§2.16.1τῷ δὲ πλούτῳ ἃ ἕπεται ἤθη, ἐπιπολῆς ἔστιν ἰδεῖν ἅπασιν·
伴随财富而来的性格,对所有人来说都是显而易见的。
ὑβρισταὶ γὰρ καὶ ὑπερήφανοι, πάσχοντές τι ὑπὸ τῆς κτήσεως τοῦ πλούτου (ὥσπερ γὰρ ἔχοντες ἅπαντα τἀγαθὰ οὕτω διάκεινται· ὁ δὲ πλοῦτος οἷον τιμή τις τῆς ἀξίας τῶν ἄλλων, διὸ φαίνεται ὤνια ἅπαντα εἶναι αὐτοῦ),
因为他们傲慢而自大,在某种程度上受到了占有财富的影响(因为他们的态度就好像自己拥有一切美好的事物一样;而财富就像是对其他事物价值的一种衡量,因此所有事物似乎都可以用它来购买)。
§2.16.2καὶ τρυφεροὶ καὶ σαλάκωνες, τρυφεροὶ μὲν διὰ τὴν τροφὴν καὶ τὴν ἔνδειξιν τῆς εὐδαιμονίας, σαλάκωνες δὲ καὶ σόλοικοι διὰ τὸ πάντας εἰωθέναι διατρίβειν περὶ τὸ ἐρώμενον καὶ θαυμαζόμενον ὑπʼ αὐτῶν. καὶ τὸ οἴεσθαι ζηλοῦν τοὺς ἄλλους ἃ καὶ αὐτοί.
他们也是奢侈和爱虚荣的。 奢侈是因为他们的生活方式以及对幸福的展示,而爱虚荣和粗俗则是由于每个人都习惯于把时间花在他们所钟爱和崇拜的事物上,并且以为别人也在热望他们自己所热望的事物。
ἅμα δὲ καὶ εἰκότως τοῦτο πάσχουσιν (πολλοὶ γάρ εἰσιν οἱ δεόμενοι τῶν ἐχόντων· ὅθεν καὶ τὸ Σιμωνίδου εἴρηται περὶ τῶν σοφῶν καὶ πλουσίων πρὸς τὴν γυναῖκα τὴν Ἱέρωνος ἐρομένην πότερον γενέσθαι κρεῖττον πλούσιον ἢ σοφόν· πλούσιον
εἰπεῖν· τοὺς σοφοὺς γὰρ ἔφη ὁρᾶν ἐπὶ ταῖς τῶν πλουσίων θύραις διατρίβοντας),
同时,他们有这种感觉也是合乎情理的(因为需要富有者的人很多;因此也留传着西蒙尼德关于智者与富者的名言,当希伦的妻子询问成为富人好还是成为智者好时,他回答说“成为富人”;因为他说他看到智者在富人的门前徘徊)。
§2.16.3καὶ τὸ οἴεσθαι ἀξίους εἶναι ἄρχειν· ἔχειν γὰρ οἴονται ὧν ἕνεκεν ἄρχειν ἄξιον.
他们还认为自己配得上统治;因为他们认为自己拥有那些由于其缘故才值得去统治的东西。
καὶ ὡς ἐν κεφαλαίῳ, ἀνοήτου εὐδαίμονος ἦθος ἦθος πλούτου ἐστίν.
简而言之,财富的性格就是一个愚蠢的幸运儿的性格。
§2.16.4διαφέρει δὲ τοῖς νεωστὶ κεκτημένοις καὶ τοῖς πάλαι τὰ ἤθη τῷ ἅπαντα μᾶλλον καὶ φαυλότερα τὰ κακὰ ἔχειν τοὺς νεοπλούτους (ὥσπερ γὰρ ἀπαιδευσία πλούτου ἐστὶ τὸ νεόπλουτον εἶναι), καὶ ἀδικήματα ἀδικοῦσιν οὐ κακουργικά, ἀλλὰ τὰ μὲν ὑβριστικὰ τὰ δὲ ἀκρατευτικά, οἷον εἰς αἰκίαν καὶ μοιχείαν.
但是,新近获得财富的人和长期拥有财富的人在性格上有所不同,因为新富者在更大程度上、且以更恶劣的形式拥有所有的恶德(因为成为新富者就像是财富上的缺乏教养);而且他们所犯的恶行并非出于阴险的诡计,而是有些出于傲慢,有些出于无法自控,例如暴行和通奸。