§2.2.1ἔστω δὴ ὀργὴ ὄρεξις μετὰ λύπης τιμωρίας διὰ φαινομένην ὀλιγωρίαν εἰς αὐτὸν ἤ τι τῶν αὐτοῦ, τοῦ ὀλιγωρεῖν μὴ προσήκοντος.
那么,让我们假定,愤怒是一种伴随着痛苦的复仇欲望,这是由于针对自身或属于自己的事物的显而易见的轻视而引起的,而这种轻视是不应当的。
§2.2.2εἰ δὴ τοῦτʼ ἐστὶν ἡ ὀργή, ἀνάγκη τὸν ὀργιζόμενον ὀργίζεσθαι ἀεὶ τῶν καθʼ ἕκαστόν τινι, οἷον Κλέωνι ἀλλʼ οὐκ ἀνθρώπῳ, καὶ ὅτι αὑτὸν ἢ τῶν αὑτοῦ τί πεποίηκεν ἢ ἤμελλεν, καὶ πάσῃ ὀργῇ ἕπεσθαί τινα ἡδονήν, τὴν ἀπὸ τῆς ἐλπίδος τοῦ τιμωρήσασθαι·
如果愤怒确实是这样,那么发怒的人必然总是对某个特定的人发怒,例如对克里昂,而不是对人类一般发怒,并且是因为那个人已经对或准备对发怒者自身或其所属的人做过什么事,而且每种愤怒都会伴随着一种因复仇希望而产生的快乐。
ἡδὺ μὲν γὰρ τὸ οἴεσθαι τεύξεσθαι ὧν ἐφίεται, οὐδεὶς δὲ τῶν φαινομένων ἀδυνάτων ἐφίεται αὑτῷ, ὁ δὲ ὀργιζόμενος ἐφίεται δυνατῶν αὑτῷ.
因为想象自己会得到所渴望的事物是令人愉快的,而没有人会渴望对自己而言显得不可能的事物,但发怒的人所渴望的是对自己而言可能的事物。
διὸ καλῶς εἴρηται περὶ θυμοῦ· "
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται· "
ἀκολουθεῖ γὰρ καὶ ἡδονή τις διά τε τοῦτο καὶ διότι διατρίβουσιν ἐν τῷ τιμωρεῖσθαι τῇ διανοίᾳ· ἡ οὖν τότε γινομένη φαντασία ἡδονὴν ἐμποιεῖ, ὥσπερ ἡ τῶν ἐνυπνίων.
因此,关于愤怒,人们说得好: "它比滴落的蜂蜜还要甜得多,在人们的胸中膨胀 "因为由于这个原因,也由于人们在思想中沉浸于复仇,所以伴随着某种快乐;当时产生的想象(心像)便产生了快乐,就像梦境中的想象一样。
§2.2.3ἐπεὶ δὲ ἡ ὀλιγωρία ἐστὶν ἐνέργεια δόξης περὶ τὸ μηδενὸς ἄξιον φαινόμενον (καὶ γὰρ τὰ κακὰ καὶ τἀγαθὰ ἄξια οἰόμεθα σπουδῆς εἶναι, καὶ τὰ συντείνοντα πρὸς αὐτά· ὅσα δὲ μηδέν τι ἢ μικρόν, οὐδενὸς ἄξια ὑπολαμβάνομεν), τρία ἐστὶν εἴδη ὀλιγωρίας, καταφρόνησίς τε καὶ ἐπηρεασμὸς καὶ ὕβρις·
既然轻视是关于显得毫无价值的事物的意见的现实表现(因为我们认为,好事和坏事,以及有助于它们的事物,都是值得认真对待的,但凡是毫无用处或微不足道的事物,我们都认为它们毫无价值),那么轻视就有三种形式:轻蔑、刁难和侮辱(傲慢)。
§2.2.4ὅ τε γὰρ καταφρονῶν ὀλιγωρεῖ (ὅσα γὰρ οἴονται μηδενὸς ἄξια, τούτων καταφρονοῦσιν, τῶν δὲ μηδενὸς ἀξίων ὀλιγωροῦσιν), καὶ ὁ ἐπηρεάζων φαίνεται ὀλιγωρεῖν.
因为轻蔑者确实是在轻视(因为人们轻蔑那些他们认为毫无价值的事物,而且他们轻视毫无价值的事物),而刁难者也显然是在轻视。
ἔστι γὰρ ὁ ἐπηρεασμὸς ἐμποδισμὸς ταῖς βουλήσεσιν μὴ ἵνα τι αὑτῷ ἀλλʼ ἵνα μὴ ἐκείνῳ·
因为刁难是对他人意愿的阻碍,其目的不是为了自己获得什么,而是为了不让对方获得。
ἐπεὶ οὖν οὐχ ἵνα αὑτῷ τι, ὀλιγωρεῖ· δῆλον γὰρ ὅτι οὔτε βλάψειν ὑπολαμβάνει, ἐφοβεῖτο γὰρ ἂν καὶ οὐκ ὠλιγώρει, οὔτʼ ὠφελῆσαι ἂν οὐδὲν ἄξιον λόγου, ἐφρόντιζε γὰρ ἂν ὥστε φίλος εἶναι·
既然不是为了自己获得什么,他就是在轻视对方;因为显然,他既不认为对方会伤害他(因为否则他就会害怕而不会轻视他),也不认为对方能给他带来任何值得一提的好处(因为否则他就会设法成为对方的朋友)。
§2.2.5καὶ ὁ ὑβρίζων δὲ ὀλιγωρεῖ· ἔστι γὰρ ὕβρις τὸ πράττειν καὶ λέγειν ἐφʼ οἷς αἰσχύνη ἔστι τῷ πάσχοντι, μὴ ἵνα τι γίγνηται αὑτῷ ἄλλο ἢ ὅ τι ἐγένετο, ἀλλʼ ὅπως ἡσθῇ·
而且侮辱者也是在轻视;因为侮辱(傲慢)是指做和说那些会给受害者带来耻辱的事,这不是为了使自己获得除了已发生的事情之外的其他好处,而仅仅是为了让自己获得快乐。
οἱ γὰρ ἀντιποιοῦντες οὐχ ὑβρίζουσιν ἀλλὰ τιμωροῦνται.
因为那些进行还击的人并不是在侮辱,而是在报复。
§2.2.6αἴτιον δὲ τῆς ἡδονῆς τοῖς ὑβρίζουσιν, ὅτι οἴονται κακῶς δρῶντες αὐτοὶ ὑπερέχειν μᾶλλον (διὸ οἱ νέοι καὶ οἱ πλούσιοι ὑβρισταί· ὑπερέχειν γὰρ οἴονται ὑβρίζοντες)· ὕβρεως δὲ ἀτιμία, ὁ δʼ ἀτιμάζων ὀλιγωρεῖ·
侮辱者获得快乐的原因是,他们认为通过恶劣地对待他人,自己会显得更有优越感(所以年轻人和富人常常是傲慢无礼的;因为他们认为通过傲慢无礼可以显出自己的优越);而侮辱意味着剥夺名誉(使人不体面),而剥夺名誉者就是在轻视。
τὸ γὰρ μηδενὸς ἄξιον οὐδεμίαν ἔχει τιμήν, οὔτε ἀγαθοῦ οὔτε κακοῦ·
因为毫无价值的事物没有任何名誉,无论其是好是坏。
διὸ λέγει ὀργιζόμενος ὁ Ἀχιλλεὺς
"
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς
"
καὶ
"
ὡς εἴ τινʼ ἀτίμητον μετανάστην,
" §2.2.7ὡς διὰ ταῦτα ὀργιζόμενος.
因此阿基琉斯愤怒地说道: "他羞辱了我;因为他夺走了我的奖赏并据为己有 "以及: "仿佛对待一个毫无名誉的流浪者 "意指他是因为这些事情而发怒。
προσήκειν δὲ οἴονται πολυωρεῖσθαι ὑπὸ τῶν ἡττόνων κατὰ γένος, κατὰ δύναμιν, κατʼ ἀρετήν, καὶ ὅλως ἐν ᾧ ἂν αὐτὸς ὑπερέχῃ πολύ, οἷον ἐν χρήμασιν ὁ πλούσιος πένητος καὶ ἐν τῷ λέγειν ῥητορικὸς ἀδυνάτου εἰπεῖν καὶ ἄρχων ἀρχομένου καὶ ἄρχειν ἄξιος τοῦ ἄρχεσθαι ἀξίου·
此外,人们认为自己应当受到那些在出身、权力、美德,以及通常在他们自己远远优于对方的方面处于劣势的人的尊重。 例如,富人在财富上优于穷人,能言善辩者在口才上优于拙于言辞的人,统治者优于被统治者,有资格统治的人优于应当被统治的人。
διὸ εἴρηται
"
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων
"
καὶ
"
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον· "
ἀγανακτοῦσι γὰρ διὰ τὴν ὑπεροχήν.
因此,人们说道: "宙斯所抚育的君王,其愤怒是巨大的 "以及: "但此后他依然心怀怨恨 "因为他们是因为自己的优越感而感到愤慨的。
§2.2.8ἔτι ὑφʼ ὧν τις οἴεται εὖ πάσχειν δεῖν· οὗτοι δʼ εἰσὶν οὓς εὖ πεποίηκεν ἢ ποιεῖ, αὐτὸς ἢ διʼ αὐτόν τις ἢ τῶν αὐτοῦ τις, ἢ βούλεται ἢ ἐβουλήθη.
此外,还包括那些发怒者认为应当友好对待自己的人;这些人是:发怒者自己、或者通过他人、或者通过其所属的人,曾经帮助过或正在帮助的人,或者想要或曾经想要帮助的人。
§2.2.9φανερὸν οὖν ἐκ τούτων ἤδη πῶς τε ἔχοντες ὀργίζονται αὐτοὶ καὶ τίσιν καὶ διὰ ποῖα.
因此,从这些内容中已经可以清楚地看出,人们自己是在何种心境下发怒的,对谁发怒,以及因为什么原因发怒。
αὐτοὶ μὲν γάρ, ὅταν λυπῶνται· ἐφίεται γάρ τινος ὁ λυπούμενος·
就他们自己而言,是当他们处于痛苦中时发怒;因为处于痛苦之中的人是在渴望着某事。
ἐάν τε οὖν κατʼ εὐθυωρίαν ὁτιοῦν ἀντικρούσῃ τις, οἷον τῷ διψῶντι πρὸς τὸ πιεῖν, ἐάν τε μή, ὁμοίως ταὐτὸ φαίνεται ποιεῖν· καὶ ἐάν τε ἀντιπράττῃ τις ἐάν τε μὴ συμπράττῃ ἐάν τε ἄλλο τι ἐνοχλῇ οὕτως ἔχοντα, πᾶσιν ὀργίζεται·
因此,无论某人是在任何事情上直接进行阻碍(例如阻碍口渴的人喝水),还是间接阻碍,其效果显然是相同的;而且,无论某人是进行反对、还是不予协助,或者是在他们处于这种心境下以其他方式打扰他们,他们都会对所有这些人发怒。
§2.2.10διὸ κάμνοντες, πενόμενοι, πολεμοῦντες, ἐρῶντες, διψῶντες, ὅλως ἐπιθυμοῦντες καὶ μὴ κατορθοῦντες ὀργίλοι εἰσὶ καὶ εὐπαρόρμητοι, μάλιστα μὲν πρὸς τοὺς τοῦ παρόντος ὀλιγωροῦντας, οἷον κάμνων μὲν τοῖς πρὸς τὴν νόσον, πενόμενος δὲ τοῖς πρὸς τὴν πενίαν, πολεμῶν δὲ τοῖς πρὸς τὸν πόλεμον, ἐρῶν δὲ τοῖς πρὸς τὸν ἔρωτα, ὁμοίως δὲ καὶ τοῖς ἄλλοις εἰ δὲ μή, κἂν ὁτιοῦν ἄλλο ὀλιγωρῇ τις·
因此,生病的人、贫困的人、在战争中的人、恋爱中的人、口渴的人,以及通常那些渴望着某事却未能如愿的人,都很容易发怒且容易受到刺激,尤其是对那些轻视他们当前处境的人;例如,生病的人对那些轻视与其疾病相关事物的人发怒,贫困的人对那些轻视与其贫困相关事物的人发怒,在战争中的人对那些轻视与战争相关事物的人发怒,恋爱中的人对那些轻视与其爱情相关事物的人发怒,其他情况也是如此;即使不是这些,哪怕有人在任何其他事情上轻视他们也是一样。
προοδοποιεῖται γὰρ ἕκαστος πρὸς τὴν ἑκάστου ὀργὴν ὑπὸ τοῦ ὑπάρχοντος πάθους·
因为每个人现有的情感已经为他各自的愤怒铺平了道路。
ἔτι δʼ ἐὰν τἀναντία τύχῃ προσδεχόμενος·
此外,如果他恰好遇到了与他预期相反的事情。