§2.2.11λυπεῖ γὰρ μᾶλλον τὸ πολὺ παρὰ δόξαν, ὥσπερ καὶ τέρπει τὸ πολὺ παρὰ δόξαν, ἐὰν γένηται ὃ βούλεται·
因为远远超出预期的痛苦会带来更深的痛苦,正如同如果是自己所希望的事情发生,远远超出预期的快乐也会带来更深的快乐一样。
διὸ καὶ ὧραι καὶ χρόνοι καὶ διαθέσεις καὶ ἡλικίαι ἐκ τούτων φανεραί, ποῖαι εὐκίνητοι πρὸς ὀργὴν καὶ ποῦ καὶ πότε, καὶ ὅτε μᾶλλον ἐν τούτοις εἰσί, μᾶλλον καὶ εὐκίνητοι.
因此,由这些原因可以清楚地看出,什么样的季节、时期、状态和年龄容易动怒,以及在何处和何时,且当人们较多处于这些状态中时,他们也更容易动怒。
§2.2.12αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες εὐκίνητοι πρὸς ὀργήν, ὀργίζονται δὲ τοῖς τε καταγελῶσι καὶ χλευάζουσιν καὶ σκώπτουσιν (ὑβρίζουσι γάρ), καὶ τοῖς τὰ τοιαῦτα βλάπτουσιν ὅσα ὕβρεως σημεῖα·
当他们自己处于这些状态中时,他们容易动怒,并且他们会对那些嘲笑、愚弄和戏谑他们的人(因为这些人是在侮辱他们)发怒,也对那些做出作为侮辱之迹象的此类伤害行为的人发怒。
ἀνάγκη δὲ τοιαῦτα εἶναι ἃ μήτε ἀντί τινος μήτʼ ὠφέλιμα τοῖς ποιοῦσιν· ἤδη γὰρ δοκεῖ διʼ ὕβριν.
而此类伤害行为必然是既非作为任何事情的报复,也对行为者毫无益处的行为;因为此时,这些行为便显然是出于侮辱了。
§2.2.13καὶ τοῖς κακῶς λέγουσι καὶ καταφρονοῦσι περὶ ὧν αὐτοὶ μάλιστα σπουδάζουσιν, οἷον οἱ ἐπὶ φιλοσοφίᾳ φιλοτιμούμενοι ἐάν τις εἰς τὴν φιλοσοφίαν, οἱ δʼ ἐπὶ τῇ ἰδέᾳ ἐάν τις εἰς τὴν ἰδέαν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων·
而且,对那些对他们自己最为看重的事物说坏话或表示轻蔑的人发怒。 例如,在哲学上引以为傲的人,如果有人攻击哲学;在容貌上引以为傲的人,如果有人攻击其容貌;其他情况亦是如此。
§2.2.14ταῦτα δὲ πολλῷ μᾶλλον, ἐὰν ὑποπτεύσωσι μὴ ὑπάρχειν αὑτοῖς, ἢ ὅλως ἢ μὴ ἰσχυρῶς, ἢ μὴ δοκεῖν·
而且,如果他们怀疑自己根本不具备、或者不充分具备这些长处,或者别人不认为他们具备这些长处,他们对这些事情就会感到更加愤怒。
ἐπειδὰν γὰρ σφόδρα οἴωνται ὑπερέχειν ἐν τούτοις ἐν οἷς σκώπτονται, οὐ φροντίζουσιν.
因为当他们强烈地认为自己在遭到戏谑的那些方面非常优越时,他们是不会介意的。
§2.2.15καὶ τοῖς φίλοις μᾶλλον ἢ τοῖς μὴ φίλοις· οἴονται γὰρ προσήκειν μᾶλλον πάσχειν εὖ ὑπʼ αὐτῶν ἢ μή.
此外,对朋友发怒要甚于对非朋友发怒;因为他们认为自己更应该受到朋友的友好对待,而不是相反。
§2.2.16καὶ τοῖς εἰθισμένοις τιμᾶν ἢ φροντίζειν, ἐὰν πάλιν μὴ οὕτως ὁμιλῶσιν· καὶ γὰρ ὑπὸ τούτων οἴονται καταφρονεῖσθαι· ταὐτὰ γὰρ ἂν ποιεῖν.
同样,对那些习惯于尊重或关心他们的人,如果对方不再以同样的方式与之交往,他们也会发怒;因为他们认为,自己也受到了这些人的轻视,因为否则的话,这些人本会做同样的事情。
§2.2.17καὶ τοῖς μὴ ἀντιποιοῦσιν εὖ μηδὲ τὴν ἴσην ἀνταποδιδοῦσιν.
也对那些不报答恩惠或不给以同等报答的人发怒。
καὶ τοῖς τἀναντία ποιοῦσιν αὐτοῖς, ἐὰν ἥττους ὦσιν.
也对那些对他们做出相反(对立)行为的人发怒,如果对方是劣势者。
καταφρονεῖν γὰρ πάντες οἱ τοιοῦτοι φαίνονται, καὶ οἱ μὲν ὡς ἡττόνων οἱ δʼ ὡς παρὰ ἡττόνων.
因为所有这样的人似乎都在表示轻视,一些人是作为对劣势者的轻视(而行事),而另一些人则是作为由于受到劣势者的轻视(而行事)。
§2.2.18καὶ τοῖς ἐν μηδενὶ λόγῳ οὖσιν, ἄν τι ὀλιγωρῶσι, μᾶλλον· ὑπόκειται γὰρ ἡ ὀργὴ τῆς ὀλιγωρίας πρὸς τοὺς μὴ προσήκοντας, προσήκει δὲ τοῖς ἥττοσι μὴ ὀλιγωρεῖν·
同样,对那些微不足道的人,如果对方在任何方面轻视了他们,他们会更发怒;因为针对轻视的愤怒是以不该轻视自己的人为对象的,而对于劣势者来说,不轻视才是应该的。
§2.2.19τοῖς δὲ φίλοις, ἐάν τε μὴ εὖ λέγωσιν ἢ ποιῶσιν, καὶ ἔτι μᾶλλον ἐὰν τἀναντία, καὶ ἐὰν μὴ αἰσθάνωνται δεομένων, ὥσπερ ὁ Ἀντιφῶντος Πλήξιππος τῷ Μελεάγρῳ· ὀλιγωρίας γὰρ τὸ μὴ αἰσθάνεσθαι σημεῖον· ὧν γὰρ φροντίζομεν οὐ λανθάνει.
而对于朋友,如果他们不说好话或不做善事,尤其是当他们做出相反的行为时,以及当他们没有察觉到朋友的需要时(他们也会发怒),就像安提丰作品中的普勒克西普斯对梅列阿格罗斯那样;因为没有察觉是轻视的迹象,因为我们所关心的事物是不会漏过我们的注意的。
§2.2.20καὶ τοῖς ἐπιχαίρουσι ταῖς ἀτυχίαις καὶ ὅλως εὐθυμουμένοις ἐν ταῖς αὐτῶν ἀτυχίαις· ἢ γὰρ ἐχθροῦ ἢ ὀλιγωροῦντος σημεῖον.
也对那些幸灾乐祸以及一般在他们的不幸中表现得很高兴的人发怒;因为这要么是敌人的迹象,要么是轻视者的迹象。
καὶ τοῖς μὴ φροντίζουσιν ἐὰν λυπήσωσιν· διὸ καὶ τοῖς κακὰ ἀγγέλλουσιν ὀργίζονται.
也对那些伤害了别人却毫不在意的人发怒;因此,人们也会对带来坏消息的人发怒。
§2.2.21καὶ τοῖς ἢ ἀκούουσι περὶ αὐτῶν ἢ θεωμένοις τὰ αὐτῶν φαῦλα· ὅμοιοι γάρ εἰσιν ἢ ὀλιγωροῦσιν ἢ ἐχθροῖς· §2.2.22οἱ γὰρ φίλοι συναλγοῦσιν, θεώμενοι δὲ τὰ οἰκεῖα φαῦλα πάντες ἀλγοῦσιν.
也对那些听闻或目睹他们自身缺点的人发怒;因为这些人要么像轻视者,要么像敌人;因为朋友会共同感到痛苦,但当目睹自身的缺点时,所有人都会感到痛苦。
ἔτι τοῖς ὀλιγωροῦσι πρὸς πέντε, πρὸς οὓς φιλοτιμοῦνται, οὓς θαυμάζουσιν, ὑφʼ ὧν βούλονται θαυμάζεσθαι, ἢ οὓς αἰσχύνονται, ἢ ἐν τοῖς αἰσχυνομένοις αὐτούς· ἄν τις ἐν τούτοις ὀλιγωρῇ, ὀργίζονται μᾶλλον.
此外,对那些在五类人面前轻视他们的人发怒:即他们与之竞争的人、他们所崇拜的人、他们希望被其崇拜的人、他们所敬畏的人,或者敬畏他们的人;如果有人在这些人面前轻视他们,他们会更加发怒。
§2.2.23καὶ τοῖς εἰς τὰ τοιαῦτα ὀλιγωροῦσιν ὑπὲρ ὧν αὐτοῖς αἰσχρὸν μὴ βοηθεῖν, οἷον γονεῖς, τέκνα, γυναῖκας, ἀρχομένους.
也对那些轻视他们有义务去帮助的人(如父母、孩子、妻子、部下)的人发怒。
καὶ τοῖς χάριν μὴ ἀποδιδοῦσιν· παρὰ τὸ προσῆκον γὰρ ἡ ὀλιγωρία.
也对那些不感恩图报的人发怒;因为这种轻视是违背本分的。
也对那些对认真对待事情的人采取冷嘲热讽(反讽)态度的人发怒;因为反讽是带有轻蔑性的。
καὶ τοῖς τῶν ἄλλων εὐποιητικοῖς, ἐὰν μὴ καὶ αὐτῶν· καὶ γὰρ τοῦτο καταφρονητικόν, τὸ μὴ ἀξιοῦν, ὧν πάντας, καὶ αὐτόν.
也对那些向其他人施惠却唯独不对他们施惠的人发怒;因为这也是带有轻蔑性的,即认为一个在认为所有人都有资格享有的人身上,他自己却不配享有。
§2.2.26ποιητικὸν δʼ ὀργῆς καὶ ἡ λήθη, οἷον καὶ ἡ τῶν ὀνομάτων, οὕτως οὖσα περὶ μικρόν· ὀλιγωρίας γὰρ δοκεῖ καὶ ἡ λήθη σημεῖον εἶναι· διʼ ἀμέλειαν μὲν γὰρ ἡ λήθη γίγνεται, ἡ δʼ ἀμέλεια ὀλιγωρία τίς ἐστιν.
遗忘也是引起愤怒的原因,例如甚至忘名字,尽管这只是一件小事;因为遗忘似乎也是轻视的迹象;因为遗忘是由于疏忽引起的,而疏忽就是一种轻视。
§2.2.27οἷς μὲν οὖν ὀργίζονται καὶ ὡς ἔχοντες καὶ διὰ ποῖα, ἅμα εἴρηται·
那么,人们对谁发怒、在何种心境下发怒以及因为什么原因发怒,已经同时说明了。
δῆλον δʼ ὅτι δέοι ἂν κατασκευάζειν τῷ λόγῳ τοιούτους οἷοι ὄντες ὀργίλως ἔχουσιν, καὶ τοὺς ἐναντίους τούτοις ἐνόχους ὄντας ἐφʼ οἷς ὀργίζονται, καὶ τοιούτους οἵοις ὀργίζονται.
显然,我们应该在演说中,把听众塑造得如同处于易怒状态中的人,把他们的对手塑造得在导致他们愤怒的事情上有过错的人,并塑造成他们正对其发怒的那些人。