Humanitext Reader

亚里士多德 · 修辞学 §2.1.1-2.1.9

演说者品格与听众情感在说服中的作用

第 34 段,共 98 段 · 希腊语

内容简介

亚里士多德指出修辞学旨在做出裁决,并强调说话者自身的可信度(知虑、美德与好意)以及听众的情感状态在说服过程中的关键作用,同时提出了分析每种情感的三个维度。

§2.1.1ἐκ τίνων μὲν οὖν δεῖ καὶ προτρέπειν καὶ ἀποτρέπειν, καὶ ἐπαινεῖν καὶ ψέγειν, καὶ κατηγορεῖν καὶ ἀπολογεῖσθαι, καὶ ποῖαι δόξαι καὶ προτάσεις χρήσιμοι πρὸς τὰς τούτων πίστεις, ταῦτʼ ἐστίν·
那么,应当从哪些论点出发去劝说和阻止,去赞美和非难,去控告和辩护,以及哪些意见和前提对这些说服手段是有用的,这就是全部内容。
περὶ γὰρ τούτων καὶ ἐκ τούτων τὰ ἐνθυμήματα, ὡς περὶ ἕκαστον εἰπεῖν ἰδίᾳ τὸ γένος τῶν λόγων.
因为修辞推论是关于这些并从这些中产生的,姑且可以说是针对每一种具体言论而言的。
§2.1.2ἐπεὶ δὲ ἕνεκα κρίσεώς ἐστιν ἡ ῥητορική (καὶ γὰρ τὰς συμβουλὰς κρίνουσι καὶ ἡ δίκη κρίσις ἐστίν), ἀνάγκη μὴ μόνον πρὸς τὸν λόγον ὁρᾶν, ὅπως ἀποδεικτικὸς ἔσται καὶ πιστός, ἀλλὰ καὶ αὑτὸν ποιόν τινα καὶ τὸν κριτὴν κατασκευάζειν·
由于修辞学是为了裁决(因为人们对建议进行裁决,且诉讼也是一种裁决),因此不仅要关注言论本身,使其具有论证性和可信性,而且还要将自己塑造成某种性格,并引导裁判官。
§2.1.3πολὺ γὰρ διαφέρει πρὸς πίστιν, μάλιστα μὲν ἐν ταῖς συμβουλαῖς, εἶτα καὶ ἐν ταῖς δίκαις, τό τε ποιόν τινα φαίνεσθαι τὸν λέγοντα καὶ τὸ πρὸς αὑτοὺς ὑπολαμβάνειν πως διακεῖσθαι αὐτόν, πρὸς δὲ τούτοις ἐὰν καὶ αὐτοὶ διακείμενοί πως τυγχάνωσιν.
因为这对于确立信任而言关系重大,首先是在建议中,其次是在诉讼中,即说话者显得具有某种性格,并且听众设想他对他们持有某种态度,此外,如果他们自己也恰好处于某种心境中。
§2.1.4τὸ μὲν οὖν ποιόν τινα φαίνεσθαι τὸν λέγοντα χρησιμώτερον εἰς τὰς συμβουλάς ἐστιν, τὸ δὲ διακεῖσθαί πως τὸν ἀκροατὴν εἰς τὰς δίκας·
因此,说话者显得具有某种性格在建议中更有用,而听众处于某种心境在诉讼中更有用。
οὐ γὰρ ταὐτὰ φαίνεται φιλοῦσι καὶ μισοῦσιν, οὐδʼ ὀργιζομένοις καὶ πράως ἔχουσιν, ἀλλʼ ἢ τὸ παράπαν ἕτερα ἢ κατὰ μέγεθος ἕτερα·
因为对于爱者和恨者,对于愤怒者和温和者,事物呈现的面貌是不一样的,或者是完全不同,或者是程度不同。
τῷ μὲν γὰρ φιλοῦντι περὶ οὗ ποιεῖται τὴν κρίσιν ἢ οὐκ ἀδικεῖν ἢ μικρὰ δοκεῖ ἀδικεῖν, τῷ δὲ μισοῦντι τοὐναντίον· καὶ τῷ μὲν ἐπιθυμοῦντι καὶ εὐέλπιδι ὄντι, ἐὰν ᾖ τὸ ἐσόμενον ἡδύ, καὶ ἔσεσθαι καὶ ἀγαθὸν ἔσεσθαι φαίνεται, τῷ δʼ ἀπαθεῖ ἢ καὶ δυσχεραίνοντι τοὐναντίον.
因为对于爱者来说,他对其进行裁决的人要么显得没有犯错,要么显得只犯了小错,而对于恨者来说则相反;对于渴望并抱有希望的人来说,如果未来的事情是令人愉快的,它就显得既会发生,而且是好事的发生,而对于冷漠或甚至反感的人来说则相反。
§2.1.5τοῦ μὲν οὖν αὐτοὺς εἶναι πιστοὺς τοὺς λέγοντας τρία ἐστὶ τὰ αἴτια· τοσαῦτα γάρ ἐστι διʼ ἃ πιστεύομεν ἔξω τῶν ἀποδείξεων.
使说话者自身获得信任的原因有三个;因为除了论证之外,我们据以相信的因素就只有这么多。
ἔστι δὲ ταῦτα φρόνησις καὶ ἀρετὴ καὶ εὔνοια·
这些就是知虑、美德和好意。
διαψεύδονται γὰρ περὶ ὧν λέγουσιν ἢ συμβουλεύουσιν ἢ διʼ ἅπαντα ταῦτα ἢ διὰ τούτων τι· §2.1.6ἢ γὰρ διʼ ἀφροσύνην οὐκ ὀρθῶς δοξάζουσιν, ἢ δοξάζοντες ὀρθῶς διὰ μοχθηρίαν οὐ τὰ δοκοῦντα λέγουσιν, ἢ φρόνιμοι μὲν καὶ ἐπιεικεῖς εἰσιν ἀλλʼ οὐκ εὖνοι, διόπερ ἐνδέχεται μὴ τὰ βέλτιστα συμβουλεύειν γιγνώσκοντας, καὶ παρὰ ταῦτα οὐδέν.
因为人们在他们所说或所建议的事情上犯错,要么是由于缺乏所有这些,要么是由于缺乏其中的某一项;因为要么是由于愚蠢而没有正确地形成意见,要么是虽然正确地形成意见,但由于邪恶而不说出他们所想的,或者他们虽是聪明和正直的,但缺乏好意,因此即使知道最善的策,也有可能不予建议,而除此之外别无他因。
ἀνάγκη ἄρα τὸν ἅπαντα δοκοῦντα ταῦτʼ ἔχειν εἶναι τοῖς ἀκροωμένοις πιστόν.
因此,显得拥有所有这些的人,对听众来说必然是可信的。
§2.1.7ὅθεν μὲν οὖν φρόνιμοι καὶ σπουδαῖοι φανεῖεν ἄν, ἐκ τῶν περὶ τὰς ἀρετὰς διῃρημένων ληπτέον· ἐκ γὰρ τῶν αὐτῶν κἂν ἕτερόν τις κἂν ἑαυτὸν κατασκευάσειε τοιοῦτον· περὶ δʼ εὐνοίας καὶ φιλίας ἐν τοῖς περὶ τὰ πάθη λεκτέον.
至于如何才能显得聪明和高尚,应当从有关美德的分类中获取;因为从同样的源泉中,人们既可以把别人也可以把自己塑造成这样的人;但关于好意和友谊,我们必须在关于情感的章节中讨论。
§2.1.8ἔστι δὲ τὰ πάθη διʼ ὅσα μεταβάλλοντες διαφέρουσι πρὸς τὰς κρίσεις οἷς ἕπεται λύπη καὶ ἡδονή, οἷον ὀργὴ ἔλεος φόβος καὶ ὅσα ἄλλα τοιαῦτα, καὶ τὰ τούτοις ἐναντία.
情感是那些通过使人们发生变化从而使其在裁决上产生差异的状态,并且伴随着痛苦和快乐,例如愤怒、怜悯、恐惧以及所有其他类似的情感,和它们的对立面。
§2.1.9δεῖ δὲ διαιρεῖν περὶ ἕκαστον εἰς τρία, λέγω δʼ οἷον περὶ ὀργῆς πῶς τε διακείμενοι ὀργίλοι εἰσί, καὶ τίσιν εἰώθασιν ὀργίζεσθαι, καὶ ἐπὶ ποίοις· εἰ γὰρ τὸ μὲν ἓν ἢ τὰ δύο ἔχοιμεν τούτων, ἅπαντα δὲ μή, ἀδύνατον ἂν εἴη τὴν ὀργὴν ἐμποιεῖν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
我们必须对每种情感分为三个方面进行讨论,我的意思是,例如关于愤怒,人们在何种心境下容易发怒,他们习惯对谁发怒,以及在何种缘由上发怒;因为如果我们只掌握其中的一个或两个,而没有掌握全部,就不可能激起愤怒;对于其他情感也是如此。
ὥσπερ οὖν καὶ ἐπὶ τῶν προειρημένων διεγράψαμεν τὰς προτάσεις, οὕτω καὶ περὶ τούτων ποιήσωμεν καὶ διέλωμεν τὸν εἰρημένον τρόπον.
因此,正如我们对前面提到的主题描绘了其前提一样,我们对这些情感也同样进行论述,并按照所述的方法进行划分。

词汇与语法注释

  1. 1377bὡς περὶ ἕκαστον εἰπεῖν ἰδίᾳ τὸ γένος τῶν λόγων — 不定词 `εἰπεῖν` 连同 `ὡς` 一起用作限制性的绝对不定词(意为“言之”、“就……而言”),此处用于限定上下文,表示“就对每类言论分别进行讨论而言”。
  2. §2.1.2αὑτὸν ποιόν τινα καὶ τὸν κριτὴν κατασκευάζειν — 动词 `κατασκευάζειν` 支配两个并列的宾语 `αὑτόν`(自身)和 `τὸν κριτήν`(裁判官),但在语义上带有轻微不同的侧重点:对于自身而言,意为“将自己塑造为”某种性格(ethos);对于裁判官而言,则意为“将裁判官引导至”某种情感状态(pathos)。
  3. §2.1.3τό τε ποιόν τινα φαίνεσθαι τὸν λέγοντα καὶ τὸ πρὸς αὑτοὺς ὑπολαμβάνειν πως διακεῖσθαι αὐτόν — 由 `τε... καί` 连接的两组冠词不定词短语共同作为非人称动词 `διαφέρει` 的主语。在第二个短语中,`ὑπολαμβάνειν`(设想)的主语是听众(由上下文补充),而 `αὐτόν`(指代说话者)则是其内层不定词 `διακεῖσθαι`(处于某种态度)的宾格主语。
  4. §2.1.5τοῦ μὲν οὖν αὐτοὺς εἶναι πιστοὺς τοὺς λέγοντας — 属格冠词 `τοῦ` 将整个不定词短语 `αὐτοὺς εἶναι πιστοὺς τοὺς λέγοντας` 名词化,作为主语 `τὰ αἴτια`(原因)的同格或解释性属格。代词 `αὐτούς` 起强调作用,修饰 `τοὺς λέγοντας`(说话者自身)。

引用这一段

亚里士多德, 修辞学 §2.1.1-2.1.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:2.1.1-2.1.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。