Humanitext Reader

亚里士多德 · 修辞学 §2.11.1-2.11.7

敬慕的定义、易感者及其对象与轻视

第 49 段,共 98 段 · 希腊语

内容简介

给出与嫉妒相对立的高尚情感“敬慕”的定义,讨论易产生敬慕之人、敬慕对象(善事物和人)的特征,并阐述了其相反情感“轻视”。

§2.11.1πῶς δὲ ἔχοντες ζηλοῦσι καὶ τὰ ποῖα καὶ ἐπὶ τίσιν, ἐνθένδʼ ἐστὶ δῆλον·
人们处于什么状态下会产生敬慕,对什么事情以及对什么人产生敬慕,从以下内容中是显而易见的。
εἰ γάρ ἐστιν ζῆλος λύπη τις ἐπὶ φαινομένῃ παρουσίᾳ ἀγαθῶν ἐντίμων καὶ ἐνδεχομένων αὐτῷ λαβεῖν περὶ τοὺς ὁμοίους τῇ φύσει, οὐχ ὅτι ἄλλῳ ἀλλʼ ὅτι οὐχὶ καὶ αὑτῷ ἔστιν (διὸ καὶ ἐπιεικές ἐστιν ὁ ζῆλος καὶ ἐπιεικῶν, τὸ δὲ φθονεῖν φαῦλον καὶ φαύλων· ὁ μὲν γὰρ αὑτὸν παρασκευάζει διὰ τὸν ζῆλον τυγχάνειν τῶν ἀγαθῶν, ὁ δὲ τὸν πλησίον μὴ ἔχειν διὰ τὸν φθόνον), ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι τοὺς ἀξιοῦντας αὑτοὺς ἀγαθῶν ὧν μὴ ἔχουσιν, ἐνδεχομένων αὐτοῖς λαβεῖν·
因为,如果敬慕是指:对于自然状况与己相同的人身上显而易见的、荣誉的且自己也有可能获得的善事物的存在,所感到的一种痛苦,这并非因为别人拥有,而是因为自己没有拥有,(因此敬慕是一种高尚的感情,属于高尚的人,而嫉妒则是卑劣的,属于卑劣的人;因为前者通过敬慕使自己准备好去获得这些善事物,而后者通过嫉妒使邻人无法拥有它们),那么,那些认为自己配得上自己所没有但有可能获得的善事物的人,必然会产生敬慕。
οὐδεὶς γὰρ ἀξιοῖ τὰ φαινόμενα ἀδύνατα (διὸ οἱ νέοι καὶ οἱ μεγαλόψυχοι τοιοῦτοι).
因为没有人会认为自己配得上那些看起来不可能的事物(因此年轻人和心胸宽广的人就是这样的人)。
§2.11.2καὶ οἷς ὑπάρχει τοιαῦτα ἀγαθὰ ἃ τῶν ἐντίμων ἄξιά ἐστιν ἀνδρῶν· ἔστι δὲ ταῦτα πλοῦτος καὶ πολυφιλία καὶ ἀρχαὶ καὶ ὅσα τοιαῦτα· ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι, οἷα προσήκει τοῖς ἀγαθῶς ἔχουσι, ζηλοῦσι τὰ τοιαῦτα τῶν ἀγαθῶν.
还有那些拥有配得上受人尊敬之人的善事物的人;这些善事物是财富、众多的朋友、官职以及所有诸如此类的事物;因为,仿佛他们自己应当成为优秀的人一样,由于这些善事物属于那些处于优良状态的人,他们便敬慕这类善事物。
καὶ οὓς οἱ ἄλλοι ἀξιοῦσιν.
还有那些被别人认为配得上这些事物的人。
§2.11.3καὶ ὧν πρόγονοι ἢ συγγενεῖς ἢ οἰκεῖοι ἢ τὸ ἔθνος ἢ ἡ πόλις ἔντιμοι, ζηλωτικοὶ περὶ ταῦτα· οἰκεῖα γὰρ οἴονται αὑτοῖς εἶναι, καὶ ἄξιοι εἶναι τούτων.
还有那些其祖先、亲属、家属、民族或城邦享有荣誉的人,也会在这些事情上产生敬慕;因为他们认为这些事物属于他们自己,且自己配得上这些。
§2.11.4εἰ δʼ ἐστὶν ζηλωτὰ τὰ ἔντιμα ἀγαθά, ἀνάγκη τάς τε ἀρετὰς εἶναι τοιαύτας, καὶ ὅσα τοῖς ἄλλοις ὠφέλιμα καὶ εὐεργετικά (τιμῶσι γὰρ τοὺς εὐεργετοῦντας καὶ τοὺς ἀγαθούς), καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἔστιν, οἷον πλοῦτος καὶ κάλλος μᾶλλον ὑγιείας.
如果配得上荣誉的善事物是敬慕的对象,那么德性必然也是如此,以及所有对他人有益和有造福作用的事物(因为人们尊敬造福他人者和优秀的人),还有那些其享受可及于邻人的善事物,例如财富和美貌,而不是健康。
§2.11.5φανερὸν δὲ καὶ οἱ ζηλωτοὶ τίνες· οἱ γὰρ ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι ζηλωτοί· ἔστι δὲ ταῦτα τὰ εἰρημένα, οἷον ἀνδρεία σοφία ἀρχή (οἱ γὰρ ἄρχοντες πολλοὺς δύνανται εὖ ποιεῖν), στρατηγοί, ῥήτορες, πάντες οἱ τὰ τοιαῦτα δυνάμενοι.
显然,谁是受敬慕的人也是一目了然的;因为拥有这些和此类善事物的人是受敬慕的人;这些就是前面提到的,例如勇敢、智慧、官职(因为为官者能造福众人)、将军、修辞学家,以及所有拥有此类能力的人。
§2.11.6καὶ οἷς πολλοὶ ὅμοιοι βούλονται εἶναι, ἢ πολλοὶ γνώριμοι, ἢ φίλοι πολλοί, ἢ οὓς πολλοὶ θαυμάζουσιν, ἢ οὓς αὐτοὶ θαυμάζουσιν.
还有许多同等的人希望像他们一样的人,或者有许多熟人、或许多朋友的人,或者被许多人赞美的人,或者他们自己赞美的人。
§2.11.7καὶ ὧν ἔπαινοι καὶ ἐγκώμια λέγονται ἢ ὑπὸ ποιητῶν ἢ ὑπὸ λογογράφων.
还有那些被诗人或散文作家歌颂、赞美的人。
καταφρονοῦσιν δὲ τῶν ἐναντίων· ἐναντίον γὰρ ζήλῳ καταφρόνησίς ἐστι, καὶ τῷ ζηλοῦν τὸ καταφρονεῖν.
而他们轻视相反的人;因为轻视是敬慕的相反面,轻视也就是敬慕的相反行为。
ἀνάγκη δὲ τοὺς οὕτως ἔχοντας ὥστε ζηλῶσαί τινας ἢ ζηλοῦσθαι καταφρονητικοὺς εἶναι τούτων τε καὶ ἐπὶ τούτοις ὅσοι τὰ ἐναντία κακὰ ἔχουσι τῶν ἀγαθῶν τῶν ζηλωτῶν· διὸ πολλάκις καταφρονοῦσιν τῶν εὐτυχούντων, ὅταν ἄνευ τῶν ἐντίμων ἀγαθῶν ὑπάρχῃ αὐτοῖς ἡ τύχη.
因此,那些处于能敬慕他人或被他人敬慕之状态的人,必然轻视那些拥有与可敬慕之善事物相反的恶事物的人,并因这些恶事物而轻视他们;所以他们常常轻视幸运的人,当这些人的幸运在没有伴随可敬的善事物而存在时。
διʼ ὧν μὲν οὖν τὰ πάθη ἐγγίγνεται καὶ διαλύεται, ἐξ ὧν αἱ πίστεις γίγνονται περὶ αὐτῶν, εἴρηται.
因此,情感通过什么途径产生和消除,以及关于它们的说服从什么来源产生,已经谈过了。

词汇与语法注释

  1. §2.11.1εἰ γάρ ἐστιν ζῆλος ... ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι — 以 εἰ 开始的条件从句(εἰ γάρ ἐστιν ζῆλος...)的归结(主句),在夹杂了长括号插入语(διὸ καὶ ἐπιεικές ἐστιν...)之后,由 ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι... 开始的主句引出。这构成了一个长而复杂的条件句结构,在阅读时需要注意跨越括号插入成分的整体句法框架。
  2. §2.11.1οὐχ ὅτι ἄλλῳ ἀλλʼ ὅτι οὐχὶ καὶ αὑτῷ ἔστιν — οὐχ ὅτι... ἀλλʼ ὅτι... 句型,对比了敬慕(ζῆλος)与嫉妒(φθόνος)的本质区别:痛苦并非因为别人拥有(ἄλλῳ),而是因为自己没有拥有(οὐχὶ καὶ αὑτῷ)。
  3. §2.11.2ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι — προσῆκον 是无人称动词 προσήκει 的中性宾格分词,用作宾格绝对(accusative absolute),表示“因为……是合宜的”或“仿佛……是合宜的一样”。配合 ὡς 强调了他们主观上认为自己应当是优秀的人。
  4. §2.11.7καταφρονητικοὺς εἶναι τούτων τε καὶ ἐπὶ τούτοις — 形容词 καταφρονητικός 同时支配属格(τούτων)和 ἐπὶ 加与格(ἐπὶ τούτοις)。其中 τούτων 指被轻视的对象(人们),而 ἐπὶ τούτοις 表示轻视的依据或原因(由于那些不好的事物)。

引用这一段

亚里士多德, 修辞学 §2.11.1-2.11.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.11.1-2.11.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。