Humanitext Reader

亚里士多德 · 修辞学 §2.19.1-2.19.16

关于可能与不可能的共同论据

第 57 段,共 98 段 · 希腊语

内容简介

作者提出了关于可能与不可能的各种论据(托波斯),根据相反者、相似物、难易度、部分与整体以及属与种等关系确立了判定标准。

§2.19.1πρῶτον μὲν οὖν περὶ δυνατοῦ καὶ ἀδυνάτου λέγωμεν.
首先,让我们谈谈可能与不可能。
ἂν δὴ τὸ ἐναντίον ᾖ δυνατὸν ἢ εἶναι ἢ γενέσθαι, καὶ τὸ ἐναντίον δόξειεν ἂν εἶναι δυνατόν, οἷον εἰ δυνατὸν ἄνθρωπον ὑγιασθῆναι, καὶ νοσῆσαι· ἡ γὰρ αὐτὴ δύναμις τῶν ἐναντίων ᾗ ἐναντία.
如果相反者之一可能存在或发生,那么另一相反者似乎也是可能的;例如,如果人能够恢复健康,那么也能够生病;因为就相反者而言,相反者的潜能是同一的。
καὶ εἰ τὸ ὅμοιον δυνατόν, καὶ τὸ ὅμοιον·
如果相似的事物是可能的,那么相似的事物也是可能的。
§2.19.2καὶ εἰ τὸ χαλεπώτερον δυνατόν, καὶ τὸ ῥᾷον·
而如果较难的事物是可能的,较易的事物也是可能的。
§2.19.3καὶ εἰ τὸ σπουδαῖον καὶ καλὸν γενέσθαι δυνατόν, §2.19.4καὶ ὅλως δυνατὸν γενέσθαι· χαλεπώτερον γὰρ καλὴν οἰκίαν ἢ οἰκίαν εἶναι.
如果优秀和美妙的事物可能发生,总的来说它也是可能发生的;因为建造(或存在)一栋美丽的房子比建造(或存在)一栋普通房子更难。
§2.19.5καὶ οὗ ἡ ἀρχὴ δύναται γενέσθαι, καὶ τὸ τέλος· οὐδὲν γὰρ γίγνεται οὐδʼ ἄρχεται γίγνεσθαι τῶν ἀδυνάτων, οἷον τὸ σύμμετρον τὴν διάμετρον εἶναι οὔτʼ ἂν ἄρξαιτο γίγνεσθαι οὔτε γίγνεται.
凡是其起点可能发生的,其终点也可能发生;因为不可能的事物既不会发生,也不会开始发生,例如对角线与边共度,既不会开始发生,也不会发生。
καὶ οὗ τὸ τέλος, καὶ ἡ ἀρχὴ δυνατή· ἅπαντα γὰρ ἐξ ἀρχῆς γίγνεται.
凡是其终点(可能发生)的,其起点也是可能的;因为一切事物都是从起点发生的。
§2.19.6καὶ εἰ τὸ ὕστερον τῇ οὐσίᾳ ἢ τῇ γενέσει δυνατὸν γενέσθαι, καὶ τὸ πρότερον, οἷον εἰ ἄνδρα γενέσθαι δυνατόν, καὶ παῖδα (πρότερον γὰρ ἐκεῖνο γίγνεται), καὶ εἰ παῖδα, καὶ ἄνδρα (καὶ ἀρχὴ γὰρ ἐκείνη).
如果在实体上或生成上后来的事物可能发生,那么在先的事物也可能发生;例如,如果成年男子可能产生,那么儿童也可能产生(因为后者先产生);如果儿童可能,那么成年男子也可能(因为儿童是起点)。
§2.19.7καὶ ὧν ἢ ἔρως ἢ ἐπιθυμία φύσει ἐστίν· οὐδεὶς γὰρ ἀδυνάτων ἐρᾷ οὐδὲ ἐπιθυμεῖ ὡς ἐπὶ τὸ πολύ.
还有那些天生令人产生爱恋或欲望的事物;因为一般而言,没有人会去爱恋或渴望不可能的事物。
§2.19.8καὶ ὧν ἐπιστῆμαί εἰσι καὶ τέχναι, δυνατὸν ταῦτα καὶ εἶναι καὶ γίγνεσθαι.
还有那些存在相关科学和技术的事物,它们既可能存在也可能发生。
§2.19.9καὶ ὅσων ἡ ἀρχὴ τῆς γενέσεως ἐν τούτοις ἐστὶν ἃ ἡμεῖς ἀναγκάσαιμεν ἂν ἢ πείσαιμεν· ταῦτα δʼ ἐστὶν ὧν κρείττους ἢ κύριοι ἢ φίλοι.
凡是其生成的起点在于那些我们可以强迫或说服的人的事物;而这些人就是我们比他们更强、或是其主宰、或是其朋友的人。
§2.19.10καὶ ὧν τὰ μέρη δυνατά, καὶ τὸ ὅλον, καὶ ὧν τὸ ὅλον δυνατόν, καὶ τὰ μέρη ὡς ἐπὶ τὸ πολύ· εἰ γὰρ πρόσχισμα καὶ κεφαλὶς καὶ χιτὼν δύναται γενέσθαι, καὶ ὑποδήματα δυνατὸν γενέσθαι, καὶ εἰ ὑποδήματα, καὶ πρόσχισμα καὶ κεφαλίς καὶ χιτών.
凡是其部分可能发生的事物,其整体也可能发生;凡是其整体可能发生的事物,其部分一般也可能发生;因为如果鞋帮、鞋头和鞋里可能制成,那么鞋子也可能制成;如果鞋子可能,那么鞋帮、鞋头和鞋里也可能。
§2.19.11καὶ εἰ τὸ γένος ὅλον τῶν δυνατῶν γενέσθαι, καὶ τὸ εἶδος, καὶ εἰ τὸ εἶδος, καὶ τὸ γένος, οἷον εἰ πλοῖον γενέσθαι δυνατόν, καὶ τριήρη, καὶ εἰ τριήρη, καὶ πλοῖον.
并且,如果整个属属于可能发生的事物,那么种也是可能的;如果种可能,那么属也是可能的;例如,如果船可能产生,那么三段桨战船也可能产生;如果三段桨战船可能,那么船也可能。
§2.19.12καὶ εἰ θάτερον τῶν πρὸς ἄλληλα πεφυκότων, καὶ θάτερον, οἷον εἰ διπλάσιον, καὶ ἥμισυ, καὶ εἰ ἥμισυ, διπλάσιον.
如果天生相互关联的两件事物中的一件是可能的,那么另一件也是可能的;例如,如果是两倍,那么也是一半;如果是一半,那么也是两倍。
§2.19.13καὶ εἰ ἄνευ τέχνης καὶ παρασκευῆς δυνατὸν γίγνεσθαι, μᾶλλον διὰ τέχνης καὶ ἐπιμελείας δυνατόν, ὅθεν καὶ Ἀγάθωνι εἴρηται " καὶ μὴν τὰ μέν γε τῆς τέχνης πράσσειν, τὰ δὲ ἡμῖν ἀνάγκῃ καὶ τύχῃ προσγίγνεται.
而如果无需技术和准备就可能发生,那么通过技术和精心照料就更可能发生,因此阿伽同也说过: “确实,有些事我们凭技术去行,而另一些事,则是由于必然与运气而降临于我们。
" §2.19.14καὶ εἰ τοῖς χείροσι καὶ ἥττοσι καὶ ἀφρονεστέροις δυνατόν, καὶ τοῖς ἐναντίοις μᾶλλον, ὥσπερ καὶ Ἰσοκράτης ἔφη δεινὸν εἴναι εἰ ὁ μὲν Εὔθυνος ἔμαθεν, αὐτὸς δὲ μὴ δυνήσεται εὑρεῖν.
” 并且,如果对于较差、较弱、较愚蠢的人是可能的,那么对于相反的人就更可能;正如伊索克拉底也说过,如果欧堤诺斯学会了,而他自己却不能发现,那将是件怪事。
§2.19.15περὶ δὲ ἀδυνάτου δῆλον ὅτι ἐκ τῶν ἐναντίων τοῖς εἰρημένοις ὑπάρχει.
至于不可能,显然它是从上述情况的相反面而存在的。
§2.19.16εἰ δὲ γέγονεν, ἐκ τῶνδε σκεπτέον.
如果某事已经发生,则必须从以下方面进行考察。

词汇与语法注释

  1. 2.19.1ᾗ ἐναντία — 此处 ᾗ 是关系副词,表示“就其作为相反者而言”或“在……的范围内”。并非阴性单数与格形式。
  2. 2.19.4χαλεπώτερον γὰρ καλὴν οἰκίαν ἢ οἰκίαν εἶναι — 这是一个由“对格+不定式”构成的主语从句。比较级 χαλεπώτερον 引入了用 ἢ 连接的对比,即“建造(或存在)一栋美丽的房子比建造(或存在)一栋普通房子更难”。
  3. 2.19.6τῇ οὐσίᾳ ἢ τῇ γενέσει — 此处为表示“方面”或“界定”的与格(dative of respect),修饰形容词 ὕστερον,意为“在实体上或在生成上(后来)”。
  4. 2.19.14δεινὸν εἶναι εἰ — 此为间接引语中的“对格+不定式”结构(δεινὸν εἶναι,意为“……是件怪事/令人震惊的事”),后接引入感情对象的 εἰ 从句(“如果/既然……”)。此处的 εἰ 并非纯粹的假设,而是引入一个事实性的条件。

引用这一段

亚里士多德, 修辞学 §2.19.1-2.19.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.19.1-2.19.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。