Humanitext Reader

亚里士多德 · 修辞学 §1.10.1-1.10.9

不正义行为的定义与人类行为的七种原因

第 21 段,共 98 段 · 希腊语

内容简介

本段落开始讨论告发与辩护,定义了行不正义(违背法律且自愿施加伤害的行为),并确定了人类行为的七种原因(运气、自然、强迫、习惯、理智、愤怒、欲望)。

§1.10.1περὶ δὲ κατηγορίας καὶ ἀπολογίας, ἐκ πόσων καὶ ποίων ποιεῖσθαι δεῖ τοὺς συλλογισμούς, ἐχόμενον ἂν εἴη λέγειν.
另一方面,关于告发与辩护,即应该从多少以及何种论据中进行推论,接下来应当予以讨论。
§1.10.2δεῖ δὴ λαβεῖν τρία, ἓν μὲν τίνων καὶ πόσων ἕνεκα ἀδικοῦσι, δεύτερον δὲ πῶς αὐτοὶ διακείμενοι, τρίτον δὲ τοὺς ποίους καὶ πῶς ἔχοντας.
因此,必须掌握三个方面:第一,人们是为了什么以及为了多少目的而行不正义之事;第二,他们自己处于怎样的状态;第三,他们对什么样的人以及处于何种状态的人行不正义。
§1.10.3διορισάμενοι οὖν τὸ ἀδικεῖν λέγωμεν ἑξῆς.
因此,在对行不正义予以定义之后,我们接着往下说。
ἔστω δὴ τὸ ἀδικεῖν τὸ βλάπτειν ἑκόντα παρὰ τὸν νόμον.
不正义行为是指违背法律、自愿地施加伤害。
νόμος δʼ ἐστὶν ὁ μὲν ἴδιος ὁ δὲ κοινός·
法律一方面是特殊的,另一方面是普遍的。
λέγω δὲ ἴδιον μὲν καθʼ ὃν γεγραμμένον πολιτεύονται, κοινὸν δὲ ὅσα ἄγραφα παρὰ πᾶσιν ὁμολογεῖσθαι δοκεῖ.
我所谓的特殊法律,是指人们据以管理城邦的成文法;而普遍法律,则是指那些在所有人中看来都被公认的未成文规范。
ἑκόντες δὲ ποιοῦσιν ὅσα εἰδότες καὶ μὴ ἀναγκαζόμενοι.
凡是人们在知情且未受强迫的情况下所做的一切,都是自愿做的。
ὅσα μὲν οὖν εἰδότες, οὐ πάντα προαιρούμενοι, ὅσα δὲ προαιρούμενοι, εἰδότες ἅπαντα· οὐδεὶς γὰρ ὃ προαιρεῖται ἀγνοεῖ.
因此,凡是知情而做的事,并不都是出于抉择而做,但凡是出于抉择而做的事,则全都是知情而做的;因为没有人会不知道自己所抉择的是什么。
§1.10.4διʼ ἃ δὲ προαιροῦνται βλάπτειν καὶ φαῦλα ποιεῖν παρὰ τὸν νόμον κακία ἐστὶν καὶ ἀκρασία·
人们之所以选择违背法律施加伤害并做出卑劣之事,其原因在于恶德和无自制。
ἐὰν γάρ τινες ἔχωσιν μοχθηρίαν ἢ μίαν ἢ πλείους, περὶ τοῦτο ὃ μοχθηροὶ τυγχάνουσιν ὄντες καὶ ἄδικοί εἰσιν·
因为如果有人具有一种或多种邪恶,那么在他们恰好邪恶的事情上,他们也就是不正义的。
οἷον ὁ μὲν ἀνελεύθερος περὶ χρήματα, ὁ δʼ ἀκόλαστος περὶ τὰς τοῦ σώματος ἡδονάς, ὁ δὲ μαλακὸς περὶ τὰ ῥάθυμα, ὁ δὲ δειλὸς περὶ τοὺς κινδύνους (τοὺς γὰρ συγκινδυνεύοντας ἐγκαταλιμπάνουσι διὰ τὸν φόβον), ὁ δὲ φιλότιμος διὰ τιμήν, ὁ δʼ ὀξύθυμος διʼ ὀργήν, ὁ δὲ φιλόνικος διὰ νίκην, ὁ δὲ πικρὸς διὰ τιμωρίαν, ὁ δʼ ἄφρων διὰ τὸ ἀπατᾶσθαι περὶ τὸ δίκαιον καὶ ἄδικον, ὁ δʼ ἀναίσχυντος διʼ ὀλιγωρίαν δόξης·
例如,不慷慨的人在钱财上,放纵的人在身体的享乐上,懦弱的人在安逸的事情上,胆怯的人在危险上(因为他们由于恐惧而抛弃共同面对危险的人),好名声的人为了名誉,易怒的人因为愤怒,好胜的人为了胜利,刻毒的人为了复仇,愚蠢的人因为在正义与不正义的事情上受蒙蔽,无耻的人因为轻视声誉。
ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστος περὶ ἕκαστον τῶν ὑποκειμένων.
同样地,其他各类人中的每一个,都在其各自对应的特定对象上行不正义。
§1.10.5ἀλλὰ περὶ μὲν τούτων δῆλον, τὰ μὲν ἐκ τῶν περὶ τὰς ἀρετὰς εἰρημένων, τὰ δʼ ἐκ τῶν περὶ τὰ πάθη ῥηθησομένων·
不过,关于这些事情,一部分已从关于美德的论述中看得很清楚,另一部分则将从关于情感的后续论述中看清楚。
λοιπὸν δʼ εἰπεῖν τίνος ἕνεκα καὶ πῶς ἔχοντες ἀδικοῦσι καὶ τίνας.
剩下的则是要说明,人们是为了什么目的、处于何种状态下、以及对哪些人行不正义。
§1.10.6πρῶτον μὲν οὖν διελώμεθα τίνων ὀρεγόμενοι καὶ ποῖα φεύγοντες ἐγχειροῦσιν ἀδικεῖν· δῆλον γὰρ ὡς τῷ μὲν κατηγοροῦντι πόσα καὶ ποῖα τούτων ὑπάρχει τῷ ἀντιδίκῳ σκεπτέον, ὧν ἐφιέμενοι πάντες τοὺς πλησίον ἀδικοῦσι, τῷ δὲ ἀπολογουμένῳ ποῖα καὶ πόσα τούτων οὐχ ὑπάρχει.
首先,让我们区分人们在企图行不正义时,是追求什么事物、规避什么事物;因为显然,对于告发者而言,必须考察在所有人侵害邻人时所追求的这些动机中,有多少以及何种动机存在于被告身上;而对于辩护者而言,则需考察其中何种及多少动机并不存在。
§1.10.7πάντες δὴ πάντα πράττουσι τὰ μὲν οὐ διʼ αὑτοὺς τὰ δὲ διʼ αὑτούς.
的确,所有人做所有事,有些不是由于自身,有些则是由于自身。
τῶν μὲν οὖν μὴ διʼ αὑτοὺς τὰ μὲν διὰ τύχην πράττουσι τὰ δʼ ἐξ ἀνάγκης, τῶν δʼ ἐξ ἀνάγκης τὰ μὲν βίᾳ τὰ δὲ φύσει, ὥστε πάντα ὅσα μὴ διʼ αὑτοὺς πράττουσι, τὰ μὲν ἀπὸ τύχης τὰ δὲ φύσει τὰ δὲ βίᾳ.
在不是由于自身的事物中,有些是由于运气而做,有些则是出于必然而做;而在出于必然的事物中,有些是由于强迫而做,有些则是由于自然而做。 因此,凡不是由于自身所做的一切,要么来自运气,要么由于自然,要么由于强迫。
ὅσα δὲ διʼ αὑτούς, καὶ ὧν αὐτοὶ αἴτιοι, τὰ μὲν διʼ ἔθος τὰ δὲ διʼ ὄρεξιν, τὰ μὲν διὰ λογιστικὴν ὄρεξιν τὰ δὲ διʼ ἄλογον·
至于那些由于自身所做、且其自身就是原因的事物,有些是由于习惯,有些则是由于欲求;而在由于欲求的事物中,有些是由于理性的欲求,有些则是由于非理性的欲求。
§1.10.8ἔστιν δʼ ἡ μὲν βούλησις ἀγαθοῦ ὄρεξις (οὐδεὶς γὰρ βούλεται ἀλλʼ ἢ ὅταν οἰηθῇ εἶναι ἀγαθόν), ἄλογοι δʼ ὀρέξεις ὀργὴ καὶ ἐπιθυμία·
意志是对善的欲求(因为除了在认为某事物是善的时候之外,没有人会有意志),而非理性的欲求则是愤怒和欲望。
ὥστε πάντα ὅσα πράττουσιν ἀνάγκη πράττειν διʼ αἰτίας ἑπτά, διὰ τύχην, διὰ φύσιν, διὰ βίαν, διʼ ἔθος, διὰ λογισμόν, διὰ θυμόν, διʼ ἐπιθυμίαν.
因此,人们所做的一切,必然是由于以下七种原因:运气、自然、强迫、习惯、理智、愤怒、欲望。
§1.10.9τὸ δὲ προσδιαιρεῖσθαι καθʼ ἡλικίαν ἢ ἕξεις ἢ ἀλλʼ ἄττα τὰ πραττόμενα περίεργον·
若再按照年龄、性格状态或其他特征来对所做的事分类,则是多余的。
εἰ γὰρ συμβέβηκεν τοῖς νέοις ὀργίλοις εἶναι ἢ ἐπιθυμητικοῖς, οὐ διὰ τὴν νεότητα πράττουσι τὰ τοιαῦτα ἀλλὰ διʼ ὀργὴν καὶ ἐπιθυμίαν.
因为,即使年轻人碰巧易怒或充满欲望,他们做此类事情也不是因为年轻,而是因为愤怒和欲望。
οὐδὲ διὰ πλοῦτον καὶ πενίαν, ἀλλὰ συμβέβηκε τοῖς μὲν πένησι διὰ τὴν ἔνδειαν ἐπιθυμεῖν χρημάτων, τοῖς δὲ πλουσίοις διὰ τὴν ἐξουσίαν ἐπιθυμεῖν τῶν μὴ ἀναγκαίων ἡδονῶν· ἀλλὰ πράξουσι καὶ οὗτοι οὐ διὰ πλοῦτον καὶ πενίαν ἀλλὰ διὰ τὴν ἐπιθυμίαν.
也不是因为富有或贫穷,只是贫穷者由于匮乏而欲望金钱,富有者则由于权能而欲望那些非必要的快感;但是,这些人采取行动也同样不是因为富有和贫穷,而是因为欲望。
ὁμοίως δὲ καὶ οἱ δίκαιοι καὶ οἱ ἄδικοι, καὶ οἱ ἄλλοι οἱ λεγόμενοι κατὰ τὰς ἕξεις πράττειν, διὰ ταῦτα πράξουσιν· ἢ γὰρ διὰ λογισμὸν ἢ διὰ πάθος·
同样地,正义的人和不正义的人,以及其他被说成是按照性格状态行动的人,也是因为这些原因而行动;因为他们要么出于理智,要么出于感情。
ἀλλʼ οἱ μὲν διὰ ἤθη καὶ πάθη χρηστά, οἱ δὲ διὰ τἀναντία.
只是前者由于优良的品格和感情,后者则由于相反的因素。

词汇与语法注释

  1. 1.10.2τοὺς ποίους καὶ πῶς ἔχοντας — 作为前半部分动词 `ἀδικοῦσι`(行不正义、侵害)的直接宾语(宾格)。在语境中意为“(他们)对什么样的人以及处于何种状态的人(行不正义)”。
  2. 1.10.7τῶν μὲν οὖν μὴ διʼ αὑτοὺς — 属格短语 `τῶν μὴ δι' αὑτούς` 是部分属格,后面接续的宾格词 `τὰ μέν` 和 `τὰ δέ` 构成其一部分。
  3. 1.10.8ἀλλʼ ἢ ὅταν — 紧随否定词 `οὐδείς` 之后,`ἀλλ' ἤ` 构成表示“除……之外、仅当”的惯用表达。而 `ὅταν` 结合虚拟语气 `οἰηθῇ` 则表示一般性或普遍性的前提条件。
  4. 1.10.9συμβέβηκε τοῖς μὲν πένησι — 非人称动词 `συμβέβηκε` 带有与格 `τοῖς πένησι` 和不定式 `ἐπιθυμεῖν`,构成了“贫穷者附随地(碰巧)欲望……”的句式结构。

引用这一段

亚里士多德, 修辞学 §1.10.1-1.10.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0086.tlg038.humanitext-grc2:1.10.1-1.10.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。