§1.9.32ἐπεὶ δʼ ἐκ τῶν πράξεων ὁ ἔπαινος, ἴδιον δὲ τοῦ σπουδαίου τὸ κατὰ προαίρεσιν, πειρατέον δεικνύναι πράττοντα κατὰ προαίρεσιν, χρήσιμον δὲ τὸ πολλάκις φαίνεσθαι πεπραχότα· διὸ καὶ τὰ συμπτώματα καὶ τὰ ἀπὸ τύχης ὡς ἐν προαιρέσει ληπτέον· ἂν γὰρ πολλὰ καὶ ὅμοια προφέρηται, σημεῖον ἀρετῆς εἶναι δόξει καὶ προαιρέσεως.
由于赞美源于行为,而德行高尚者的特征在于依据抉择而行动,因此我们必须努力表明赞美对象是依据抉择而行动的,并且表明他多次这样做是有益的;因此,即使是偶然事件和来自运气的事件,也必须被视作是依据抉择而做出的;因为如果呈现出许多相似的事情,就会被认为是美德和抉择的征兆。
§1.9.33ἔστιν δʼ ἔπαινος λόγος ἐμφανίζων μέγεθος ἀρετῆς.
赞美是展示美德之伟大的言论。
δεῖ οὖν τὰς πράξεις ἐπιδεικνύναι ὡς τοιαῦται.
因此,我们必须将诸般行为展示为属于此类。
τὸ δʼ ἐγκώμιον τῶν ἔργων ἐστίν (τὰ δὲ κύκλῳ εἰς πίστιν, οἷον εὐγένεια καὶ παιδεία· εἰκὸς γὰρ ἐξ ἀγαθῶν ἀγαθοὺς καὶ τὸν οὕτω τραφέντα τοιοῦτον εἶναι), διὸ καὶ ἐγκωμιάζομεν πράξαντας.
另一方面,颂德是针对功绩的(而周围的条件,例如高贵的出身和教育,是为了确证的目的;因为好人出自好人,以这种方式抚养长大的人也自然是这样的人),这就是为什么我们在颂德中称赞那些付诸行动的人。
τὰ δʼ ἔργα σημεῖα τῆς ἕξεώς ἐστιν, ἐπεὶ ἐπαινοῖμεν ἂν καὶ μὴ πεπραγότα, εἰ πιστεύοιμεν εἶναι τοιοῦτον.
但功绩是状态的征兆,因为即使某人没有行动,如果我们相信他是这样的人,我们也会赞美他。
§1.9.34μακαρισμὸς δὲ καὶ εὐδαιμονισμὸς αὑτοῖς μὲν ταὐτά, τούτοις δʼ οὐ ταὐτά, ἀλλʼ ὥσπερ ἡ εὐδαιμονία τὴν ἀρετήν, καὶ ὁ εὐδαιμονισμὸς περιέχει ταῦτα.
祝运和祝幸彼此相同,但与这些并不相同;相反,正如幸福包含美德一样,祝幸也包含这些。
§1.9.35ἔχει δὲ κοινὸν εἶδος ὁ ἔπαινος καὶ αἱ συμβουλαί.
赞美和劝告具有共同的形式。
ἃ γὰρ ἐν τῷ συμβουλεύειν ὑπόθοιο ἄν, ταῦτα μετατεθέντα τῇ λέξει ἐγκώμια γίγνεται.
因为你在劝告中所建议的事物,只要改变其表达方式,就会变成颂德。
§1.9.36ἐπεὶ οὖν ἔχομεν ἃ δεῖ πράττειν καὶ ποῖόν τινα εἶναι δεῖ, ταῦτα ὡς ὑποθήκας λέγοντας τῇ λέξει μετατιθέναι δεῖ καὶ στρέφειν, οἷον ὅτι οὐ δεῖ μέγα φρονεῖν ἐπὶ τοῖς διὰ τύχην ἀλλὰ τοῖς διʼ αὑτόν.
既然我们已经知道应该做什么以及应该成为什么样的人,我们就必须在将这些作为建议进行陈述时,改变并转换其表达方式;例如,“人不应该为由于运气而来的事物感到自豪,而应该为由于自身而来的事物感到自豪”。
οὕτω μὲν οὖν λεχθὲν ὑποθήκην δύναται, ὡδὶ δʼ ἔπαινον
μέγα φρονῶν οὐκ ἐπὶ τοῖς διὰ τύχην ὑπάρχουσιν ἀλλὰ τοῖς διʼ αὑτόν
.
这样说便具有建议的力量,而这样说则具有赞美的力量:“不为因运气而拥有的事物感到自豪,而为因自身而来的事物感到自豪”。
ὥστε ὅταν ἐπαινεῖν βούλῃ, ὅρα τί ἂν ὑπόθοιο· καὶ ὅταν ὑποθέσθαι, ὅρα τί ἂν ἐπαινέσειας.
因此,当你想要赞美时,且看你会提出什么建议;当你想要建议时,且看你会赞美什么。
§1.9.37ἡ δὲ λέξις ἔσται ἀντικειμένη ἐξ ἀνάγκης ὅταν τὸ μὲν κωλῦον τὸ δὲ μὴ κωλῦον μετατεθῇ.
而且当禁止的一方和不禁止的一方被调换时,表达方式必然会变得相反。
§1.9.38χρηστέον δὲ καὶ τῶν αὐξητικῶν πολλοῖς, οἷον εἰ μόνος ἢ πρῶτος ἢ μετʼ ὀλίγων ἢ καὶ μάλιστα πεποίηκεν· ἅπαντα γὰρ ταῦτα καλά.
我们还必须使用许多夸张的手段,例如他是否是独自、首次、与少数人一起、或者最大程度地做成了某事;因为所有这些都是美的。
καὶ τῷ ἐκ τῶν χρόνων καὶ τῶν καιρῶν· τούτῳ δʼ εἰ παρὰ τὸ προσῆκον.
还要利用来自时机和机会的手段;在此情况下,看它是否违背了本分。
καὶ εἰ πολλάκις τὸ αὐτὸ κατώρθωκεν· μέγα γὰρ καὶ οὐκ ἀπὸ τύχης ἀλλὰ διʼ αὑτοῦ ἂν δόξειεν.
以及他是否多次成功地做成了同一件事;因为这会被认为是伟大的,并非出于运气,而是由于他自己。
καὶ εἰ τὰ προτρέποντα καὶ τιμῶντα διὰ τοῦτον εὕρηται καὶ κατεσκευάσθη, καὶ εἰς τοῦτον πρῶτον ἐγκώμιον ἐποιήθη, οἷον εἰς Ἱππόλοχον, καὶ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ ἐν ἀγορᾷ σταθῆναι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐναντίων.
以及是否因为他而设计和确立了鼓励和表彰的事物,以及是否为他作了第一篇颂德,例如为希波洛霍斯,以及为哈尔莫迪奥斯和阿里斯托革同在广场上设立雕像;对于相反的情况也是如此。
κἂν μὴ καθʼ αὑτὸν εὐπορῇς, πρὸς ἄλλους ἀντιπαραβάλλειν, ὅπερ Ἰσοκράτης ἐποίει διὰ τὴν ἀσυνήθειαν τοῦ δικολογεῖν.
如果仅凭他自身无法获得充足的素材,就必须与其他的人进行对比,这正是伊索克拉特斯因为不习惯法廷辩护而经常做的事情。
δεῖ δὲ πρὸς ἐνδόξους συγκρίνειν· αὐξητικὸν γὰρ καὶ καλόν, εἰ σπουδαίων βελτίων.
而且我们必须与名望显赫的人进行比较;因为如果比优秀的人还要好,这具有夸张的效果并且是美的。
§1.9.39πίπτει δʼ εὐλόγως ἡ αὔξησις εἰς τοὺς ἐπαίνους· ἐν ὑπεροχῇ γάρ ἐστιν, ἡ δʼ ὑπεροχὴ τῶν καλῶν· διὸ κἂν μὴ πρὸς τοὺς ἐνδόξους, ἀλλὰ πρὸς τοὺς ἄλλους δεῖ παραβάλλειν, ἐπείπερ ἡ ὑπεροχὴ δοκεῖ μηνύειν ἀρετήν.
夸张自然而然地归入赞美之中;因为赞美与卓越有关,而卓越属于美的事物;因此,即使不与名望显赫的人相比,也必须与普通人进行对比,因为卓越看来能够展示美德。
§1.9.40ὅλως δὲ τῶν κοινῶν εἰδῶν ἅπασι τοῖς λόγοις ἡ μὲν αὔξησις ἐπιτηδειοτάτη τοῖς ἐπιδεικτικοῖς (τὰς γὰρ πράξεις ὁμολογουμένας λαμβάνουσιν, ὥστε λοιπὸν μέγεθος περιθεῖναι καὶ κάλλος)· τὰ δὲ παραδείγματα τοῖς συμβουλευτικοῖς (ἐκ γὰρ τῶν προγεγονότων τὰ μέλλοντα καταμαντευόμενοι κρίνομεν)· τὰ δʼ ἐνθυμήματα τοῖς δικανικοῖς (αἰτίαν γὰρ καὶ ἀπόδειξιν μάλιστα δέχεται τὸ γεγονὸς διὰ τὸ ἀσαφές).
总而言之,在所有辩论通用的形式中,夸张最适合于展示性辩论(因为这种辩论将行为视为已成共识的事实,从而剩下的只是赋予其伟大和美感);而例证最适合于劝告性辩论(因为我们是通过从过去发生的事预测未来来进行判断的);修辞三段论最适合于法庭辩论(因为已发生的事由于其不确定性,特别需要探究原因和进行证明)。
§1.9.41ἐκ τίνων μὲν οὖν οἱ ἔπαινοι καὶ οἱ ψόγοι λέγονται σχεδὸν πάντες, καὶ πρὸς ποῖα δεῖ βλέποντας ἐπαινεῖν καὶ ψέγειν, καὶ ἐκ τίνων τὰ ἐγκώμια γίγνεται καὶ τὰ ὀνείδη, ταῦτʼ ἐστίν· ἐχομένων γὰρ τούτων τὰ ἐναντία τούτοις φανερά· ὁ γὰρ ψόγος ἐκ τῶν ἐναντίων ἐστίν.
赞美和非难几乎全部是从哪些论据中说出的,以及我们应该着眼于什么事物去赞美和非难,还有颂德和诽谤是从哪些论据中产生的,就是这些了;因为如果把握了这些,它们的相反者也就是显而易见的了;因为非难是从相反的论据中产生的。