Humanitext Reader

亚里士多德 · 修辞学 §2.3.1-2.3.17

温和的定义以及平息愤怒的条件与对象

第 37 段,共 98 段 · 希腊语

内容简介

亚里士多德将变温和定义为愤怒的对立面,并系统地分类了人们在何种心境下会变温和、对哪些人会变温和,以及在何种情况下愤怒会得到平息。

§2.3.1ἐπεὶ δὲ τὸ ὀργίζεσθαιἐναντίον τῷ πραΰνεσθαι καὶ ὀργὴ πραότητι, ληπτέον πῶς ἔχοντες πρᾶοί εἰσι καὶ πρὸς τίνας πράως ἔχουσι καὶ διὰ τίνων πραΰνονται.
既然变温和与发怒相反,温和与愤怒相反,那么我们必须把握人们处于何种状态时是温和的,对谁是温和的,以及通过什么方式被平息。
§2.3.2ἔστω δὴ πράϋνσις κατάστασις καὶ ἠρέμησις ὀργῆς.
那么,让我们将平息定义为愤怒的平定与静止。
§2.3.3εἰ οὖν ὀργίζονται τοῖς ὀλιγωροῦσιν, ὀλιγωρία δʼ ἑκούσιον, φανερὸν ὅτι καὶ τοῖς μηδὲν τούτων ποιοῦσιν ἢ ἀκουσίως ποιοῦσιν ἢ φαινομένοις τοιούτοις πρᾶοί εἰσιν.
因此,如果人们对轻视者发怒,而轻视是自发的,那么显然,对于那些不做任何此类事情、或非自发而做、或显得如此的人,人们是温和的。
§2.3.4καὶ τοῖς τἀναντία ὧν ἐποίησαν βουλομένοις.
也对那些希望其行为的结果与所做的事相反的人。
καὶ ὅσοι καὶ αὐτοὶ εἰς αὑτοὺς τοιοῦτοι· οὐδεὶς γὰρ αὐτὸς αὑτοῦ δοκεῖ ὀλιγωρεῖν.
也对那些对自己也是如此的人;因为没有人被认为会轻视自己。
§2.3.5καὶ τοῖς ὁμολογοῦσι καὶ μεταμελομένοις· ὡς γὰρ ἔχοντες δίκην τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεποιημένοις παύονται τῆς ὀργῆς·
也对那些承认错误并悔改的人;因为他们会平息愤怒,就好像把对自己所做之时的痛苦视作惩罚一样。
σημεῖον δὲ ἐπὶ τῆς τῶν οἰκετῶν κολάσεως· τοὺς μὲν γὰρ ἀντιλέγοντας καὶ ἀρνουμένους μᾶλλον κολάζομεν, πρὸς δὲ τοὺς ὁμολογοῦντας δικαίως κολάζεσθαι παυόμεθα θυμούμενοι·
这在对奴隶的惩罚中表现得很明显:因为我们惩罚那些反驳和否认的人更重,但对那些承认自己被公正惩罚的人,我们便不再发怒。
αἴτιον δʼ ὅτι ἀναισχυντία τὸ τὰ φανερὰ ἀρνεῖσθαι, ἡ δʼ ἀναισχυντία ὀλιγωρία καὶ καταφρόνησις· §2.3.6ὧν γοῦν πολὺ καταφρονοῦμεν, οὐκ αἰσχυνόμεθα.
其原因在于,否认显而易见的事实是无耻,而无耻就是轻视与轻蔑;至少,对于我们大为轻蔑的人,我们是不会感到羞耻的。
καὶ τοῖς ταπεινουμένοις πρὸς αὐτοὺς καὶ μὴ ἀντιλέγουσιν· φαίνονται γὰρ ὁμολογεῖν ἥττους εἶναι, οἱ δʼ ἥττους φοβοῦνται, φοβούμενος δὲ οὐδεὶς ὀλιγωρεῖ·
也对那些在他们面前保持谦卑、不进行反驳的人;因为这些人似乎承认自己是劣势者,而劣势者会感到害怕,害怕的人是不会轻视他人的。
ὅτι δὲ πρὸς τοὺς ταπεινουμένους παύεται ἡ ὀργή, καὶ οἱ κύνες δηλοῦσιν οὐ δάκνοντες τοὺς καθίζοντας.
对谦卑的人愤怒会平息,这甚至从狗身上也可以看出来,它们不咬坐下的人。
§2.3.7καὶ τοῖς σπουδάζουσι πρὸς σπουδάζοντας· δοκεῖ γὰρ σπουδάζεσθαι ἀλλʼ οὐ καταφρονεῖσθαι.
也对那些对认真对待事情的人采取认真态度的人;因为这似乎是被尊重而不是被轻视。
§2.3.8καὶ τοῖς μείζω κεχαρισμένοις.
也对那些给他们施加了更大恩惠的人。
καὶ τοῖς δεομένοις καὶ παραιτουμένοις· ταπεινότεροι γάρ.
也对那些恳求和请求宽恕的人;因为他们更为谦卑。
§2.3.9καὶ τοῖς μὴ ὑβρισταῖς μηδὲ χλευασταῖς μηδʼ ὀλιγώροις εἰς μηδένα ἢ μὴ εἰς χρηστοὺς μηδʼ εἰς τοιούτους οἷοί περ αὐτοί·
也对那些不傲慢、不嘲弄、不轻视任何人的人,或者至少不轻视好人,也不轻视像他们自己这样的人的人。
§2.3.10ὅλως δʼ ἐκ τῶν ἐναντίων δεῖ σκοπεῖν τὰ πραΰνοντα.
总之,我们必须从相反的事物中寻找平息愤怒的方法。
καὶ οὓς φοβοῦνται ἢ αἰσχύνονται, ἕως ἂν οὕτως ἔχωσιν, οὐκ ὀργίζονται· ἀδύνατον γὰρ ἅμα φοβεῖσθαι καὶ ὀργίζεσθαι.
而且对于那些他们害怕或敬畏的人,只要他们处于这种状态,他们就不会发怒;因为不可能同时害怕和发怒。
§2.3.11καὶ τοῖς διʼ ὀργὴν ποιήσασιν ἢ οὐκ ὀργίζονται ἢ ἧττον ὀργίζονται· οὐ γὰρ διʼ ὀλιγωρίαν φαίνονται πρᾶξαι· οὐδεὶς γὰρ ὀργιζόμενος ὀλιγωρεῖ· ἡ μὲν γὰρ ὀλιγωρία ἄλυπον, ἡ δʼ ὀργὴ μετὰ λύπης.
而对于那些因愤怒而做出某事的人,人们要么不发怒要么较少发怒;因为他们似乎并非出于轻视而行动;因为没有一个在愤怒中的人会轻视他人;因为轻视是没有痛苦的,而愤怒则伴随着痛苦。
§2.3.12καὶ τοῖς αἰσχυνομένοις αὐτούς.
也对那些敬畏他们的人。
καὶ ἔχοντες δὲ ἐναντίως τῷ ὀργίζεσθαι δῆλον ὅτι πρᾶοί εἰσιν, οἷον ἐν παιδιᾷ, ἐν γέλωτι, ἐν ἑορτῇ, ἐν εὐημερίᾳ, ἐν κατορθώσει, ἐν πληρώσει, ὅλως ἐν ἀλυπίᾳ καὶ ἡδονῇ μὴ ὑβριστικῇ καὶ ἐν ἐλπίδι ἐπιεικεῖ.
当人们处于与发怒相反的状态时,显然他们是温和的,例如在嬉戏、欢笑、节日、顺境、成功、满足中,总之在没有痛苦且不带侮辱性的快乐中,以及在合理的希望中。
ἔτι κεχρονικότες καὶ μὴ ὑπόγυιοι τῇ ὀργῇ ὄντες· παύει γὰρ ὀργὴν ὁ χρόνος·
此外,当时间已经过去、他们不再处于愤怒的紧要关头时;因为时间会平息愤怒。
§2.3.13παύει δὲ καὶ ἑτέρου ὀργὴν μείζω ἡ παρʼ ἄλλου ληφθεῖσα τιμωρία πρότερον·
此外,先前对另一个人施加的更大惩罚也会使愤怒平息。
διὸ εὖ Φιλοκράτης, εἰπόντος τινός, ὀργιζομένου τοῦ δήμου, τί οὐκ ἀπολογεῖ;
因此,当民意愤怒时,有人问:“你为什么不为自己辩护?
, οὔπω γε , ἔφη.
”,菲洛克拉底回答得很巧妙:“时机还没到,”他说。
ἀλλὰ πότε;
“那什么时候呢?
ὅταν ἴδω ἄλλον διαβεβλημένον ·
” “当我看到另一个人受到非难的时候。
πρᾶοι γὰρ γίγνονται ὅταν εἰς ἄλλον τὴν ὀργὴν ἀναλώσωσιν, ὃ συνέβη ἐπὶ Ἐργοφίλου· μᾶλλον γὰρ χαλεπαίνοντες ἢ Καλλισθένει ἀφεῖσαν διὰ τὸ Καλλισθένους τῇ προτεραίᾳ καταγνῶναι θάνατον.
”因为当人们把愤怒宣泄在另一个人身上时,他们就会变得温和,这在埃尔戈菲洛斯的案子里就发生过;因为尽管他们对他的愤怒甚于对卡利斯提尼,但由于他们在前一天已经判处卡利斯提尼死刑,他们放免了埃尔戈菲洛斯。
§2.3.14καὶ ἐὰν ἕλωσιν.
也如果他们给对方定罪。
καὶ ἐὰν μεῖζον κακὸν πεπονθότες ὦσιν ἢ ὃ ὀργιζόμενοι ἂν ἔδρασαν· ὥσπερ εἰληφέναι γὰρ οἴονται τιμωρίαν.
也如果对方已经遭受了比他们在愤怒中会做出的更大的恶果;因为他们认为自己已经得到了惩罚。
§2.3.15καὶ ἐὰν ἀδικεῖν οἴωνται αὐτοὶ καὶ δικαίως πάσχειν, οὐ γίγνεται ὀργὴ πρὸς τὸ δίκαιον· οὐ γὰρ ἔτι παρὰ τὸ προσῆκον νομίζουσι πάσχειν, ἡ δʼ ὀργὴ τοῦτο ἦν·
也如果他们认为自己错了并且是罪有应得;因为愤怒不会针对正义产生;因为他们不再认为自己遭受了不应得的对待,而愤怒正是这种对待。
διὸ δεῖ τῷ λόγῳ προκολάζειν· ἀγανακτοῦσιν γὰρ ἧττον κολαζόμενοι καὶ οἱ δοῦλοι.
因此,有必要在言辞上预先惩罚;因为即使奴隶在受到惩罚时,也会较少愤愤不平。
§2.3.16καὶ ἐὰν μὴ αἰσθήσεσθαι οἴωνται ὅτι διʼ αὑτοὺς καὶ ἀνθʼ ὧν ἔπαθον· ἡ γὰρ ὀργὴ πρὸς τὸν καθʼ ἕκαστόν ἐστιν· δῆλον δʼ ἐκ τοῦ ὁρισμοῦ·
也如果他们认为对方不会察觉到这是因为他们,并且是为了报复他们所遭受的痛苦;因为愤怒是针对个人的,这从定义中就很明显。
διὸ ὀρθῶς πεποίηται " φάσθαι Ὀδυσσῆα πτολιπόρθιον, " ὡς οὐ τετιμωρημένος εἰ μὴ ᾔσθετο καὶ ὑφʼ ὅτου καὶ ἀνθʼ ὅτου·
因此,诗中写道:“说这是城市破坏者奥德修斯”,这是正确的,因为如果对方没有察觉到是被谁以及为了什么而受难,那么他就没有算得到了报复。
ὥστε οὔτε τοῖς ἄλλοις ὅσοι μὴ αἰσθάνονται ὀργίζονται, οὔτε τοῖς τεθνεῶσιν ἔτι, ὡς πεπονθόσι τε τὸ ἔσχατον καὶ οὐκ ἀλγήσουσιν οὐδʼ αἰσθησομένοις, οὗ οἱ ὀργιζόμενοι ἐφίενται·
因此,他们既不对其他未察觉的人发怒,也不再对死者发怒,因为死者已经遭受了极点,不会再感到痛苦,也不会再察觉,而这正是发怒者所追求的。
διὸ εὖ περὶ τοῦ Ἕκτορος ὁ ποιητής, παῦσαι βουλόμενος τὸν Ἀχιλλέα τῆς ὀργῆς τεθνεῶτος, " κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων. "
因此,诗人对赫克托尔的描写很好,他想让阿喀琉斯对死者的愤怒平息: “因为他狂怒着,正在羞辱那无言的土地。
§2.3.17δῆλον οὖν ὅτι τοῖς καταπραΰνειν βουλομένοις ἐκ τούτων τῶν τόπων λεκτέον, αὑτοὺς μὲν παρασκευάζουσι τοιούτους, οἷς δʼ ὀργίζονται ἢ φοβεροὺς ἢ αἰσχύνης ἀξίους ἢ κεχαρισμένους ἢ ἄκοντας ἢ ὑπεραλγοῦντας τοῖς πεποιημένοις.
” 显然,那些希望平息愤怒的人必须从这些论据中发言,使自己显得处于这种状态,而使那些他们对其发怒的人显得要么是可怕的,要么是值得敬畏的,要么是施加过恩惠的,要么是无意中行事的,要么是为自己的所作所为深感痛苦的。

词汇与语法注释

  1. ¦15¦ὡς γὰρ ἔχοντες δίκην τὸ λυπεῖσθαι ἐπὶ τοῖς πεποιημένοις — ὡς 与分词 ἔχοντες 连用,表示主语“视作……”的主观原因。中性名词化不定式 τὸ λυπεῖσθαι 是该分词的直接宾语,而 δίκην 则充当其谓语宾格(即“将痛苦视为惩罚”)。
  2. ¦10¦μᾶλλον γὰρ χαλεπαίνοντες ἢ Καλλισθένει ἀφεῖσαν — 连词 ἢ 与比较级 μᾶλλον 相呼应,表示“比”。此处对比了人们对埃尔戈菲洛斯(分词 χαλεπαίνοντες 的隐含宾语)的愤怒程度与对前一天已被判刑的卡利斯提尼的愤怒程度,带有让步语气,即“尽管他们对埃尔戈菲洛斯比对卡利斯提尼更愤怒,但还是放免了他”。
  3. ¦20¦ὡς οὐ τετιμωρημένος εἰ μὴ ᾔσθετο — ὡς 与完美被动分词 τετιμωρημένος 结合,表示主观的理由或设想(即“因为被认为未算报复”)。整个分词短语充当了条件从句 εἰ μὴ ᾔσθετο(如果他没有察觉)的归结从句。

引用这一段

亚里士多德, 修辞学 §2.3.1-2.3.17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.3.1-2.3.17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。