Humanitext Reader

亚里士多德 · 修辞学 §2.17.1-2.17.6

权力和幸运所塑造的人的性格

第 55 段,共 98 段 · 希腊语

内容简介

论述伴随权力的性格(与财富类似,但更重名誉、更有责任感和尊严)以及伴随好运的性格(虽傲慢但更敬神)。

§2.17.1ὁμοίως δὲ καὶ περὶ δυνάμεως σχεδὸν τὰ πλεῖστα φανερά ἐστιν ἤθη.
同样地,伴随权力的性格,其大部分也几乎是显而易见的。
τὰ μὲν γὰρ τὰ αὐτὰ ἔχει δύναμις τῷ πλούτῳ τὰ δὲ βελτίω·
因为权力一方面具有与财富相同的性格,另一方面则具有更好的性格。
§2.17.2φιλοτιμότεροι γὰρ καὶ ἀνδρωδέστεροί εἰσιν τὰ ἤθη οἱ δυνάμενοι τῶν πλουσίων διὰ τὸ ἐφίεσθαι ἔργων ὅσα ἐξουσία αὐτοῖς πράττειν διὰ τὴν δύναμιν, §2.17.3καὶ σπουδαστικώτεροι διὰ τὸ ἐν ἐπιμελείᾳ εἶναι, ἀναγκαζόμενοι σκοπεῖν τὰ περὶ τὴν δύναμιν, §2.17.4καὶ σεμνότεροι ἢ βαρύτεροι· ποιεῖ γὰρ σεμνοτέρους τὸ ἀξίωμα, διὸ μετριάζουσιν, ἔστι δὲ ἡ σεμνότης μαλακὴ καὶ εὐσχήμων βαρύτης·
因为有权力的人在性格上比富有者更重名誉、更具男子气概,这是因为他们热望那些由于权力而使他们有能力去实行的行为,而且他们更加勤勉,因为他们处于悉心照料之中,不得不考量与权力相关的事物,并且他们更有尊严而非令人厌烦;因为其威望使他们更加庄重,所以他们懂得节制,而庄重乃是一种柔和且优雅的沉稳。
κἂν ἀδικῶσιν, οὐ μικραδικηταί εἰσιν ἀλλὰ μεγαλάδικοι.
即使他们行不正义之事,他们也不是小奸小恶之徒,而是大奸大恶之人。
§2.17.5ἡ δʼ εὐτυχία κατὰ μόριά τε τῶν εἰρημένων ἔχει τὰ ἤθη (εἰς γὰρ ταῦτα συντείνουσιν αἱ μέγισται δοκοῦσαι εἶναι εὐτυχίαι), καὶ ἔτι εἰς εὐτεκνίαν καὶ τὰ κατὰ τὸ σῶμα ἀγαθὰ παρασκευάζει ἡ εὐτυχία πλεονεκτεῖν.
另一方面,好运在部分上具有上述已提及的性格(因为那些被认为最大的好运都趋向于这些),此外,好运还使人在多子多福以及身体方面的善事上占有优势。
§2.17.6ὑπερηφανώτεροι μὲν οὖν καὶ ἀλογιστότεροι διὰ τὴν εὐτυχίαν εἰσίν, ἓν δὲ ἀκολουθεῖ βέλτιστον ἦθος τῇ εὐτυχίᾳ, ὅτι φιλόθεοί εἰσι καὶ ἔχουσιν πρὸς τὸ θεῖόν πως, πιστεύοντες διὰ τὰ γιγνόμενα ἀπὸ τῆς τύχης.
因此,他们由于好运而更加傲慢且更无理智,但好运也伴随有一个极好的性格:即他们热爱神灵,并且对神圣事物持有某种态度,因为他们因运气所产生的事情而产生信仰。
περὶ μὲν οὖν τῶν καθʼ ἡλικίαν καὶ τύχην ἠθῶν εἴρηται·
关于根据年龄和境遇而定的性格,就已经谈完了。
τὰ γὰρ ἐναντία τῶν εἰρημένων ἐκ τῶν ἐναντίων φανερά ἐστιν, οἷον πένητος καὶ ἀτυχοῦς ἦθος καὶ ἀδυνάτου.
因为上述事物的相反者从它们的相反面来看是显而易见的,例如贫穷者、不幸者和无权力者的性格。

词汇与语法注释

  1. 2.17.1τὰ μὲν ... τὰ δὲ — 对格的副词性用法(关系对格),表示“在一方面……在另一方面……”。用以表明主语“权力”(δύναμις)既在某些方面与财富具有相同的性格,又在另一些方面更具优势。
  2. 2.17.4σεμνότεροι ἢ βαρύτεροι — 连词 ἢ 连接两个比较级形容词,表示选择性比较,意为“与其说是令人感到沉重/厌烦,不如说是更有尊严(庄重)”。
  3. 2.17.6ἔχουσιν πρὸς τὸ θεῖόν πως — 动词 ἔχω 结合介词短语 πρὸς... 以及不定副词 πως(以某种方式),属于省略了表示具体状态的副词的惯用结构,意为“对神圣事物持有某种(特定的)态度”。

引用这一段

亚里士多德, 修辞学 §2.17.1-2.17.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.17.1-2.17.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。