生的事情已经发生了,那么在先的事情以及为了这个目的而发生的事情也都已经发生了;例如,如果打雷了,那么也就闪电了;如果做了,那么也就尝试了。
§2.19.22ἔστι δὲ τούτων ἁπάντων τὰ μὲν ἐξ ἀνάγκης τὰ δʼ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχοντα.
在所有这些事情中,有些是必然如此的,有些则是大多数情况下如此的。
περὶ δὲ τοῦ μὴ γεγονέναι φανερὸν ὅτι ἐκ τῶν ἐναντίων τοῖς εἰρημένοις.
至于未曾发生的事情,显然其论据是从上述情况的相反面得到的。
§2.19.23καὶ περὶ τοῦ ἐσομένου ἐκ τῶν αὐτῶν δῆλον· τό τε γὰρ ἐν δυνάμει καὶ ἐν βουλήσει ὂν ἔσται, καὶ τὰ ἐν ἐπιθυμίᾳ καὶ ὀργῇ καὶ λογισμῷ μετὰ δυνάμεως ὄντα, ταῦτα καὶ ἐν ὁρμῇ τοῦ ποιεῖν ἢ μελλήσει ἔσται·
至于将要发生的事情,显然也可以从同样的论据中得出;因为在潜能和意愿中的事物将会发生,而在欲望、愤怒和理智中并伴随着潜能的事物也将会发生;这些事物处于去做的冲动或打算中。
ὡς γὰρ ἐπὶ τὸ πολὺ γίγνεται μᾶλλον τὰ μέλλοντα ἢ τὰ μὴ μέλλοντα.
因为,在大多数情况下,将要发生的事情比不打算发生的事情更倾向于发生。
§2.19.24καὶ εἰ προγέγονε ὅσα πρότερον πέφυκε γίγνεσθαι, οἷον εἰ συννεφεῖ, εἰκὸς ὗσαι.
并且,如果那些天生先发生的事情已经预先发生了,例如,如果天空多云,就很可能会下雨。
§2.19.25καὶ εἰ τὸ ἕνεκα τούτου γέγονε, καὶ τοῦτο εἰκὸς γενέσθαι, οἷον εἰ θεμέλιος, καὶ οἰκία.
并且,如果为了它的缘故而存在的事情已经发生了,那么它也很可能会发生;例如,如果有地基,也会有房子。
§2.19.26περὶ δὲ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων καὶ μείζονός τε καὶ ἐλάττονος καὶ ὅλως μεγάλων καὶ μικρῶν ἐκ τῶν προειρημένων ἡμῖν ἐστιν φανερόν.
至于事情的大小,以及较大和较小,和总的来说大与小,从我们前面所说的话中也是显而易见的。
εἴρηται γὰρ ἐν τοῖς συμβουλευτικοῖς περί τε μεγέθους ἀγαθῶν καὶ περὶ τοῦ μείζονος ἁπλῶς καὶ ἐλάττονος, ὥστε ἐπεὶ καθʼ ἕκαστον τῶν λόγων τὸ προκείμενον τέλος ἀγαθόν ἐστιν, οἷον τὸ συμφέρον καὶ τὸ καλὸν καὶ τὸ δίκαιον, φανερὸν ὅτι διʼ ἐκείνων ληπτέον τὰς αὐξήσεις πᾶσιν.
因为在议会演说中,已经讨论过善的大小以及绝对的较大与较小;因此,既然在每种演说中设定的目的都是一种善(例如,权宜、美和正义),显然所有人都必须通过这些来获取其夸大(强调)的论据。
§2.19.27τὸ δὲ παρὰ ταῦτα ἔτι ζητεῖν περὶ μεγέθους ἁπλῶς καὶ ὑπεροχῆς κενολογεῖν ἐστιν· κυριώτερα γάρ ἐστιν πρὸς τὴν χρείαν τῶν καθόλου τὰ καθʼ ἕκαστα τῶν πραγμάτων.
在这些之外,再去寻求绝对的大小和优越,那是徒劳无益的空谈;因为就实用而言,具体的事物比普遍的事物更为首要。
περὶ μὲν οὖν δυνατοῦ καὶ ἀδυνάτου, καὶ πότερον γέγονεν ἢ οὐ γέγονεν καὶ ἔσται ἢ οὐκ ἔσται, ἔτι δὲ περὶ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων, εἰρήσθω ταῦτα.
因此,关于可能与不可能,以及某事已经发生还是尚未发生,将会发生还是不会发生,此外还有关于事物的大小,就说这么多了。