Humanitext Reader

亚里士多德 · 修辞学 §1.15.26-1.15.33

关于刑讯证言与誓约的论辩要点

第 33 段,共 98 段 · 希腊语

内容简介

本节阐述了论证通过拷问所得证言有效与否的方法,接着介绍了围绕提出或接受誓约的四种情况的论辩论题,并以应对过去誓约与当前主张相冲突的策略结束了对非艺术说服手段的讨论。

§1.15.26αἱ δὲ βάσανοι μαρτυρίαι τινές εἰσιν, ἔχειν δὲ δοκοῦσι τὸ πιστόν, ὅτι ἀνάγκη τις πρόσεστιν.
拷问(所得的证言)也是一种证言,人们认为它具有可信度,是因为其中伴随着某种强制。
οὔκουν χαλεπὸν οὐδὲ περὶ τούτων εἰπεῖν τὰ ἐνδεχόμενα, ἐξ ὧν ἐάν τε ὑπάρχωσιν οἰκεῖαι αὔξειν ἔστιν, ὅτι ἀληθεῖς μόναι τῶν μαρτυριῶν εἰσιν αὗται, ἐάν τε ὑπεναντίαι ὦσι καὶ μετὰ τοῦ ἀμφισβητοῦντος, διαλύοι ἄν τις τἀληθῆ λέγων καθʼ ὅλου τοῦ γένους τῶν βασάνων·
因此,关于这一点,说明可用的论点并不困难。 如果拷问结果对自己有利,就可以借此加以强调,主张在所有证言中只有这种证言才是真实的;如果拷问结果不利于己而有利于对手,则可以通过阐明关于拷问这一整类事物的真相来予以驳斥。
οὐδὲν γὰρ ἧττον ἀναγκαζόμενοι τὰ ψευδῆ λέγουσιν ἢ τἀληθῆ, καὶ διακαρτεροῦντες μὴ λέγειν τἀληθῆ, καὶ ῥᾳδίως καταψευδόμενοι ὡς παυσόμενοι θᾶττον.
因为受强制的人说谎并不亚于说真话,他们既能为了不说真话而坚持忍受,也会为了能更快结束痛苦而轻易造谣。
δεῖ δὲ ἔχειν ἐπαναφέρειν ἐπὶ τοιαῦτα γεγενημένα παραδείγματα ἃ ἴσασιν οἱ κρίνοντες.
必须能够引用裁判官所熟知的、实际发生过的此类先例。
δεῖ δὲ λέγειν ὡς οὐκ εἰσὶν ἀληθεῖς αἱ βάσανοι· πολλοὶ μὲν γὰρ παχύφρονες καὶ λιθόδερμοι καὶ ταῖς ψυχαῖς ὄντες δυνατοὶ γενναίως ἐγκαρτεροῦσι ταῖς ἀνάγκαις, οἱ δὲ δειλοὶ καὶ εὐλαβεῖς πρὸ τοῦ τὰς ἀνάγκας ἰδεῖν αὐτῶν καταθαρροῦσιν, ὥστε οὐδὲν ἔστι πιστὸν ἐν βασάνοις.
而且应当指出拷问并不可靠;因为许多迟钝且皮厚的人,由于心灵坚强,能够高尚地忍受强制,而那些胆怯和多疑的人,在看到强制手段之前就已经屈服,因此在拷问中毫无可信度可言。
§1.15.27περὶ δʼ ὅρκων τετραχῶς ἔστι διελεῖν· ἢ γὰρ δίδωσι καὶ λαμβάνει, ἢ οὐδέτερον, ἢ τὸ μὲν τὸ δʼ οὔ, καὶ τούτων ἢ δίδωσιν μὲν οὐ λαμβάνει δέ, ἢ λαμβάνει μὲν δίδωσιν δὲ οὔ.
关于誓约,可以分为四种情况:要么提出并接受,要么两者都不,要么做其一而不做其二,而在后者中,要么提出但不接受,要么接受但不提出。
ἔτι ἄλλως παρὰ ταῦτα, εἰ ὀμώμοσται οὗτος ὑπʼ αὐτοῦ ἢ ὑπʼ ἐκείνου.
此外,除这些之外还有另一种情况,即该誓约已被自己或对方宣誓过。
§1.15.28οὐ δίδωσιν μὲν οὖν, ὅτι ῥᾳδίως ἐπιορκοῦσιν, καὶ ὅτι ὁ μὲν ὀμόσας οὐκ ἀποδίδωσιν, τοὺς δὲ μὴ ὀμόσαντος οἴεται καταδικάσειν, καὶ οὗτος ὁ κίνδυνος κρείττων, ὁ ἐν τοῖς δικασταῖς· τοῖς μὲν γὰρ πιστεύει τῷ δʼ οὔ.
因此,不提出誓约的原因在于,人们很容易作伪誓,而且对方即便宣誓也不会归还,而自己若不宣誓,则认为裁判官会判对方有罪;且由裁判官来裁决的这种风险更好,因为自己信任裁判官,而不信任对方。
§1.15.29οὐ λαμβάνει δʼ, ὅτι ἀντὶ χρημάτων ὅρκος, καὶ ὅτι εἰ ἦν φαῦλος, κατωμόσατο ἄν· κρεῖττον γὰρ ἂν ἦν ἕνεκά του φαῦλον εἶναι ἢ μηδενός·
不接受誓约的原因在于,誓约是代替金钱的,而且如果自己是恶人,早就会作伪誓了;因为为了某种目的而作恶,总比无缘无故作恶要好。
ὀμόσας μὲν οὖν ἕξει, μὴ ὀμόσας δʼ οὔ· οὕτως δὲ διʼ ἀρετὴν ἂν εἴη, ἀλλʼ οὐ διʼ ἐπιορκίαν, τὸ μή.
也就是说,宣誓了就能得到,不宣誓就得不到;因此,不宣誓是由于美德,而不是由于害怕作伪誓。
καὶ τὸ τοῦ Ξενοφάνους ἁρμόττει, ὅτι οὐκ ἴση πρόκλησις αὕτη τἀσεβεῖ πρὸς εὐσεβῆ , ἀλλʼ ὁμοία καὶ εἰ ἰσχυρὸς ἀσθενῆ πατάξαι ἢ πληγῆναι προκαλέσαιτο.
而且克塞诺芬尼的话也很适用,即这对于不敬神者对敬神者而言并非对等的挑战,而正如一个强壮的人挑战一个软弱的人去打人或挨打一样。
§1.15.30εἰ δὲ λαμβάνει, ὅτι πιστεύει αὑτῷ, ἐκείνῳ δʼ οὔ.
如果接受誓约,则是因为信任自己,而不信任对方。
καὶ τὸ τοῦ Ξενοφάνους μεταστρέψαντα φατέον οὕτως ἴσον εἶναι ἂν ὁ μὲν ἀσεβὴς διδῷ, ὁ δʼ εὐσεβὴς ὀμνύῃ· δεινόν τε τὸ μὴ θέλειν αὐτόν, ὑπὲρ ὧν ἐκείνους ἀξιοῖ ὀμόσαντας δικάζειν.
而且应该把克塞诺芬尼的话反过来说,如果由不敬神者提出而由敬神者来宣誓,那才是对等的;并且,如果对方要求裁判官们必须在宣誓之下裁决那些事情,而自己却不愿意就这些事情宣誓,那是极其荒谬的。
§1.15.31εἰ δὲ δίδωσιν, ὅτι εὐσεβὲς τὸ θέλειν τοῖς θεοῖς ἐπιτρέπειν, καὶ ὅτι οὐδὲν δεῖ αὐτὸν ἄλλων δικαστῶν δεῖσθαι (αὐτοῖς γὰρ δίδωσι κρίσιν), §1.15.32καὶ ὅτι ἄτοπον τὸ μὴ θέλειν ὀμνύναι περὶ ὧν ἄλλους ἀξιοῦσιν ὀμνύναι.
如果提出誓约,则是因为愿意将事情托付给神明是敬神的表现,而且自己不需要其他的裁判官,因为自己已经把裁决权交给了对手本身,而且,对于他们要求别人宣誓的事情,他们自己却不愿意宣誓,这是荒谬的。
ἐπεὶ δὲ καθʼ ἕκαστον δῆλον ὅπως λεκτέον, καὶ συνδυαζομένων πῶς λεκτέον δῆλον, οἷον εἰ αὐτὸς μὲν θέλει λαμβάνειν διδόναι δὲ μή, καὶ εἰ δίδωσι μὲν λαμβάνειν δὲ μὴ θέλει, καὶ εἰ λαμβάνειν καὶ διδόναι θέλει εἴτε μηδέτερον·
既然在每种单独的情况下应当如何论述已经很明显,那么在它们组合在一起时应当如何论述也同样很明显,例如,如果自己想接受但不愿意提出,或者如果自己提出但不愿意接受,或者既想接受又想提出,或者两者都不。
ἐκ γὰρ τῶν εἰρημένων ἀνάγκη συγκεῖσθαι, ὥστε καὶ τοὺς λόγους συγκεῖσθαι ἐκ τῶν εἰρημένων.
因为这些论证必定是由上述内容组合而成的,因此言论也同样是由上述内容组合而成的。
ἐὰν δὲ ᾖ γεγενημένος ὑφʼ αὑτοῦ καὶ ἐναντίος, ὅτι οὐκ ἐπιορκία· ἑκούσιον γὰρ τὸ ἀδικεῖν, τὸ δʼ ἐπιορκεῖν ἀδικεῖν ἐστι, τὰ δὲ βίᾳ καὶ ἀπάτῃ ἀκούσια.
如果誓约是由自己订立且与当前相反的,则应主张这不是作伪誓;因为行不义是自愿的,而作伪誓就是行不义,但因强迫和欺骗而做出的行为则是非自愿的。
§1.15.33ἐνταῦθα οὖν συνακτέον καὶ τὸ ἐπιορκεῖν, ὅτι ἔστι τὸ τῇ διανοίᾳ ἀλλʼ οὐ τῷ στόματι.
因此,在这种情况下,必须得出结论,作伪誓是在于内心,而不在于口舌。
ἐὰν δὲ τῷ ἀντιδίκῳ ᾖ ὑπεναντίος καὶ ὀμωμοσμένος, ὅτι πάντα ἀναιρεῖ μὴ ἐμμένων οἷς ὤμοσεν· διὰ γὰρ τοῦτο καὶ τοῖς νόμοις χρῶνται ὀμόσαντες.
如果誓约是由对手宣誓且与当前相反,则应主张,他不遵守自己宣誓的内容就是在推翻一切;因为正是为了这个缘故,人们才在宣誓之下使用法律。
καὶ ὑμᾶς μὲν ἀξιοῦσιν ἐμμένειν οἷς ὀμόσαντες δικάζετε, αὐτοὶ δὲ οὐκ ἐμμένουσιν .
而且“他们要求你们遵守你们在宣誓之下进行裁判的内容,而他们自己却不遵守”。
καὶ ὅσα ἂν ἄλλα αὔξων τις εἴπειεν.
以及其他任何可以用来进行强调阐述的内容。
περὶ μὲν οὖν τῶν ἀτέχνων πίστεων εἰρήσθω τοσαῦτα.
关于非艺术的说服手段,就谈到这里。

词汇与语法注释

  1. 1.15.28τοὺς δὲ μὴ ὀμόσαντος — 此处的 `τοὺς δὲ μὴ ὀμόσαντος` 亦有异文写作 `τοὺς δὲ μὴ ὀμόσαντας`。如果保留属格 `ὀμόσαντος`,它应被视为省略了人称代词(如 `ἐμοῦ`)的名词化用法,作为不定式 `καταδικάσειν` 的属格宾语(“判决未宣誓者有罪”)。而 `τοὺς`(裁判官们)则是该不定式的动作主体(主格)。
  2. 1.15.29τὸ μή — 带有否定词的单数中性冠词 `τὸ μή`,指代前文“不接受”或“无法得到”(源于前文 `μὴ ὀμόσας δʼ οὕ`)的化名无定式句。它在此作为主语或同位语,用以表明这种拒绝是出于美德。
  3. 1.15.32ᾖ γεγενημένος ὑφʼ αὑτοῦ — 由虚拟式动词 `ᾖ` 与完成时分词 `γεγενημένος` 构成的迂回表达(periphrasis)。省略的主语是承接前文的单数形式 `ὅρκος`(誓约),而 `ὑφʼ αὑτοῦ` 表示施动者(“由自己订立的”)。

引用这一段

亚里士多德, 修辞学 §1.15.26-1.15.33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.15.26-1.15.33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。