§2.10.1δῆλον δὲ καὶ ἐπὶ τίσι φθονοῦσι καὶ τίσι καὶ πῶς ἔχοντες, εἴπερ ἐστὶν ὁ φθόνος λύπη τις ἐπὶ εὐπραγίᾳ φαινομένῃ τῶν εἰρημένων ἀγαθῶν περὶ τοὺς ὁμοίους, μὴ ἵνα τι αὑτῷ, ἀλλὰ διʼ ἐκείνους· φθονήσουσι μὲν γὰρ οἱ τοιοῦτοι οἷς εἰσί τινες ὅμοιοι ἢ φαίνονται·
人们对什么事情、对什么人以及处于什么状态下产生嫉妒,也是显而易见的,如果嫉妒确实是指:对于同等的人在上述善事物方面显而易见的繁荣所感到的一种痛苦,这并非为了使自己获得什么,而是因为那些人的缘故;因为这样的人会对那些与他们同等或似乎同等的人产生嫉妒。
§2.10.2ὁμοίους δὲ λέγω κατὰ γένος, κατὰ συγγένειαν, καθʼ ἡλικίας, κατὰ ἕξεις, κατὰ δόξαν, κατὰ τὰ ὑπάρχοντα.
我所说的“同等的人”,是指在出身、血统、年龄、品质、名望、财产方面同等的人。
καὶ οἷς μικρὸν ἐλλείπει τοῦ μὴ πάντα ὑπάρχειν (διὸ οἱ μεγάλα πράττοντες καὶ οἱ εὐτυχοῦντες φθονεροί εἰσιν)· πάντας γὰρ οἴονται τὰ αὑτῶν φέρειν.
还有那些距离拥有一切仅差一步之遥的人(因此,成大业者和幸运者多有嫉妒心);因为他们认为所有人都在夺走属于他们自己的东西。
§2.10.3καὶ οἱ τιμώμενοι ἐπί τινι διαφερόντως, καὶ μάλιστα ἐπὶ σοφίᾳ ἢ εὐδαιμονίᾳ.
还有因某事而特别受到尊崇的人,尤其是因智慧或幸福而受尊崇的人。
καὶ οἱ φιλότιμοι φθονερώτεροι τῶν ἀφιλοτίμων.
追求荣誉的人比不追求荣誉的人更容易产生嫉妒。
καὶ οἱ δοξόσοφοι· φιλότιμοι γὰρ ἐπὶ σοφίᾳ.
自命不凡的聪明人也是如此,因为他们在智慧上追求荣誉。
καὶ ὅλως οἱ φιλόδοξοι περί τι φθονεροὶ περὶ τοῦτο.
总之,在某一方面追求名望的人,就会在这一方面产生嫉妒。
καὶ οἱ μικρόψυχοι· πάντα γὰρ μεγάλα δοκεῖ αὐτοῖς εἶναι.
还有心胸狭隘的人;因为在他们看来,一切事物都是伟大的。
§2.10.4ἐφʼ οἷς δὲ φθονοῦσι, τὰ μὲν ἀγαθὰ εἴρηται· ἐφʼ οἷς γὰρ φιλοδοξοῦσι καὶ φιλοτιμοῦνται ἔργοις ἢ κτήμασι καὶ ὀρέγονται δόξης, καὶ ὅσα εὐτυχήματά ἐστιν, σχεδὸν περὶ πάντα φθόνος ἔστι, καὶ μάλισταὧν αὐτοὶ ἢ ὀρέγονται ἢ οἴονται δεῖν αὑτοὺς ἔχειν, ἢ ὧν τῇ κτήσει μικρῷ ὑπερέχουσιν ἢ μικρῷ ἐλλείπουσιν.
至于人们嫉妒什么,那些善事物已经谈过了;因为,对于人们追求名望和荣誉的那些行为或财产,以及他们所渴望的名望,还有一切属于幸运的事物,几乎在所有这些事情上都存在着嫉妒,特别是那些他们自己要么渴望、要么认为自己应该拥有的事物,或者在拥有这些事物上他们要么略微胜过他人、要么略微逊色于他人。
§2.10.5φανερὸν δὲ καὶ οἷς φθονοῦσιν· ἅμα γὰρ εἴρηται· τοῖς γὰρ ἐγγὺς καὶ χρόνῳ καὶ τόπῳ καὶ ἡλικίᾳ καὶ δόξῃ φθονοῦσιν· ὅθεν εἴρηται
"
τὸ συγγενὲς γὰρ καὶ φθονεῖν ἐπίσταται.
人们嫉妒什么人,也是显而易见的;因为这已同时说明了;人们嫉妒那些在时间、空间、年龄和名望上与自己相近的人;所以说: “同族也懂得嫉妒。
"
καὶ πρὸς οὓς φιλοτιμοῦνται· φιλοτιμοῦνται γὰρ πρὸς τοὺς εἰρημένους, πρὸς δὲ τοὺς μυριοστὸν ἔτος ὄντας ἢ πρὸς τοὺς ἐσομένους ἢ τεθνεῶτας οὐδείς, οὐδὲ πρὸς τοὺς ἐφʼ Ἡρακλείαις στήλαις.
” 人们也嫉妒那些与自己争胜的人;因为人们只与上述那些人争胜,而没有人与一万年前的人、或将要出生的人、或已经死去的人争胜,也没有人与赫拉克勒斯之柱争胜。
οὐδʼ ὧν πολὺ οἴονται παρʼ αὐτοῖς ἢ παρὰ τοῖς ἄλλοις λείπεσθαι, οὐδʼ ὧν πολὺ ὑπερέχειν, ὡσαύτως καὶ ρὸς τούτους καὶ περὶ τὰ τοιαῦτα.
人们也绝不与那些在自己或他人看来自己远远落后的人争胜,也不与那些自己远远超过的人争胜,同样,对这些人以及在这些事情上也是如此。
§2.10.6ἐπεὶ δὲ πρὸς τοὺς ἀνταγωνιστὰς καὶ ἀντεραστὰς καὶ ὅλως τοὺς τῶν αὐτῶν ἐφιεμένους φιλοτιμοῦνται, ἀνάγκη μάλιστα τούτοις φθονεῖν, διόπερ εἴρηται
"
καὶ κεραμεὺς κεραμεῖ. "
既然人们与竞争对手、情敌以及总的来说追求相同事物的人争胜,那么必然最嫉妒这些人,因此说: “陶工陶工。
§2.10.8καὶ ὧν ἢ κεκτημένων ἢ κατορθούντων ὄνειδος αὐτοῖς (εἰσὶν δὲ καὶ οὗτοι οἱ ἐγγὺς καὶ ὅμοιοι)· δῆλον γὰρ ὅτι παρʼ αὐτοὺς οὐ τυγχάνουσι τοῦ ἀγαθοῦ, ὥστε τοῦτο λυποῦν ποιεῖ τὸν φθόνον.
” 还有那些人,如果他们拥有某些东西或取得成功,对这些人来说是一种耻辱(而这些人也是那些亲近和同等的人);因为显然是因为他们,自己才没有获得那份善事物,因此这种痛苦便产生了嫉妒。
§2.10.9καὶ τοῖς ἢ ἔχουσι ταῦτα ἢ κεκτημένοις ὅσα αὐτοῖς προσῆκεν ἢ ἐκέκτηντό ποτε· διὸ πρεσβύτεροί τε νεωτέροις
还有那些人,他们要么拥有、要么已经获得了本来属于自己、或者自己曾经拥有的东西;因此年长者嫉妒年轻者。
§2.10.10καὶ οἱ πολλὰ δαπανήσαντες εἰς ταὐτὸ τοῖς ὀλίγα φθονοῦσιν.
在同一目标上花费了大量钱财的人,会嫉妒那些花费很少的人。
§2.10.7καὶ τοῖς ταχὺ οἱ ἢ μόλις τυχόντες ἢ μὴ τυχόντες φθονοῦσιν.
那些费尽周折才获得、或根本没有获得的人,会嫉妒那些轻易获得的人。
§2.10.11δῆλον δὲ καὶ ἐφʼ οἷς χαίρουσιν οἱ τοιοῦτοι καὶ ἐπὶ τίσι καὶ πῶς ἔχοντες· ὡς γὰρ ἔχοντες λυποῦνται, οὕτως ἔχοντες ἐπὶ τοῖς ἐναντίοις ἡσθήσονται.
显而易见,这样的人会对什么事情感到高兴、对什么人以及处于什么状态下感到高兴;因为既然他们处于某种状态时会感到痛苦,那么在处于相同状态时,他们就会对相反的事情感到高兴。
ὥστε ἂν αὐτοὶ μὲν παρασκευασθῶσιν οὕτως ἔχειν, οἱ δʼ ἐλεεῖσθαι ἢ τυγχάνειν τινὸς ἀγαθοῦ ἀξιοῦντες ὦσιν οἷοι οἱ εἰρημένοι, δῆλον ὡς οὐ τεύξονται ἐλέου παρὰ τῶν κυρίων.
因此,如果他们自己被引导处于这种状态,而那些要求得到怜悯或要求获得某种善事物的人正是上述那样的人,显而易见,他们将不会从有决定权的人那里获得怜悯。