§2.13.1τὸ μὲν οὖν τῶν νέων τοιοῦτόν ἐστιν ἦθος, οἱ δὲ πρεσβύτεροι καὶ παρηκμακότες σχεδὸν ἐκ τῶν ἐναντίων τούτοις τὰ πλεῖστα ἔχουσιν ἤθη·
因此,年轻人的性格是这样的。 而年长者和过了盛年的人,在大多数情况下,几乎具有与这些相反的性格。
διὰ γὰρ τὸ πολλὰ ἔτη βεβιωκέναι καὶ πλείω ἐξηπατῆσθαι καὶ ἐξημαρτηκέναι, καὶ τὰ πλείω φαῦλα εἶναι τῶν πραγμάτων, οὔτε διαβεβαιοῦνται οὐδέν, ἧττόν τε ἄγανται πάντα ἢ δεῖ.
因为由于度过了许多岁月,经历了更多的欺骗和错误,且大多数事情都是糟糕的,他们对任何事都不做确定的断言,对一切事物的赞赏也少于应有的程度。
§2.13.2καὶ οἴονται, ἴσασι δʼ οὐδέν, καὶ ἀμφιδοξοῦντες προστιθέασιν ἀεὶ τὸ ἴσως καὶ τάχα, καὶ πάντα λέγουσιν οὕτως, παγίως δʼ οὐδέν.
他们只是以为,却一无所知,在犹豫不决中总是加上“也许”和“大概”,并且总是这样谈论所有的事情,而没有一件是确定的。
§2.13.3καὶ κακοήθεις εἰσίν· ἔστι γὰρ κακοήθεια τὸ ἐπὶ τὸ χεῖρον ὑπολαμβάνειν πάντα.
他们也心怀恶意;因为心怀恶意就是把一切事物都往坏处想。
ἔτι δὲ καχύποπτοί εἰσι διὰ τὴν ἀπιστίαν, ἄπιστοι δὲ διʼ ἐμπειρίαν.
此外,他们由于不信任而多疑,又由于经验而不信任。
§2.13.4καὶ οὔτε φιλοῦσιν σφόδρα οὔτε μισοῦσι διὰ ταῦτα, ἀλλὰ κατὰ τὴν Βίαντος ὑποθήκην καὶ φιλοῦσιν ὡς μισήσοντες καὶ μισοῦσιν ὡς φιλήσοντες.
由于这些原因,他们既不强烈地爱,也不强烈地恨,而是按照比亚斯的诫言,既像将来会恨一样去爱,也像将来会爱一样去恨。
§2.13.5καὶ μικρόψυχοι διὰ τὸ τεταπεινῶσθαι ὑπὸ τοῦ βίου· οὐδενὸς γὰρ μεγάλου οὐδὲ περιττοῦ ἀλλὰ τῶν πρὸς τὸν βίον ἐπιθυμοῦσι.
他们也气量狭小,因为已被生活所屈服;因为他们不渴望任何伟大或非凡的事物,而只渴望维持生活所需的事物。
§2.13.6καὶ ἀνελεύθεροι· ἓν γάρ τι τῶν ἀναγκαίων ἡ οὐσία, ἅμα δὲ καὶ διὰ τὴν ἐμπειρίαν ἴσασιν ὡς χαλεπὸν τὸ κτήσασθαι καὶ ῥᾴδιον τὸ ἀποβαλεῖν.
他们也吝啬;因为财产是必需品之一,同时由于经验,他们知道获取它有多难,而失去它有多容易。
§2.13.7καὶ δειλοὶ καὶ πάντα προφοβητικοί· ἐναντίως γὰρ διάκεινται τοῖς νέοις· κατεψυγμένοι γάρ εἰσιν, οἱ δὲ θερμοί, ὥστε προωδοπεποίηκε τὸ γῆρας τῇ δειλίᾳ· καὶ γὰρ ὁ φόβος κατάψυξίς τίς ἐστιν.
他们也胆小且对一切都预先感到恐惧;因为他们处于与年轻人相反的状态:他们是冰冷的,而年轻人是温热的,因而暮年为胆怯铺平了道路;因为恐惧就是一种冷却。
§2.13.8καὶ φιλόζωοι, καὶ μᾶλλον ἐπὶ τῇ τελευταίᾳ ἡμέρᾳ διὰ τὸ τοῦ ἀπόντος εἶναι τὴν ἐπιθυμίαν, καὶ οὗ ἐνδεεῖς, τούτου μάλιστα ἐπιθυμεῖν.
他们也留恋生命,尤其是在生命的最后一天,因为欲望指向不在场的事物,而人们最渴望的,正是自己所缺乏的东西。
§2.13.9καὶ φίλαυτοι μᾶλλον ἢ δεῖ· μικροψυχία γάρ τις καὶ αὕτη.
他们也比应有的更加自私;因为这也是一种气量狭小。
καὶ πρὸς τὸ συμφέρον ζῶσιν, ἀλλʼ οὐ πρὸς τὸ καλόν, μᾶλλον ἢ δεῖ, διὰ τὸ φίλαυτοι εἶναι· τὸ μὲν γὰρ συμφέρον αὐτῷ ἀγαθόν ἐστι, τὸ δὲ καλὸν ἁπλῶς.
并且由于自私,他们比应有的更加为了有用而生活,而不是为了高尚;因为有用的事物对个人而言是善,而高尚的事物则是绝对的善。
§2.13.10καὶ ἀναίσχυντοι μᾶλλον ἢ αἰσχυντηλοί· διὰ γὰρ τὸ μὴ φροντίζειν ὁμοίως τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὀλιγωροῦσι τοῦ δοκεῖν.
他们与其说是知耻,不如说是无耻;因为他们不同样地在乎高尚与有用,所以他们轻视别人的看法。
§2.13.11καὶ δυσέλπιδες διὰ τὴν ἐμπειρίαν (τὰ γὰρ πλείω τῶν γιγνομένων φαῦλά ἐστιν· ἀποβαίνει γὰρ τὰ πολλὰ ἐπὶ τὸ χεῖρον), καὶ ἔτι διὰ τὴν δειλίαν.
他们也由于经验而难以抱有希望(因为发生的事情大多数是糟糕的;因为大多数事情都向着更坏的方向发展),而且还由于胆怯。
§2.13.12καὶ ζῶσι τῇ μνήμῃ μᾶλλον ἢ τῇ ἐλπίδι· τοῦ γὰρ βίου τὸ μὲν λοιπὸν ὀλίγον τὸ δὲ παρεληλυθὸς πολύ, ἔστι δὲ ἡ μὲν ἐλπὶς τοῦ μέλλοντος ἡ δὲ μνήμη τῶν παροιχομένων·
他们依靠记忆生活甚于依靠希望;因为生命的余生很短,而过去的日子很长,希望属于未来,而记忆属于过去的事物。
ὅπερ αἴτιον καὶ τῆς ἀδολεσχίας αὐτοῖς· διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες· ἀναμιμνησκόμενοι γὰρ ἥδονται.
这也是他们爱唠叨的原因;因为他们总是讲述过去发生的事情;因为他们在回忆中获得快乐。
§2.13.13καὶ οἱ θυμοὶ ὀξεῖς μὲν ἀσθενεῖς δέ εἰσιν, καὶ αἱ ἐπιθυμίαι αἱ μὲν ἐκλελοίπασιν αἱ δὲ ἀσθενεῖς εἰσιν, ὥστε οὔτʼ ἐπιθυμητικοὶ οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας, ἀλλὰ κατὰ τὸ κέρδος· διὸ σωφρονικοὶ φαίνονται οἱ τηλικοῦτοι· αἵ τε γὰρ ἐπιθυμίαι ἀνείκασι καὶ δουλεύουσι τῷ κέρδει.
他们的愤怒急剧但软弱,而他们的欲望,有些已经消失,有些则是软弱的,因此他们既不充满渴望,也不按照欲望行动,而是按照利益行动;所以这个年龄的人看起来是克制的;因为他们的欲望已经减退,并且屈从于利益。
§2.13.14καὶ μᾶλλον ζῶσι κατὰ λογισμὸν ἢ κατὰ τὸ ἦθος· ὁ μὲν γὰρ λογισμὸς τοῦ συμφέροντος τὸ δʼ ἦθος τῆς ἀρετῆς ἐστιν.
他们依靠理性生活甚于依靠性格;因为理性关乎有用,而性格关乎美德。
καὶ τἀδικήματα ἀδικοῦσιν εἰς κακουργίαν, οὐκ εἰς ὕβριν.
他们所犯的侵权行为是出于恶意,而非出于傲慢。
§2.13.15ἐλεητικοὶ δὲ καὶ οἱ γέροντές εἰσιν, ἀλλʼ οὐ διὰ ταὐτὰ τοῖς νέοις· οἱ μὲν γὰρ διὰ φιλανθρωπίαν, οἱ δὲ διʼ ἀσθένειαν· πάντα γὰρ οἴονται ἐγγὺς εἶναι αὑτοῖς παθεῖν, τοῦτο δʼ ἦν ἐλεητικόν·
老人也富有同情心,但并非出于与年轻人相同的理由;因为年轻人是由于仁爱,而老人则是由于软弱;因为他们认为所有的痛苦都离自己很近,而这正是同情心的成因。
ὅθεν ὀδυρτικοί εἰσι, καὶ οὐκ εὐτράπελοι οὐδὲ φιλογέλοιοι· ἐναντίον γὰρ τὸ ὀδυρτικὸν τῷ φιλογέλωτι.
因此他们爱叹息,既不风趣也不爱笑;因为爱叹息的性格与爱笑是相反的。
§2.13.16τῶν μὲν οὖν νέων καὶ τῶν πρεσβυτέρων τὰ ἤθη τοιαῦτα, ὥστʼ ἐπεὶ ἀποδέχονται πάντες τοὺς τῷ σφετέρῳ ἤθει λεγομένους λόγους καὶ τοὺς ὁμοίους, οὐκ ἄδηλον πῶς χρώμενοι τοῖς λόγοις τοιοῦτοι φανοῦνται καὶ αὐτοὶ καὶ οἱ λόγοι.
那么,年轻人和年长者的性格就是如此。 既然所有人都接受符合自己性格并与其相似的言论,那么很明显,通过如何使用言论,我们自己和我们的言论都会显得具有这样的特征。